- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:19.1-19.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
被掠的萨宾妇女冲入战场哀求止战,双方遂达成和议,同意共居一城并共享王权。
ἐνταῦθα δʼ αὐτοὺς ὥσπερ ἐξ ὑπαρχῆς μάχεσθαι παρασκευαζομένους ἐπέσχε δεινὸν ἰδεῖν θέαμα καὶ λόγου κρείττων ὄψις. αἱ γὰρ ἡρπασμέναι θυγατέρες τῶν Σαβίνων ὤφθησαν ἀλλαχόθεν ἄλλαι μετὰ βοῆς καὶ ἀλαλαγμοῦ διὰ τῶν ὅπλων φερόμεναι καὶ τῶν νεκρῶν ὥσπερ ἐκ θεοῦ κάτοχοι, πρός τε τοὺς ἄνδρας αὑτῶν καὶ τοὺς πατέρας, αἱ μὲν παιδία κομίζουσαι νήπια πρὸς ταῖς ἀγκάλαις, αἱ δὲ τὴν κόμην προϊσχόμεναι λελυμένην, πᾶσαι δʼ ἀνακαλούμεναι τοῖς φιλτάτοις ὀνόμασι ποτὲ μὲν τοὺς Σαβίνους, ποτὲ δὲ τοὺς Ῥωμαίους.
正当他们准备重新开战之际,一幅惨不忍睹、难以言表的景象遏止了他们。盖因被劫掠的萨宾妇女们宛如被神明附体一般,哭号呼喊着从各方穿过兵刃与尸体,奔向她们的丈夫与父亲;有的怀抱幼童,有的垂下散乱的长发,所有人都在用最亲切的称呼呼喊着萨宾人,旋又呼喊着罗马人。
ἐπεκλάσθησαν οὖν ἀμφότεροι, καὶ διέσχον αὐταῖς ἐν μέσῳ καταστῆναι τῆς παρατάξεως, καὶ κλαυθμὸς ἅμα διὰ πάντων ἐχώρει, καὶ πολὺς οἶκτος ἦν πρός τε τὴν ὄψιν καὶ τοὺς λόγους ἔτι μᾶλλον, εἰς ἱκεσίαν καὶ δέησιν ἐκ δικαιολογίας καὶ παρρησίας τελευτῶντας.
于是双方的心肠皆软化下来,分开阵列容她们站在战阵中央。与此同时,抽泣之声传遍全军,目睹此景令人大起怜悯,而听闻她们从据理直言转为哀求与祈祷的话语,则更觉悲切。
τί γάρ (ἔφασαν) ὑμᾶς δεινὸν ἢ λυπηρὸν ἐργασάμεναι,1 τὰ μὲν ἤδη πεπόνθαμεν, τὰ δὲ πάσχομεν τῶν σχετλίων κακῶν; ἡρπάσθημεν ὑπὸ τῶν νῦν ἐχόντων βίᾳ καὶ παρανόμως, ἁρπασθεῖσαι δʼ ἠμελήθημεν ὑπʼ ἀδελφῶν καὶ πατέρων καὶ οἰκείων χρόνον τοσοῦτον, ὅσος ἡμᾶς πρὸς τὰ ἔχθιστα κεράσας ταῖς μεγίσταις ἀνάγκαις πεποίηκε νῦν ὑπὲρ τῶν βιασαμένων καὶ παρανομησάντων δεδιέναι μαχομένων καὶ κλαίειν θνῃσκόντων.
她们说:“我们究竟对你们做了什么可怕或痛心的事,以至于此前遭受、此刻仍在遭受这诸般凄惨的灾祸?我们是被如今占有我们的人强暴而不法地劫掠的,但被掠之后,却被兄弟、父亲和亲族冷落了如此长的时间,乃至这段时间以最强大的羁绊使我们与最痛恨之人结合,如今竟为了那些施暴不法之人交战而恐惧,为他们阵亡而哭泣。
οὐ γὰρ ἤλθετε τιμωρήσοντες ἡμῖν παρθένοις οὔσαις ἐπὶ τοὺς ἀδικοῦντας, ἀλλὰ νῦν ἀνδρῶν ἀποσπᾶτε γαμετὰς καὶ τέκνων μητέρας, οἰκτροτέραν βοήθειαν ἐκείνης τῆς ἀμελείας καὶ προδοσίας βοηθοῦντες ἡμῖν ταῖς ἀθλίαις. τοιαῦτα μὲν ἠγαπήθημεν ὑπὸ τούτων, τοιαῦτα δʼ ὑφʼ ὑμῶν ἐλεούμεθα. καὶ γὰρ εἰ διʼ ἄλλην αἰτίαν ἐμάχεσθε, παύσασθαι διʼ ἡμᾶς πενθεροὺς γεγονότας καὶ πάππους καὶ οἰκείους ὄντας ἐχρῆν.2
当我们仍是处女时,你们未曾前来向作恶者为我们复仇,如今却要将妻子从丈夫身边、将母亲从子女身边夺走,你们带给我们这些悲惨妇女的救援,竟比当初的冷漠与背弃更为可悲!我们从这些人那里得到的便是这样的爱意,从你们那里得到的便是这样的怜悯。纵然你们是为了其他缘由交战,也应当为了我们而止息,因为你们已成了岳父、祖父,并且身为亲族。
εἰ δʼ ὑπὲρ ἡμῶν ὁ πόλεμός ἐστι, κομίσασθε ἡμᾶς μετὰ γαμβρῶν καὶ τέκνων, καὶ ἀπόδοτε ἡμῖν πατέρας καὶ οἰκείους, μηδʼ ἀφέλησθε παῖδας καὶ ἄνδρας. ἱκετεύομεν ὑμᾶς μὴ πάλιν αἰχμάλωτοι γενέσθαι. τοιαῦτα πολλὰ τῆς Ἑρσιλίας προαγορευούσης καὶ τῶν ἄλλων δεομένων, ἐσπείσθησαν ἀνοχαί, καὶ συνῆλθον εἰς λόγους οἱ ἡγεμόνες.
如果这场战争是为了我们,就请将我们与女婿和孩子们一并带回,将父亲和亲人还给我们,而不要夺走我们的儿女与丈夫。我们恳求你们,不要让我们再次沦为俘虏。” 在赫尔西莉亚发表了许多这番言辞、其余妇女亦皆苦苦哀求之后,双方缔结了停战协定,统帅们会晤商谈。
αἱ δὲ γυναῖκες ἐν τούτῳ τοῖς πατράσι καὶ τοῖς ἀδελφοῖς τοὺς ἄνδρας προσῆγον καὶ τά τέκνα, προσέφερόν τε τροφὴν καὶ ποτὸν τοῖς δεομένοις, καὶ τοὺς τετρωμένους ἐθεράπευον οἴκαδε κομίζουσαι, καὶ παρεῖχον ὁρᾶν ἀρχούσας μὲν αὑτὰς τοῦ οἴκου, προσέχοντας δὲ τοὺς ἄνδρας αὐταῖς καὶ μετʼ εὐνοίας τιμὴν ἅπασαν νέμοντας.
在此期间,妇女们将丈夫和孩子引荐给父亲与兄弟,为匮乏者送上饮食,将伤者接回家中照料,并展现出她们自身在家中主事、丈夫对她们敬重体贴并充满善意地给予一切尊荣的景象。
ἐκ τούτου συντίθενται, τῶν μὲν γυναικῶν τὰς βουλομένας συνοικεῖν τοῖς ἔχουσιν,3 ὥσπερ εἴρηται παντὸς ἔργου καὶ πάσης λατρείας πλὴν ταλασίας ἀφειμένας, οἰκεῖν δὲ κοινῇ τὴν πόλιν Ῥωμαίους καὶ Σαβίνους, καὶ καλεῖσθαι μὲν Ῥώμην ἐπὶ Ῥωμύλῳ τὴν πόλιν, Κυρίτας δὲ Ῥωμαίους ἅπαντας ἐπὶ τῇ Τατίου πατρίδι, βασιλεύειν δὲ κοινῇ καὶ στρατηγεῖν ἀμφοτέρους. ὅπου δὲ ταῦτα συνέθεντο, μέχρι νῦν Κομίτιον καλεῖται· κομῖρε γὰρ Ῥωμαῖοι τὸ συνελθεῖν καλοῦσι.
由此他们达成盟约:妇女中凡自愿者,皆可继续与占有她们的丈夫同居,正如前文所言,免除除纺线之外的一切劳役和仆役;罗马人与萨宾人共同居住于此城,城依罗慕路斯之名命名为罗马,全体罗马人依塔提乌斯之乡土命名为奎里特斯,两人共同执掌王权与统帅之职。他们订立此约之地至今仍被称为集会场,盖因罗马人将聚合称为“科米雷”。
- 19.3τί γάρ (ἔφασαν) ὑμᾶς δεινὸν ἢ λυπηρὸν ἐργασάμεναι
动词 ἐργάζομαι 支配双重宾格(人与物),此处分别体现为指人的 ὑμᾶς 和指物的 τί... δεινὸν ἢ λυπηρόν。分词 ἐργασάμεναι 为主格阴性复数,与暗含的主语(ἡμεῖς)一致,在反问句中作原因分词使用,意为“究竟对你们做了什么可怕或痛心的事(才遭受……)”。
- 19.4καὶ γὰρ εἰ διʼ ἄλλην αἰτίαν ἐμάχεσθε, παύσασθαι διʼ ἡμᾶς πενθεροὺς γεγονότας καὶ πάππους καὶ οἰκείους ὄντας ἐχρῆν
非人称动词的未完成过去时 ἐχρῆν 不带 ἄν,表示过去未实现的义务或理应发生之事(“理应……”)。条件从句 εἰ... ἐμάχεσθε 提出一个过去的假设或让步前提(“即使你们是为了其他缘由交战”),主句中的 ἐχρῆν 统辖不定式 παύσασθαι。宾格分词 γεγονότας 和 ὄντας 与 παύσασθαι 省略的逻辑主语(ὑμᾶς,即受话的萨宾人)一致,说明他们已成为岳父、祖父和亲族这一理由。
- 19.7ἐκ τούτου συντίθενται, τῶν μὲν γυναικῶν τὰς βουλομένας συνοικεῖν τοῖς ἔχουσιν
动词 συντίθενται 引出盟约条款,统领一系列不定式短语(συνοικεῖν、οἰκεῖν、καλεῖσθαι、βασιλεύειν)。由部分属格 τῶν μὲν γυναικῶν 所修饰的宾格短语 τὰς βουλομένας 作为第一个不定式 συνοικεῖν 的逻辑主语,意为“妇女中凡自愿者,皆与占有她们者同居”。
