- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:17.1-17.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗慕路斯相继击溃邻近城邦的联军后,萨宾国王塔提乌斯率军征讨罗马,指挥官之女塔尔佩亚因贪图首饰而开门引敌,最终被萨宾士兵投掷的盾牌砸压致死。
μετὰ δὲ τὴν Καινινητῶν ἅλωσιν ἔτι τῶν ἄλλων Σαβίνων ἐν παρασκευαῖς ὄντων, συνέστησαν οἱ Φιδήνην καὶ Κρουστουμέριον καὶ Ἀντέμναν οἰκοῦντες ἐπὶ τοὺς Ῥωμαίους, καὶ μάχης γενομένης ἡττηθέντες ὁμοίως, τάς τε πόλεις Ῥωμύλῳ παρῆκαν ἑλεῖν καὶ τὴν χώραν δάσασθαι καὶ μετοικίσαι σφᾶς αὐτοὺς εἰς Ῥώμην.1 ὁ δὲ Ῥωμύλος τὴν μὲν ἄλλην κατένειμε χώραν τοῖς πολίταις, ὅσην δʼ εἶχον οἱ τῶν ἡρπασμένων παρθένων πατέρες, αὐτοὺς ἔχειν ἐκείνους εἴασεν.
凯尼纳陷落之后,趁着其余萨宾人仍在备战之际,居住在菲德奈、克鲁斯图梅里翁与安特姆奈的人们联合起来进攻罗马人;然而在交战之后,他们同样遭遇溃败,只得任凭罗慕路斯占领其城池、瓜分其土地,并将他们自身迁居至罗马。罗慕路斯将其他土地分给市民,但那些被掠少女的父亲们所拥有的土地,则准许他们自行保留。
ἐπὶ τούτοις βαρέως φέροντες οἱ λοιποὶ Σαβῖνοι Τάτιον ἀποδείξαντες στρατηγὸν ἐπὶ τὴν Ῥώμην ἐστράτευσαν. ἦν δὲ δυσπρόσοδος ἡ πόλις, ἔχουσα πρόβλημα τὸ νῦν Καπιτώλιον, ἐν ᾧ φρουρὰ καθειστήκει καὶ Ταρπήιος ἡγεμὼν αὐτῆς, οὐχὶ Ταρπηία παρθένος, ὡς ἔνιοι λέγουσιν, εὐήθη τὸν Ῥωμύλον ἀποδεικνύοντες·2 ἀλλὰ θυγάτηρ ἡ Ταρπηία τοῦ ἄρχοντος οὖσα προὔδωκε τοῖς Σαβίνοις, ἐπιθυμήσασα τῶν χρυσῶν βραχιονιστήρων οὓς εἶδε περικειμένους, καὶ ᾔτησε μισθὸν τῆς προδοσίας ἃ φοροῖεν ἐν ταῖς ἀριστεραῖς χερσί.3
其余萨宾人对此愤恨不已,推举塔提乌斯为统帅,向罗马进军。该城难以接近,因为它以如今的卡皮托尔为屏障,城中驻有卫队,其指挥官是塔尔佩乌斯,而非像某些人所说的那样是处女塔尔佩亚——那些人以此将罗慕路斯表现得十分幼稚;实则是指挥官的女儿塔尔佩亚将卫城出卖给萨宾人,因她贪恋亲眼见到的萨宾人佩戴的黄金臂镯,便要求以他们左手佩戴之物作为背叛的报酬。
συνθεμένου δὲ τοῦ Τατίου, νύκτωρ ἀνοίξασα πύλην μίαν, ἐδέξατο τοὺς Σαβίνους. οὐ μόνος οὖν ὡς ἔοικεν Ἀντίγονος ἔφη προδιδόντας μὲν φιλεῖν, προδεδωκότας δὲ μισεῖν, οὐδὲ Καῖσαρ, εἰπὼν ἐπὶ τοῦ Θρᾳκὸς Ῥοιμητάλκου, φιλεῖν μὲν προδοσίαν, προδότην δὲ μισεῖν, ἀλλὰ κοινόν τι τοῦτο πάθος ἐστὶ πρὸς τοὺς πονηροὺς τοῖς δεομένοις αὐτῶν, ὥσπερ ἰοῦ καὶ χολῆς ἐνίων θηρίων δέονται· τὴν γὰρ χρείαν ὅτε λαμβάνουσιν ἀγαπῶντες, ἐχθαίρουσι τὴν κακίαν ὅταν τύχωσι.
塔提乌斯应允之后,她便在夜间打开一扇城门,引萨宾人入内。因此看来,不仅安提柯说过他喜欢正要背叛的人、却厌恶已经背叛的人,恺撒针对色雷斯人罗伊梅塔尔刻斯也说过他喜欢背叛、却厌恶背叛者,凡需要恶人者对待他们莫不抱有此种共同的心理,恰如人们需要某些野兽的毒液与胆汁一样:人们在接受效用时欣然受之,一旦获取之后便憎恶其邪恶。
τοῦτο καὶ πρὸς τὴν Ταρπηίαν τότε παθὼν ὁ Τάτιος, ἐκέλευσε μεμνημένους τῶν ὁμολογιῶν τοὺς Σαβίνους μηδενὸς αὐτῇ φθονεῖν ὧν ἐν ταῖς ἀριστεραῖς ἔχουσι, καὶ πρῶτος ἅμα τὸν βραχιονιστῆρα τῆς χειρὸς περιελὼν καὶ τὸν θυρεὸν ἐπέρριψε. πάντων δὲ τὸ αὐτὸ ποιούντων, βαλλομένη τε τῷ χρυσῷ καὶ καταχωσθεῖσα τοῖς θυρεοῖς, ὑπὸ πλήθους καὶ βάρους ἀπέθανεν.
塔提乌斯当时对塔尔佩亚也正是出于这种心理,他命令萨宾人谨记盟约,切莫吝惜左手上所持有的一切物件,自己更是率先从手臂上褪下臂镯,连同盾牌一并向她砸去。众人纷纷效仿,她被黄金砸击并被盾牌掩埋,因数量庞大与重量沉重而身亡。
ἑάλω δὲ καὶ Ταρπήιος προδοσίας ὑπὸ Ῥωμύλου διωχθείς, ὡς Ἰόβας φησὶ Γάλβαν Σουλπίκιον ἱστορεῖν. τῶν δʼ ἄλλα περὶ Ταρπηίας λεγόντων ἀπίθανοι μέν εἰσιν οἱ Τατίου θυγατέρα τοῦ ἡγεμόνος τῶν Σαβίνων οὖσαν αὐτήν, Ῥωμύλῳ δὲ βίᾳ συνοικοῦσαν, ἱστοροῦντες ταῦτα ποιῆσαι καὶ παθεῖν ὑπὸ τοῦ πατρός· ὧν καὶ Ἀντίγονός ἐστι. Σιμύλος δʼ ὁ ποιητὴς καὶ παντάπασι ληρεῖ, μὴ Σαβίνοις οἰόμενος, ἀλλὰ Κελτοῖς τὴν Ταρπηίαν προδοῦναι τὸ Καπιτώλιον, ἐρασθεῖσαν αὐτῶν τοῦ βασιλέως. λέγει δὲ ταῦτα· "ἡ δʼ ἀγχοῦ Τάρπεια παραὶ Καπιτώλιον αἶπος ναίουσα Ῥώμης ἔπλετο τειχολέτις, Κελτῶν ἣ στέρξασα γαμήλια λέκτρα γενέσθαι σκηπτούχῳ, πατέρων οὐκ ἐφύλαξε δόμους. καὶ μετʼ ὀλίγα περὶ τῆς τελευτῆς· τὴν δʼ οὔτʼ ἄρʼ Βόιοί τε καὶ ἔθνεα μυρία Κελτῶν χηράμενοι ῥείθρων ἐντὸς ἔθεντο Πάδου, ὅπλα δʼ ἐπιπροβαλόντες ἀρειμανέων ἀπὸ χειρῶν κούρῃ ἐπὶ στυγερῇ κόσμον ἔθεντο φόνον."
据尤巴说,苏尔皮基乌斯·加尔巴记载塔尔佩乌斯亦被罗慕路斯以叛国罪起诉并被定罪。而在关于塔尔佩亚另有异说的人当中,那些记载她是萨宾人领袖塔提乌斯之女、被迫与罗慕路斯同居,因做下此事而遭其生父惩处的说法令人难以置信,安提柯便属于这一派。诗人西米卢斯则纯属胡言乱语,他以为塔尔佩亚并非向萨宾人、而是因爱上凯尔特人的国王而向凯尔特人出卖了卡皮托尔。他这样写道: “居于卡皮托尔高崖之畔的塔尔佩亚,成了罗马城垣的毁灭者;她渴求成为执杖的凯尔特人之王的婚配新娘,未能守住父祖的宅邸。”随后论及其死亡时又写道:“波伊人与无数的凯尔特部族未曾欢喜地将她葬于帕杜斯河水之滨,反倒从狂战的双手间掷下兵器,将死亡作为饰物堆加在可憎的少女身上。”
- 17.1τάς τε πόλεις Ῥωμύλῳ παρῆκαν ἑλεῖν καὶ τὴν χώραν δάσασθαι καὶ μετοικίσαι σφᾶς αὐτοὺς εἰς Ῥώμην
动词 παρῆκαν 接三个不定式 ἑλεῖν、δάσασθαι 与 μετοικίσαι。前两个不定式的逻辑主语是与格的 Ῥωμύλῳ(任凭罗慕路斯攻占……瓜分……),而带有反身代词宾格 σφᾶς αὐτοὺς 的 μετοικίσαι 既可视为使役结构(任由罗慕路斯将他们迁往罗马),亦可指主动投诚(听凭移居罗马),体现了战败者全面归顺并接受整编的处境。
- 17.2εὐήθη τὸν Ῥωμύλον ἀποδεικνύοντες
分词 ἀποδεικνύοντες 构成双宾格结构,以 τὸν Ῥωμύλον 为直接宾语,以 εὐήθη 为宾语补足语(“将罗慕路斯表现得愚蠢/幼稚”)。该分词短语修饰主语 ἔνιοι(某些史家),斥责其将守军指挥官说成是未婚少女塔尔佩亚,从而使罗慕路斯显得用人不察、荒唐可笑。
- 17.2ἃ φοροῖεν ἐν ταῖς ἀριστεραῖς χερσί
希求法动词 φοροῖεν 是间接引语中的斜格希求法(optativus obliquus),由历史时态的主动词 ᾔτησε 引出,原直说法语气转化为希求法。此处“左手佩戴之物”的表述具有双关歧义,不仅指塔尔佩亚所觊觎的金臂镯,也涵盖了佩戴于左臂的沉重盾牌,为下文被盾牌砸死埋下伏笔。
