← 普鲁塔克

罗慕路斯传

§15.1-15.5

塔拉修斯呼号与罗马婚俗的渊源

本节记述了婚礼呼号“塔拉修斯”的诸种渊源说,解释了抱新娘过门槛和以枪尖分发等罗马婚俗的来历,并给出了劫掠行动的具体日期。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

ἐν δὲ τοῖς ἁρπάζουσι τὰς παρθένους τότε τυχεῖν λέγουσι τῶν οὐκ ἐπιφανῶν τινας ἄγοντας1 κόρην τῷ τε κάλλει πολὺ καὶ τῷ μεγέθει διαφέρουσαν. ἐπεὶ δʼ ἀπαντῶντες ἔνιοι τῶν κρειττόνων ἐπεχείρουν ἀφαιρεῖσθαι, βοᾶν τοὺς ἄγοντας, ὡς Ταλασίῳ κομίζοιεν αὐτήν, ἀνδρὶ νέῳ μέν, εὐδοκίμῳ δὲ καὶ χρηστῷ·

据说,在当时掠夺处女的人群中,有几个并不显赫的人恰巧正带走一名在美貌与身材上都出类拔萃的少女。然而,当一些地位更高的人碰见并企图夺走她时,押送她的人便高声喊道,他们这是要把她送给塔拉修斯,一位年轻、有名望且品德高尚的男子。

§15.2

τοῦτʼ οὖν ἀκούσαντας εὐφημεῖν καὶ κροτεῖν ἐπαινοῦντας, ἐνίους δὲ καὶ παρακολουθεῖν ἀναστρέψαντας εὐνοίᾳ καὶ χάριτι τοῦ Ταλασίου, μετὰ βοῆς τοὔνομα φθεγγομένους. ἀφʼ οὗ δὴ τὸν Ταλάσιον ἄχρι νῦν, ὡς Ἕλληνες τὸν Ὑμέναιον, ἐπᾴδουσι Ῥωμαῖοι τοῖς γάμοις· καὶ γὰρ εὐτυχίᾳ φασὶ χρήσασθαι περὶ τὴν γυναῖκα τὸν Ταλάσιον. Σέξτιος δὲ Σύλλας ὁ Καρχηδόνιος, οὔτε μουσῶν οὔτε χαρίτων ἐπιδεὴς ἀνήρ, ἔλεγεν ἡμῖν ὅτι τῆς ἁρπαγῆς σύνθημα τὴν φωνὴν ἔδωκε ταύτην ὁ Ῥωμύλος· ἅπαντες οὖν ἐβόων τὸν Ταλάσιον οἱ τὰς παρθένους κομίζοντες, καὶ διὰ τοῦτο τοῖς γάμοις παραμένει τὸ ἔθος. οἱ δὲ πλεῖστοι νομίζουσιν, ὧν καὶ ὁ Ἰόβας ἐστί, παράκλησιν εἶναι καὶ παρακέλευσιν εἰς φιλεργίαν καὶ ταλασίαν, οὔπω τότε τοῖς Ἑλληνικοῖς ὀνόμασι τῶν Ἰταλικῶν ἐπικεχυμένων.2 εἰ δὲ τοῦτο μὴ λέγεται κακῶς, ἀλλʼ ἐχρῶντο Ῥωμαῖοι τότε τῷ ὀνόματι τῆς ταλασίας καθάπερ ἡμεῖς, ἑτέραν ἄν τις αἰτίαν εἰκάσειε πιθανωτέραν.

那些人听闻此言,便发出吉言喝彩,拍手称赞,有些人甚至出于对塔拉修斯的善意与尊崇,转身随同前往,并高声呼喊着这个名字。正因如此,直到今日,罗马人在婚礼上也唱起“塔拉修斯”,如同希腊人歌唱“许墨奈俄斯”一样;因为据说塔拉修斯在妻子之事上获得了极大的幸运。 但迦太基人塞克斯提乌斯·叙拉——一位既不乏文雅亦不乏风趣的男子——曾对我们说,罗慕路斯曾以这一呼号作为掠夺的暗号;因此所有押送处女的人都高喊“塔拉修斯”,而这一习俗也正因之在婚礼中保留下来。然而大多数人(尤巴亦在其中)认为,这是对勤劳和纺毛工作的劝勉与督促,因为当时意大利词汇尚未与希腊语词汇相混杂。但若这一说法并非不当,而是罗马人当时确实像我们一样使用纺毛一词,那么人们或许可以推想出另一个更为可信的原因。

§15.4

ἐπεὶ γὰρ οἱ Σαβῖνοι πρὸς τοὺς Ῥωμαίους πολεμήσαντες διηλλάγησαν, ἐγένοντο συνθῆκαι περὶ τῶν γυναικῶν, ὅπως μηδὲν ἄλλο ἔργον τοῖς ἀνδράσιν ἢ τὰ περὶ τὴν ταλασίαν ὑπουργῶσι. παρέμεινεν οὖν καὶ τοῖς αὖθις γαμοῦσι τοὺς διδόντας ἢ παραπέμποντας ἢ ὅλως παρόντας ἀναφωνεῖν3 τὸν Ταλάσιον μετὰ παιδιᾶς, μαρτυρομένους ὡς ἐπʼ οὐδὲν ἄλλο ὑπούργημα τῆς γυναικὸς ἢ ταλασίαν εἰσαγομένης.

因为萨宾人在与罗马人交战并达成和解之后,就妇女问题订立了条约,规定她们对丈夫除了服侍纺毛之事以外,不从事任何其他劳作。因此,在后世成婚时,送嫁者、护送者或在场的众人也都保留了这一习俗:嬉闹着高呼“塔拉修斯”,以此作证,表明女子迎娶进门除纺毛之外不再承担任何服役。

§15.5

διαμένει δὲ μέχρι νῦν τὸ τὴν νύμφην αὐτὴν ἀφʼ αὑτῆς μὴ ὑπερβαίνειν τὸν οὐδὸν εἰς τὸ δωμάτιον, ἀλλʼ αἰρομένην εἰσφέρεσθαι, διὰ τὸ καὶ τότε κομισθῆναι βιασθείσας, μὴ εἰσελθεῖν. ἔνιοι δὲ λέγουσι καὶ τὸ τὴν κόμην τῆς γαμουμένης αἰχμῇ διακρίνεσθαι δορατίου σύμβολον εἶναι τοῦ μετὰ μάχης καὶ πολεμικῶς τὸν πρῶτον γάμον γενέσθαι· περὶ ὧν ἐπὶ πλέον ἐν τοῖς Αἰτίοις εἰρήκαμεν. ἐτολμήθη μὲν οὖν ἡ ἁρπαγὴ περὶ τὴν ὀκτωκαιδεκάτην ἡμέραν τοῦ τότε Σεξτιλίου μηνός, Αὐγούστου δὲ νῦν, ἐν ᾗ τὴν τῶν Κωνσαλίων ἑορτὴν ἄγουσιν.

此外,新娘自己并不主动跨过通往洞房的门槛,而是被人抱起抬进去的习俗也一直留存至今,这是因为当年她们也是被迫被携运而入,并非自行走入。另有人说,用标枪的尖端挑开出嫁女子的头发,也是象征着初次的联姻是经历战斗并以武力方式促成的;关于这些事,我们在《原由录》中已有更详尽的论述。 于是,这次劫掠是在当时称为塞克斯提利斯月(即如今的八月)的大约第十八天冒险举行的,人们在那一天庆祝孔苏斯节。

语法注3 条
  1. 15.1τυχεῖν λέγουσι τῶν οὐκ ἐπιφανῶν τινας ἄγοντας

    由主动词 λέγουσι 所统摄的宾格不定式句式(τυχεῖν)。动词 τυγχάνω 后接宾格补充分词 ἄγοντας,与不定式的逻辑主语 τινας 一致,后者受部分属格 τῶν οὐκ ἐπιφανῶν 修饰。

  2. 15.3οὔπω τότε τοῖς Ἑλληνικοῖς ὀνόμασι τῶν Ἰταλικῶν ἐπικεχυμένων

    独立属格结构。以属格复数 τῶν Ἰταλικῶν(意大利词汇)为主语,完成时分词 ἐπικεχυμένων 支配与格 τοῖς Ἑλληνικοῖς ὀνόμασι(希腊词汇),用以说明背景原因。

  3. 15.4παρέμεινεν οὖν καὶ τοῖς αὖθις γαμοῦσι τοὺς διδόντας ἢ παραπέμποντας ἢ ὅλως παρόντας ἀναφωνεῖν

    不定式短语 ἀναφωνεῖν 作无人称动词 παρέμεινεν 的真正主语,其逻辑主语由宾格分词短语 τοὺς διδόντας ἢ παραπέμποντας ἢ ὅλως παρόντας 充当;与格 τοῖς αὖθις γαμοῦσι 为关涉与格(“对后代成婚者而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:15.1-15.5