- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:14.1-14.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
建城四个月后,罗慕路斯以敬奉孔苏斯神的节日为名举办盛会,并发出暗号掠夺萨宾少女。文中亦记述了关于被掳人数及赫尔西莉亚婚配的不同说法。
τετάρτῳ δὲ μηνὶ μετὰ τὴν κτίσιν, ὡς Φάβιος ἱστορεῖ, τὸ περὶ τὴν ἁρπαγὴν ἐτολμήθη τῶν γυναικῶν. καὶ λέγουσι μὲν ἔνιοι τὸν Ῥωμύλον αὐτὸν τῇ φύσει φιλοπόλεμον ὄντα, καὶ πεπεισμένον ἔκ τινων ἄρα λογίων ὅτι τὴν Ῥώμην πέπρωται πολέμοις τρεφομένην καὶ αὐξομένην γενέσθαι μεγίστην, βίας ὑπάρξαι πρὸς τοὺς Σαβίνους· οὐδὲ γὰρ πολλάς, ἀλλὰ τριάκοντα μόνας παρθένους λαβεῖν αὐτόν, ἅτε δὴ πολέμου μᾶλλον ἢ γάμων δεόμενον.
正如法比乌斯所记述的,在建城后的第四个月,发生了掠夺妇女的险举。有人说,罗慕路斯本人天性好战,又因某些神谕而深信罗马注定要通过战争的滋养和壮大而成为最强盛之邦,因而率先对萨宾人诉诸武力;因为据说他劫掠的并非多数,而仅是三十名处女,可见他需要的实为战争而非联姻。
τοῦτο δὲ οὐκ εἰκός· ἀλλὰ τὴν μὲν πόλιν ὁρῶν ἐποίκων εὐθὺς ἐμπιπλαμένην, ὧν ὀλίγοι γυναῖκας εἶχον, οἱ δὲ πολλοὶ μιγάδες ἐξ ἀπόρων καὶ ἀφανῶν ὄντες ὑπερεωρῶντο καὶ προσεδοκῶντο μὴ συμμενεῖν βεβαίως, ἐλπίζων δὲ πρὸς τοὺς Σαβίνους τρόπον τινὰ συγκράσεως καὶ κοινωνίας ἀρχὴν αὐτοῖς τὸ ἀδίκημα ποιήσειν ὁμηρευσαμένοις τὰς γυναῖκας,1 ἐπεχείρησε τῷ ἔργῳ τόνδε τὸν τρόπον.
然而,这并不近情理。相反,他看到城邦虽随即挤满了定居者,其中却少有人拥有妻子,而大众作为贫寒且籍籍无名之辈的乌合之众,备受轻视且难以长久稳固地团结在一起;他又指望通过扣押这些妇女为人质,此项不义之举能在某种程度上为他们与萨宾人开启融合与联合的开端,于是便以如下方式着手实施了这一行动。
διεδόθη λόγος ὑπʼ αὐτοῦ πρῶτον, ὡς θεοῦ τινος ἀνευρήκοι βωμὸν ὑπὸ γῆς κεκρυμμένον. ὠνόμαζον δὲ τὸν θεὸν Κῶνσον, εἴτε βουλαῖον ὄντα (κωνσίλιον γὰρ ἔτι νῦν τὸ συμβούλιον καλοῦσι καὶ τοὺς ὑπάτους κώνσουλας οἷον προβούλους), εἴτε ἵππιον Ποσειδῶ. καὶ γὰρ ὁ βωμὸς ἐν τῷ μείζονι τῶν ἱπποδρόμων ἐστίν, ἀφανὴς τὸν ἄλλον χρόνον, ἐν δὲ τοῖς ἱππικοῖς ἀγῶσιν ἀνακαλυπτόμενος.
首先,由他散布传闻,称自己在地下发现了一座隐匿的某位神祇的祭坛。人们称这位神为孔苏斯,无论他是指谋略之神(因为他们至今仍将评议会称为consilium,将执政官视为议事长官而称为consul),还是指骑兵神波塞冬。因为那座祭坛确实位于最大的赛马场中,平时隐而不见,唯有在赛马竞技时才被揭开。
οἱ δὲ καὶ ὅλως φασί, τοῦ βουλεύματος ἀπορρήτου καὶ ἀφανοῦς ὄντος, ὑπόγειον οὐκ ἀλόγως τῷ θεῷ βωμὸν γενέσθαι καὶ κεκρυμμένον. ὡς δʼ ἀνεφάνη, θυσίαν τε λαμπρὰν ἐπʼ αὐτῷ καὶ ἀγῶνα καὶ θέαν ἐκ καταγγελίας ἐπετέλει πανηγυρικήν. καὶ πολλοὶ μὲν ἄνθρωποι συνῆλθον, αὐτὸς δὲ προὐκάθητο μετὰ τῶν ἀρίστων, ἁλουργίδι κεκοσμημένος.
另有人断言,从根本上讲,既然谋略是隐秘且不为人知的,这位神祇的祭坛置于地下并被隐藏起来也就是合情合理的。当祭坛显现时,他便依公告在该处举行了盛大的祭祀、竞技与节庆观瞻活动。许多人聚集而来,他本人则身披紫袍,与最优秀的人一同坐在前列。
ἦν δὲ τοῦ καιροῦ τῆς ἐπιχειρήσεως σύμβολον, ἐξαναστάντα τὴν ἁλουργίδα πτύξαι καὶ περιβαλέσθαι πάλιν.2 ἔχοντες οὖν ξίφη πολλοὶ προσεῖχον αὐτῷ, καὶ τοῦ σημείου γενομένου, σπασάμενοι τὰ ξίφη καὶ μετὰ βοῆς ὁρμήσαντες, ἥρπαζον τὰς θυγατέρας τῶν Σαβίνων, αὐτοὺς δὲ φεύγοντας εἴων καὶ παρίεσαν.
发起行动的时机暗号,是他站起身来,将紫袍折叠后再度披在身上。于是,许多携带利剑的人注视着他;暗号一出,他们拔出利剑,高声呼喊着冲上前去,劫掠萨宾人的女儿们,却任由逃窜的男子离去而不加阻拦。
ἁρπασθῆναι δέ φασιν οἱ μὲν τριάκοντα μόνας, ἀφʼ ὧν καὶ τὰς φρατρίας ὀνομασθῆναι· Οὐαλέριος δʼ Ἀντίας ἑπτὰ καὶ εἴκοσι καὶ πεντακοσίας, Ἰόβας δὲ τρεῖς καὶ ὀγδοήκοντα καὶ ἑξακοσίας, παρθένους. ὃ μέγιστον ἦν ἀπολόγημα τῷ Ῥωμύλῳ· γυναῖκα γὰρ οὐ λαβεῖν ἀλλʼ ἢ μίαν Ἑρσιλίαν,3 διαλαθοῦσαν αὐτούς, ἅτε δὴ μὴ μεθʼ ὕβρεως μηδʼ ἀδικίας ἐλθόντας ἐπὶ τὴν ἁρπαγήν, ἀλλὰ συμμεῖξαι καὶ συναγαγεῖν εἰς ταὐτὸ τὰ γένη ταῖς μεγίσταις ἀνάγκαις διανοηθέντας.
有人说被掠夺的仅有三十人,各库里亚也由此得名;但瓦勒里乌斯·安提阿斯说是五百二十七人,尤巴则说是六百八十三名处女。这对罗慕路斯而言是最大的辩解:因为他们除了因未加察觉而掠走的一位赫尔西莉亚之外,并未掠走任何已婚妇女;这表明他们诉诸劫掠并非出于暴戾与不公,而是意图通过至关重大的强力约束,将两族融合并汇聚为一体。
τὴν δʼ Ἑρσιλίαν οἱ μὲν Ὁστίλιον γῆμαι λέγουσιν, ἄνδρα Ῥωμαίων ἐπιφανέστατον, οἱ δʼ αὐτὸν Ῥωμύλον, καὶ γενέσθαι καὶ παῖδας αὐτῷ, μίαν μὲν θυγατέρα Πρίμαν, τῇ τάξει τῆς γενέσεως οὕτω προσαγορευθεῖσαν, ἕνα δʼ υἱὸν μόνον, ὃν Ἀόλλιον μὲν ἐκεῖνος ἀπὸ τῆς γενομένης ἀθροίσεως ὑπʼ αὐτοῦ τῶν πολιτῶν ὠνόμασεν, οἱ δʼ ὕστερον Ἀβίλλιον. ἀλλὰ ταῦτα μὲν ἱστορῶν Ζηνόδοτος ὁ Τροιζήνιος πολλοὺς ἔχει τοὺς ἀντιλέγοντας.
关于这位赫尔西莉亚,有人说罗马人中最显赫的霍斯蒂利乌斯娶了她,另有人则说是罗慕路斯本人,且她为他生下了子嗣:一个独生女普丽玛,因出生顺序而得此名;以及唯一的儿子,罗慕路斯因自己召集了公民而将其命名为奥利乌斯,后人则称其为阿比利乌斯。然而,记述这些事情的特罗曾人泽诺多托斯遭到了许多人的反驳。
- 14.2ὁμηρευσαμένοις τὰς γυναῖκας
动词 ὁμηρεύω 本义为不及物的“充当人质”,此处中动语态分词 ὁμηρευσαμένοις 带有直接宾语 τὰς γυναῖκας,具有及物/使役含义(“扣押妇女为人质”)。该与格分词与不定式 ποιήσειν 的间接宾语 αὐτοῖς 保持一致。
- 14.5ἐξαναστάντα τὴν ἁλουργίδα πτύξαι καὶ περιβαλέσθαι πάλιν
宾格分词 ἐξαναστάντα 用作不定式 πτύξαι 和 περιβαλέσθαι 的逻辑主语,整个不定式短语作为表语,具体说明主干 ἦν ... σύμβολον 的内容(“暗号乃是站起身来,将紫袍折叠后再度披上”)。
- 14.6ἀλλʼ ἢ μίαν Ἑρσιλίαν
短语 οὐ ... ἀλλʼ ἤ 是古典希腊语表达“除……之外别无”(other than, except)的固定搭配。它与前面的否定词 οὐ 呼应,意为“除赫尔西莉亚一人之外(并未掳走任何已婚妇女)”。
