← 普鲁塔克

罗慕路斯传

§18.1-18.7

萨宾之战与罗慕路斯的祈祷

占领卡皮托尔的萨宾军与罗慕路斯率领的罗马军在地势险阻之处展开激战,库尔提乌斯险遭泥沼吞没,罗慕路斯负伤后向朱庇特祈祷并重整溃军,一举击退萨宾人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

τῆς μέντοι Ταρπηίας ἐκεῖ ταφείσης, ὁ λόφος ὠνομάζετο Ταρπήιος, ἄχρι οὗ Ταρκυνίου βασιλέως Διὶ τὸν τόπον καθιεροῦντος ἅμα τά τε λείψανα μετηνέχθη, καὶ τοὔνομα τῆς Ταρπηίας ἐξέλιπε· πλὴν πέτραν ἔτι νῦν ἐν τῷ Καπιτωλίῳ Ταρπηίαν καλοῦσιν, ἀφʼ ἧς ἐρρίπτουν τοὺς κακούργους.

塔尔佩亚被安葬在那里之后,那座山丘便被称为塔尔佩亚山,直到塔尔奎尼乌斯王将该地献给朱庇特时,才将遗骸迁徙,塔尔佩亚之名随之废止;不过如今人们仍将卡皮托尔的一处悬崖称为塔尔佩亚岩,往昔常从此处将恶徒掷下。

§18.2

ἐχομένης δὲ τῆς ἄκρας ὑπὸ τῶν Σαβίνων, ὅ τε Ῥωμύλος ὑπʼ ὀργῆς εἰς μάχην αὐτοὺς προὐκαλεῖτο, καὶ ὁ Τάτιος ἐθάρρει, καρτερὰν εἰ βιασθεῖεν ἀναχώρησιν ὁρῶν αὐτοῖς ὑπάρχουσαν.1 ὁ γὰρ μεταξὺ τόπος, ἐν ᾧ συμπίπτειν ἔμελλον, ὑπὸ πολλῶν λόφων περιεχόμενος, ἀγῶνα μὲν ὀξὺν ἐδόκει καὶ χαλεπὸν ὑπὸ δυσχωρίας ἀμφοτέροις παρέξειν, φυγὰς δὲ καὶ διώξεις ἐν στενῷ βραχείας.

当卫城被萨宾人占领后,罗慕路斯出于愤怒向他们挑战决战,塔提乌斯亦毫不畏怯,因为他看到即便受压迫,自身亦有坚固的退路。盖因他们即将交锋的中介地带被许多山丘环绕,由于地形险阻,看来虽会给双方带来剧烈而艰苦的搏杀,但在这逼仄之地溃逃与追击皆会是短暂的。

§18.3

ἔτυχε δὲ τοῦ ποταμοῦ λιμνάσαντος οὐ πολλαῖς πρότερον ἡμέραις ἐγκαταλελεῖφθαι τέλμα βαθὺ καὶ τυφλὸν ἐν τόποις ἐπιπέδοις κατὰ τὴν νῦν οὖσαν ἀγοράν, ὅθεν οὐκ ἦν ὄψει πρόδηλον οὐδʼ εὐφύλακτον, ἄλλως δὲ χαλεπὸν καὶ ὕπουλον. ἐπὶ τοῦτο τοῖς Σαβίνοις ἀπειρίᾳ φερομένοις εὐτύχημα γίγνεται.

恰逢几天前河水泛滥,在如今的广场平地一带留下了深沉隐蔽的泥沼,故而目力不易察觉,亦不易防备,反倒异常险恶阴诡。对于由于缺乏经验而冲向此处的萨宾人而言,发生了一件幸事。

§18.4

Κούρτιος γάρ, ἀνὴρ ἐπιφανὴς δόξῃ καὶ φρονήματι γαῦρος, ἵππον ἔχων πολὺ πρὸ τῶν ἄλλων ἐχώρει· δεξαμένου δὲ τοῦ βαράθρου τὸν ἵππον, ἄχρι μέν τινος ἐπειρᾶτο πληγῇ καὶ παρακελεύσει χρώμενος ἐξελαύνειν, ὡς δʼ ἦν ἀμήχανον, ἐάσας τὸν ἵππον ἑαυτὸν ἔσῳζεν. ὁ μὲν οὖν τόπος διʼ ἐκεῖνον ἔτι νῦν Κούρτειος λάκκος ὀνομάζεται· φυλαξάμενοι δὲ τὸν κίνδυνον οἱ Σαβῖνοι μάχην καρτερὰν ἐμαχέσαντο, κρίσιν οὐ λαβοῦσαν, καίτοι πολλῶν πεσόντων, ἐν οἷς ἦν καὶ Ὁστίλιος.

原来,库尔提乌斯——一位声名显赫且心高气傲的人——正策马行在众人极前方;当深坑吞没其坐骑时,起初他还企图通过鞭打与呼喝将马驱赶出来,但见无计可施,便弃马自救。因此该地至今仍因他而被称作库尔提乌斯湖。萨宾人防备了这一危险后,展开了一场激战,但未分胜负,尽管有许多人阵亡,其中便有霍斯提利乌斯。

§18.5

τοῦτον Ἑρσιλίας ἄνδρα καὶ πάππον Ὁστιλίου τοῦ μετὰ Νομᾶν βασιλεύσαντος γενέσθαι λέγουσιν. αὖθις δὲ πολλῶν ἀγώνων ἐν βραχεῖ συνισταμένων ὡς εἰκός, ἑνὸς μάλιστα τοῦ τελευταίου μνημονεύουσιν, ἐν ᾧ Ῥωμύλου τὴν κεφαλὴν πληγέντος λίθῳ καὶ πεσεῖν ὀλίγον δεήσαντος τοῦ τʼ ἀντέχειν ὑφεμένου,2 τοῖς Σαβίνοις ἐνέδωκαν οἱ Ῥωμαῖοι καὶ φυγῇ πρὸς τὸ Παλάτιον ἐχώρουν, ἐξωθούμενοι τῶν ἐπιπέδων.

据说此人是赫尔西莉亚的丈夫,亦是努马之后继位为王的霍斯提利乌斯之祖父。此后短时间内固然爆发了许多场战斗,但人们记得最真切的当属最后一场;在那场战斗中,罗慕路斯的头部被石头击中,几乎跌倒,减弱了抵抗,罗马人遂向萨宾人屈服,被赶出平原地带,向帕拉蒂乌姆溃逃。

§18.6

ἤδη δὲ ὁ Ῥωμύλος ἐκ τῆς πληγῆς ἀναφέρων, ἐβούλετο μὲν εἰς τὰ ὅπλα χωρεῖν τοῖς φεύγουσιν ἐναντίως, καὶ μέγα βοῶν ἵστασθαι καὶ μάχεσθαι παρεκάλει. πολλῆς δὲ τῆς φυγῆς αὐτῷ περιχεομένης, καὶ μηδενὸς ἀναστρέφειν τολμῶντος, ἀνατείνας εἰς οὐρανὸν τὰς χεῖρας ηὔξατο τῷ Διὶ στῆσαι τὸ στράτευμα καὶ τὰ Ῥωμαίων πράγματα πεσόντα μὴ περιιδεῖν, ἀλλʼ ὀρθῶσαι.

此时罗慕路斯已从伤势中苏醒过来,本欲与逃奔者反向奔赴战阵,并大声呼喊号召他们驻足战斗。但滔滔溃退之势将他席卷,无人敢于转身回击,他便向天伸出双手,祈求朱庇特遏止军队,莫要对倒下的罗马基业坐视不管,而要将其扶正。

§18.7

γενομένης δὲ τῆς εὐχῆς, αἰδώς τε τοῦ βασιλέως ἔσχε πολλούς, καὶ θάρσος ἐκ μεταβολῆς παρέστη τοῖς φεύγουσιν. ἔστησαν οὖν πρῶτον οὗ νῦν ὁ τοῦ Διὸς τοῦ Στάτορος ἵδρυται νεώς, ὃν Ἐπιστάσιον ἄν τις ἑρμηνεύσειεν, εἶτα συνασπίσαντες πάλιν ἔωσαν ὀπίσω τοὺς Σαβίνους ἐπὶ τὴν νῦν Ῥήγιαν προσαγορευομένην καὶ τὸ τῆς Ἑστίας ἱερόν.

祈祷完毕,许多人对国王心生敬畏与羞愧,逃亡者亦转而勇气勃发。于是他们首先驻足于如今朱庇特·斯塔托尔神庙伫立之处——或可释为“止步之神”——继而重组盾阵,再度将萨宾人击退回如今被称为雷吉亚之处与维斯塔神庙。

语法注2 条
  1. 18.2καρτερὰν εἰ βιασθεῖεν ἀναχώρησιν ὁρῶν αὐτοῖς ὑπάρχουσαν

    εἰ βιασθεῖεν 在承接过去时主动词 ἐθάρρει 的间接引语(内在条件从句)中采用过去稀求法,表述“假使受到压迫”的主观假设。καρτερὰν ἀναχώρησιν 作 ὁρῶν 的宾语并充当补充分词 ὑπάρχουσαν 的逻辑主语,意为“看到自身拥有一条坚固的退路”。

  2. 18.5πεσεῖν ὀλίγον δεήσαντος τοῦ τʼ ἀντέχειν ὑφεμένου

    成语结构 ὀλίγον δεῖν 加不定词(πεσεῖν)意为“险些跌倒”,在此作为独立属格(δεήσαντος)出现,其逻辑主语为罗慕路斯。紧接的 τοῦ ἀντέχειν 为冠词带不定词的属格(动名词属格),受中动态动词 ὑφίεμαι(放弃、松懈)支配,作其宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:18.1-18.7