- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:16.1-16.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在萨宾人寻求温和和解之际,凯尼纳国王阿克隆率先发起进攻;罗慕路斯在单挑中斩杀阿克隆并合并其城邦,以凯旋行进将阿克隆的盔甲奉献给朱庇特,从而开创了奉献殊勋战利品的传统。
οἱ δὲ Σαβῖνοι πολλοὶ μὲν ἦσαν καὶ πολεμικοί, κώμας δʼ ᾤκουν ἀτειχίστους, ὡς προσῆκον αὐτοῖς μέγα φρονεῖν καὶ μὴ φοβεῖσθαι, Λακεδαιμονίων ἀποίκοις οὖσιν.
萨宾人人多势众且骁勇善战,但他们居住在没有城墙的村落中,认为自己作为拉刻代蒙人的殖民者,自当意气豪迈、无所畏惧。
οὐ μὴν ἀλλʼ ὁρῶντες αὑτοὺς ἐνδεδεμένους μεγάλοις ὁμηρεύμασι, καὶ δεδιότες περὶ τῶν θυγατέρων, πρέσβεις ἀπέστειλαν ἐπιεικῆ καὶ μέτρια προκαλούμενοι, τὸν Ῥωμύλον ἀποδόντα τὰς κόρας αὐτοῖς καὶ λύσαντα τὸ τῆς βίας ἔργον, εἶτα πειθοῖ καὶ νόμῳ πράττειν τοῖς γένεσι φιλίαν καὶ οἰκειότητα. τοῦ δὲ Ῥωμύλου τὰς μὲν κόρας μὴ προιεμένου, παρακαλοῦντος δὲ τὴν κοινωνίαν δέχεσθαι τοὺς Σαβίνους, οἱ μὲν ἄλλοι βουλευόμενοι καὶ παρασκευαζόμενοι διέτριβον, Ἄκρων δὲ βασιλεὺς Καινινητῶν, ἀνὴρ θυμοειδὴς καὶ δεινὸς ἐν τοῖς πολεμικοῖς, τά τε πρῶτα τολμήματα τοῦ Ῥωμύλου διʼ ὑποψίας εἶχε, καὶ τῷ πραχθέντι περὶ τὰς γυναῖκας ἤδη φοβερὸν ἡγούμενος πᾶσιν εἶναι καὶ οὐκ ἀνεκτὸν εἰ μὴ κολασθείη, προεξανέστη τῷ πολέμῳ καὶ μετὰ πολλῆς ἐχώρει δυνάμεως ἐπʼ αὐτόν, καὶ ὁ Ῥωμύλος ἐπʼ ἐκεῖνον.
然而,他们眼见自己被重大的质物所牵制,又为女儿们担忧,便派遣使节提出温和而克制的要求:希望罗慕路斯将少女们归还他们,消除那暴力的行径,随后再通过说服与法律在两部族间结成友好与亲属关系。但罗慕路斯不肯放还少女,反而劝告萨宾人接受这一联姻社群,于是其他人还在商议和筹备中延宕,而凯尼纳人的国王阿克隆——一个性情暴烈且精于战事的男子——本就对罗慕路斯最初的大胆举动心存疑忌,如今又认为根据对待妇女所做下的事,他已然令所有人畏惧,若不受惩治便难以为容,于是抢先起兵宣战,率领大批军队向他进发,而罗慕路斯也迎向了他。
γενόμενοι δʼ ἐν ὄψει καὶ κατιδόντες ἀλλήλους προὐκαλοῦντο μάχεσθαι, τῶν στρατευμάτων ἐν τοῖς ὅπλοις ἀτρεμούντων. εὐξάμενος οὖν ὁ Ῥωμύλος, εἰ κρατήσειε καὶ καταβάλοι, τῷ Διὶ φέρων ἀναθήσειν αὐτὸς τὰ ὅπλα τοῦ ἀνδρός, αὐτόν τε καταβάλλει κρατήσας, καὶ τρέπεται τὸ στράτευμα μάχης γενομένης, αἱρεῖ δὲ καὶ τὴν πόλιν. οὐ μὴν ἠδίκησε τοὺς ἐγκαταληφθέντας, ἀλλʼ ἢ τὰς οἰκίας ἐκέλευσε καθελόντας ἀκολουθεῖν1 εἰς Ῥώμην, ὡς πολίτας ἐπὶ τοῖς ἴσοις ἐσομένους.
两人出现在对方视野中并相互望见后,便发起挑战进行单挑,而双方军队则顶盔披甲伫立未动。罗慕路斯于是起誓:若能击败并打倒对手,他将亲自把那人的盔甲运去奉献给朱庇特;结果他不仅击败并打倒了他,而且在交锋爆发时击溃了敌军,还攻克了那座城池。但他并未加害城中陷落的人民,只是命令他们拆毁房屋并随他前往罗马,成为享有同等权利的公民。
τούτου μὲν οὖν οὐκ ἔστιν ὅ τι μᾶλλον ηὔξησε τὴν Ῥώμην, ἀεὶ προσποιοῦσαν ἑαυτῇ καὶ συννέμουσαν ὧν κρατήσειεν.2 ὁ δὲ Ῥωμύλος, ὡς ἂν μάλιστα τὴν εὐχὴν τῷ τε Διὶ κεχαρισμένην καὶ τοῖς πολίταις ἰδεῖν ἐπιτερπῆ παράσχοι σκεψάμενος, ἐπὶ στρατοπέδου δρῦν ἔτεμεν ὑπερμεγέθη καὶ διεμόρφωσεν ὥσπερ τρόπαιον, καὶ τῶν ὅπλων τοῦ Ἄκρωνος ἕκαστον ἐν τάξει περιήρμοσε καὶ κατήρτησεν, αὐτὸς δὲ τὴν μὲν ἐσθῆτα περιεζώσατο, δάφνῃ δʼ ἐστέψατο τὴν κεφαλὴν κομῶσαν.
因此,没有什么比这种不断将所征服的人民收归己有并使之融合的做法更能壮大罗马的了。而罗慕路斯思忖着如何才能使这一誓愿最能取悦朱庇特、并让市民赏心悦目,便在营地砍伐了一棵巨大的橡木,修整成战利品纪念柱的形状,并将阿克隆盔甲的各个部件依序嵌合固定在上面;他自己则束紧长袍,在蓄长的头发上戴上月桂冠。
ὑπολαβὼν δὲ τῷ δεξιῷ τὸ τρόπαιον ὤμῳ προσερειδόμενον ὀρθόν, ἐβάδιζεν ἐξάρχων ἐπινικίου παιᾶνος ἐν ὅπλοις ἑπομένῃ τῇ στρατιᾷ, δεχομένων τῶν πολιτῶν μετὰ χαρᾶς καὶ θαύματος. ἡ μὲν οὖν πομπὴ τῶν αὖθις θριάμβων ἀρχὴν καὶ ζῆλον παρέσχε, τὸ δὲ τρόπαιον ἀνάθημα Φερετρίου Διὸς ἐπωνομάσθη— τὸ γὰρ πλῆξαι φερῖρε Ῥωμαῖοι καλοῦσιν, εὔξατο δὲ πλῆξαι τὸν ἄνδρα καὶ καταβαλεῖν·
他用右肩扛起战利品柱,使其竖直靠在肩上,领头唱起凯旋赞歌向前行进,军队全副武装紧随其后,市民们则怀着喜悦与惊奇迎接他们。于是这一巡行便成了后世凯旋式的滥觞与范本,而那战利品柱则被称为献给费雷特里乌斯朱庇特的贡品——因为罗马人把击打称为“ferire”,而他起誓要击打并打倒那个人。
ὀπίμια δὲ τὰ σκῦλα, φησὶ Βάρρων, καθότι καὶ τὴν περιουσίαν ὄπεμ λέγουσι. πιθανώτερον δʼ ἄν τις εἴποι διὰ τὴν πρᾶξιν· ὄπους γὰρ ὀνομάζεται τὸ ἔργον, αὐτουργῷ δʼ ἀριστείας στρατηγῷ, στρατηγὸν ἀνελόντι, δέδοται καθιέρωσις ὀπιμίων. καὶ τρισὶ μόνοις τούτου τυχεῖν ὑπῆρξε Ῥωμαίοις ἡγεμόσι, πρώτῳ Ῥωμύλῳ κτείναντι τὸν Καινινήτην Ἄκρωνα, δευτέρῳ Κορνηλίῳ Κόσσῳ Τυρρηνὸν ἀνελόντι Τολούμνιον, ἐπὶ πᾶσι δὲ Κλαυδίῳ Μαρκέλλῳ Βριτομάρτου κρατήσαντι Γαλατῶν βασιλέως.
瓦罗说,这些战利品被称为“opimia”,正如他们把丰足也称为“ops”一样。但若根据功业来解释,人们或许会说得更为可信;因为劳作被称为“opus”,而将领亲身立下奇功、斩杀敌方主帅者,方被授予奉献“opimia”之殊荣。 而获享此一荣誉的罗马将领仅有三人:第一位是斩杀凯尼纳人阿克隆的罗慕路斯;第二位是杀死伊特鲁里亚人托卢姆尼乌斯的科尔内利乌斯·科苏斯;最后一位则是制伏高卢人国王布里托马尔图斯的克劳狄乌斯·马尔凯卢斯。
Κόσσος μὲν οὖν καὶ Μάρκελλος ἤδη τεθρίπποις εἰσήλαυνον, αὐτοὶ τὰ τρόπαια φέροντες· Ῥωμύλον δʼ οὐκ ὀρθῶς φησιν ἅρματι χρήσασθαι Διονύσιος. Ταρκύνιον γὰρ ἱστοροῦσι τὸν Δημαράτου τῶν βασιλέων πρῶτον εἰς τοῦτο τὸ σχῆμα καὶ τὸν ὄγκον ἐξᾶραι τοὺς θριάμβους· ἕτεροι δὲ πρῶτον ἐφʼ ἅρματος θριαμβεῦσαι Ποπλικόλαν. τοῦ δὲ Ῥωμύλου τὰς εἰκόνας ὁρᾶν ἔστιν ἐν Ῥώμῃ τὰς τροπαιοφόρους πεζὰς ἁπάσας.
科苏斯与马尔凯卢斯当时已是驾乘四马战车进城,亲自运载战利品;但狄奥尼修斯声称罗慕路斯也使用了战车,则是错误的。因为史家记载,德马拉图斯之子塔克文是诸王中第一个将凯旋式提升到这等仪式与盛况的人;另有人说波普利科拉才是第一个驾战车举行凯旋式的人。况且在罗马可以见到的罗慕路斯负战利品的雕像,全部都是步行的姿态。
- 16.4ἀλλʼ ἢ τὰς οἰκίας ἐκέλευσε καθελόντας ἀκολουθεῖν
在否定词(οὐ)之后出现的 ἀλλʼ ἤ 是表示“除……之外不……”或“仅仅……”的惯用句式。它与前文的 οὐ μὴν ἠδίκησε τοὺς ἐγκαταληφθέντας(绝未伤害被俘之人)相承接,表示罗慕路斯并未加害城中之人,仅仅命令他们拆毁居所并跟随他前往罗马。
- 16.5ὧν κρατήσειεν
关系代词 ὧν 省略了先行词(如 τούτους 或 τούτων),其属格既受动词 κρατέω 支配,亦可视为关系代词向先行词属格的同化(attraction)。希求法 κρατήσειεν 为过去反身性/泛指性希求法(past general/iterative optative),表示过去一再发生的一般情况,即“凡其所征服者,便一概(兼并融合)”。
