← 普鲁塔克

罗慕路斯传

§13.1-13.6

元老院的创立与庇护制度的建立

建城之后,罗慕路斯将民众编组为军团与平民群体,并选拔百名显要创立元老院与贵族阶层。同时,他确立了恩护人与门客的庇护制度,奠定了两阶层间互助与道义责任的社会秩序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

κτισθείσης δὲ τῆς πόλεως, πρῶτον μὲν ὅσον ἦν ἐν ἡλικίᾳ πλῆθος εἰς συντάγματα στρατιωτικὰ διεῖλεν. ἕκαστον δὲ σύνταγμα πεζῶν τρισχιλίων ἦν καὶ τριακοσίων ἱππέων. ἐκλήθη δὲ λεγεὼν τῷ λογάδας εἶναι τοὺς μαχίμους ἐκ πάντων.1 ἔπειτα τοῖς μὲν ἄλλοις ἐχρῆτο δήμῳ, καὶ ποπούλους ὠνομάσθη τὸ πλῆθος· ἑκατὸν δὲ τοὺς ἀρίστους ἀπέδειξε βουλευτάς, καὶ αὐτοὺς μὲν πατρικίους, τὸ δὲ σύστημα σενᾶτον προσηγόρευσεν.

城邦建立之后,他首先将所有适龄的民众编入军队建制。每个建制拥有三千步兵和三百骑兵。由于参战者是从众人中挑选出来的,该队伍被称为军团。随后,他将余者作为平民对待,民众总体被称为人民;他又任命一百名最优秀的人物为议员,称呼他们本人为贵族,称呼这一团体为元老院。

§13.2

ὁ μὲν οὖν σενᾶτος ἀτρεκῶς γερουσίαν σημαίνει· πατρικίους δὲ τοὺς βουλευτὰς κληθῆναι λέγουσιν οἱ μὲν ὅτι παίδων γνησίων πατέρες ἦσαν, οἱ δὲ μᾶλλον ὡς αὐτοὺς ἔχοντας ἑαυτῶν ἀποδεῖξαι πατέρας,2 ὅπερ οὐ πολλοῖς ὑπῆρξε τῶν πρώτων εἰς τὴν πόλιν συρρεόντων· οἱ δʼ ἀπὸ τῆς πατρωνείας· οὕτω γὰρ ἐκάλουν τὴν προστασίαν καὶ καλοῦσιν ἄχρι νῦν, οἰόμενοι Πάτρωνά τινα τῶν σὺν Εὐάνδρῳ παραγενομένων, κηδεμονικὸν τῶν ὑποδεεστέρων ὄντα καὶ βοηθητικόν, ἀφʼ αὑτοῦ τῷ πράγματι ταύτην τὴν προσηγορίαν ἀπολιπεῖν.

元老院确切的意思正是长者会。至于议员们被称为贵族的原因,有人说是因为他们是合法子女的父亲;另有人则认为,是因为他们能够证明自己的父亲是谁,而在最早涌入城邦的人当中,能做到此点的并不多;还有人认为这源于恩护关系,因为他们从前这样称呼庇护之事,至今依然如此称呼,他们认为与埃万德尔同来的某位名为帕特隆的人,因对地位低下者关怀备至且乐于援助,便以此人名给这一体制留下了该称呼。

§13.3

μάλιστα δʼ ἄν τις τυγχάνοι τοῦ εἰκότος, εἰ νομίζοι τὸν Ῥωμύλον ἀξιοῦντα τοὺς πρώτους καὶ δυνατωτάτους πατρικῇ κηδεμονίᾳ καὶ φροντίδι προσήκειν ἐπιμελεῖσθαι τῶν ταπεινοτέρων,3 ἅμα δὲ τοὺς ἄλλους διδάσκοντα μὴ δεδιέναι μηδʼ ἄχθεσθαι ταῖς τῶν κρειττόνων τιμαῖς, ἀλλὰ χρῆσθαι μετʼ εὐνοίας καὶ νομίζοντας καὶ προσαγορεύοντας πατέρας, οὕτως ὀνομάσαι.

不过,如果有人认为,这是由于罗慕路斯主张地位最高且权势最显赫者应当以父辈般的照料与关怀来庇护较为卑微之人,同时教导其他人不必畏惧也不要怨恨优越者的尊荣,而是怀着善意对待他们,既把他们视作父亲又这样称呼他们,因而作此命名,那么此人或许最切中实际。

§13.4

καὶ γὰρ ἄχρι νῦν τοὺς ἐν συγκλήτῳ τελοῦντας οἱ μὲν ἔξωθεν ἄνδρας ἡγεμόνας καλοῦσιν, αὐτοὶ δὲ Ῥωμαῖοι πατέρας συγγεγραμμένους, τῷ μέγιστον μὲν ἀξίωμα καὶ τιμήν, ἥκιστα δὲ φθόνον ἔχοντι χρώμενοι τῶν ὀνομάτων. ἐν ἀρχῇ μὲν οὖν πατέρας αὐτοὺς μόνον, ὕστερον δὲ πλειόνων προσαναλαμβανομένων πατέρας συγγεγραμμένους προσηγόρευσαν.

事实上,直到如今,外邦人称元老院成员为主脑,罗马人自己则称他们为入册之父,采用了兼具至高尊严与荣誉、却又最少招致忌恨的称谓。起初他们仅称其为父,后来随着吸纳了更多人,便称其为入册之父。

§13.5

καὶ τοῦτο μὲν ἦν ὄνομα σεμνότερον αὐτῷ τῆς πρὸς τὸ δημοτικὸν τοῦ βουλευτικοῦ διαφορᾶς·4 ἑτέροις δὲ τοὺς δυνατοὺς ἀπὸ τῶν πολλῶν διῄρει, πάτρωνας ὀνομάζων, ὅπερ ἐστὶ προστάτας, ἐκείνους δὲ κλίεντας, ὅπερ ἐστὶ πελάτας· ἅμα δὲ πρὸς ἀλλήλους θαυμαστὴν εὔνοιαν αὐτοῖς καὶ μεγάλων δικαίων ὑπάρξουσαν ἐνεποίησεν. οὗτοι μὲν γὰρ ἐξηγητάς τε τῶν νομίμων καὶ προστάτας δικαζομένοις συμβούλους τε πάντων καὶ κηδεμόνας ἑαυτοὺς παρεῖχον, ἐκεῖνοι δὲ τούτους ἐθεράπευον, οὐ μόνον τιμῶντες, ἀλλὰ καὶ πενομένοις θυγατέρας συνεκδιδόντες καὶ χρέα συνεκτίνοντες, καταμαρτυρεῖν τε πελάτου προστάτην ἢ προστάτου πελάτην5 οὔτε νόμος οὐδεὶς οὔτʼ ἄρχων ἠνάγκαζεν. ὕστερον δὲ τῶν ἄλλων δικαίων μενόντων, τὸ λαμβάνειν χρήματα τοὺς δυνατοὺς παρὰ τῶν ταπεινοτέρων αἰσχρὸν ἐνομίσθη καὶ ἀγεννές. ταῦτα μὲν οὖν περὶ τούτων.

对他而言,这是表明议员阶层与平民阶层之区别的更为庄重的名称;而他又以另外的名号将权贵与大众划分开来,称前者为恩护人即庇护者,称后者为门客即附庸;同时,他在他们之间激发起非同寻常的彼此善意,这种善意成为了重大法律权利的渊源。因为前者充当法律的解释者,为诉讼者充当辩护者,并在一切事务中充当顾问与监护人;后者则侍奉前者,不仅尊敬他们,还在他们贫困时协助出资为女儿置办嫁妆、共同偿清债务;没有任何法律或长官会强迫恩护人作证不利于门客,或强迫门客作证不利于恩护人。后来,在其他权利依旧保留的情况下,权贵从卑微者手中收取金钱被视为可耻且鄙劣的行为。关于这些事情,大体便是如此。

语法注5 条
  1. 13.1τῷ λογάδας εἶναι τοὺς μαχίμους ἐκ πάντων

    带冠词不定式与格 τῷ εἶναι 表示原因,说明军团(拉丁语 legio 源自 legere,意为挑选)这一名称的词源解释,即战卒乃是从所有人中“挑选出来的(λογάδες)”。不定式的主语为宾格 τοὺς μαχίμους,表语为宾格 λογάδας。

  2. 13.2ὡς αὐτοὺς ἔχοντας ἑαυτῶν ἀποδεῖξαι πατέρας

    连词 ὡς 搭配宾格分词 ἔχοντας,与前文的 ὅτι 从句相并列,表示一种传闻或主张的主观理由。ἔχω 结合不定式 ἀποδεῖξαι 表示能力(“能够指认/证明”),αὐτούς 为分词的宾格逻辑主语,ἑαυτῶν 为所属属格修饰 πατέρας。

  3. 13.3ἀξιοῦντα τοὺς πρώτους καὶ δυνατωτάτους πατρικῇ κηδεμονίᾳ καὶ φροντίδι προσήκειν ἐπιμελεῖσθαι τῶν ταπεινοτέρων

    分词 ἀξιοῦντα(修饰宾格主语 Ῥωμύλον)支配非人称不定式 προσήκειν,后者进一步支配宾格主语 τοὺς πρώτους καὶ δυνατωτάτους 以及补充不定式 ἐπιμελεῖσθαι。通常 προσήκει 支配人称与格,但此处在不定式结构中采取了宾格加不定式的形态。

  4. 13.5τῆς πρὸς τὸ δημοτικὸν τοῦ βουλευτικοῦ διαφορᾶς

    修饰名词 ὄνομα 的属格。指称“父老”这一头衔在体现元老院阶层(τοῦ βουλευτικοῦ)相对于平民阶层(πρὸς τὸ δημοτικόν)的尊显与区分(διαφορά)时更为庄严。

  5. 13.6καταμαρτυρεῖν τε πελάτου προστάτην ἢ προστάτου πελάτην

    复合动词 καταμαρτυρέω 支配作证不利对象的属格(πελάτου, προστάτου),而不定式的主语则由宾格(προστάτην, πελάτην)充任,整体受 ἠνάγκαζεν 支配构成宾格加不定式结构,意为“保护人作证不利于门客,或门客作证不利于保护人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:13.1-13.6