← 普鲁塔克

罗慕路斯传

§12.1-12.6

罗马建城日期与占星术士塔鲁提乌斯的推算

本段记述了罗马建城的日期(与四月二十一日的帕里利亚节同日)以及相传伴随建城发生的人间日食,并记载了哲学家瓦罗委托占星家塔鲁提乌斯根据历史事迹逆推罗慕路斯受孕、降生与建城的准确年月日时的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

ὅτι μὲν οὖν ἡ κτίσις ἡμέρᾳ γένοιτο τῇ πρὸ ἕνδεκα καλανδῶν Μαΐων,1 ὁμολογεῖται, καὶ τὴν ἡμέραν ταύτην ἑορτάζουσι Ῥωμαῖοι, γενέθλιον τῆς πατρίδος ὀνομάζοντες. ἐν ἀρχῇ δʼ ὥς φασιν οὐδὲν ἔμψυχον ἔθυον, ἀλλὰ καθαρὰν καὶ ἀναίμακτον ᾤοντο δεῖν τῇ πατρίδι τὴν ἐπώνυμον τῆς γενέσεως ἑορτὴν φυλάττειν. οὐ μὴν ἀλλὰ καὶ πρὸ τῆς κτίσεως βοτηρική τις ἦν αὐτοῖς ἑορτὴ κατὰ ταύτην τὴν ἡμέραν, καὶ Παρίλια προσηγόρευον αὐτήν.

建城之事发生在五月朔日十一日前的那一天,这是公认的;罗马人庆祝此日,称之为祖国的诞辰。据说起初他们不献祭任何有生命之物,而是认为应当为祖国将这个以诞生命名的节日保持为纯洁且不流血的祭典。不过,甚至在建城之前,他们在此日就已有一种牧人节日,并称之为帕里利亚节。

§12.2

νῦν μὲν οὖν οὐδὲν αἱ Ῥωμαϊκαὶ νουμηνίαι πρὸς τὰς Ἑλληνικὰς ὁμολογούμενον ἔχουσιν· ἐκείνην δὲ τὴν ἡμέραν, ᾗ τὴν πόλιν ὁ Ῥωμύλος ἔκτιζεν, ἀτρεκῆ τριακάδα τυχεῖν λέγουσι, καὶ σύνοδον ἐκλειπτικὴν ἐν αὐτῇ γενέσθαι σελήνης πρὸς ἥλιον, ἣν εἰδέναι καὶ Ἀντίμαχον οἴονται τὸν Τήιον ἐποποιόν, ἔτει τρίτῳ τῆς ἕκτης ὀλυμπιάδος συμπεσοῦσαν.

如今,罗马的朔日与希腊的朔日已无任何契合之处;但人们说,罗慕路斯建城的那一日恰值确凿的晦日,当日发生了月亮与太阳的日食性交会,人们认为忒奥斯的叙事诗人安提马库斯也知晓此事,它正巧落在第六届奥林匹亚赛会的第三年。

§12.3

ἐν δὲ τοῖς κατὰ Βάρρωνα τὸν φιλόσοφον χρόνοις, ἄνδρα Ῥωμαίων ἐν ἱστορίᾳ βυβλιακώτατον, ἦν Ταρούτιος ἑταῖρος αὐτοῦ, φιλόσοφος μὲν ἄλλως καὶ μαθηματικός, ἁπτόμενος δὲ τῆς περὶ τὸν πίνακα μεθόδου θεωρίας ἕνεκα καὶ δοκῶν ἐν αὐτῇ περιττὸς εἶναι.

在哲学家瓦罗——罗马人中精研史籍最为博洽之人——的时代,他有一位同伴塔鲁提乌斯,此人兼为哲学家与数学家,出于理论探讨之故而涉猎星盘之术,且在此道中被视为造诣卓越。

§12.4

τούτῳ προὔβαλεν ὁ Βάρρων ἀναγαγεῖν τὴν Ῥωμύλου γένεσιν εἰς ἡμέραν καὶ ὥραν, ἐκ τῶν λεγομένων ἀποτελεσμάτων περὶ τὸν ἄνδρα ποιησάμενον τὸν συλλογισμόν, ὥσπερ αἱ τῶν γεωμετρικῶν ὑφηγοῦνται προβλημάτων ἀναλύσεις· τῆς γὰρ αὐτῆς θεωρίας εἶναι,2 χρόνον τε λαβόντας ἀνθρώπου γενέσεως βίον προειπεῖν, καὶ βίῳ δοθέντι3 θηρεῦσαι χρόνον.

瓦罗向他提出,应宛如几何学题目的解析法所指导的那样,根据关乎该人物的诸般既知结果进行推论,将罗慕路斯的诞生追溯至具体的一日与一时;因为掌握一个人诞生的时辰以预言其生平,与在给定生平的情况下探求其时辰,乃是属于同一门学问。

§12.5

ἐποίησεν οὖν τὸ προσταχθὲν ὁ Ταρούτιος, καὶ τά τε πάθη καὶ τὰ ἔργα τοῦ ἀνδρὸς ἐπιδών, καὶ χρόνον ζωῆς καὶ τρόπον τελευτῆς καὶ πάντα τὰ τοιαῦτα συνθείς, εὖ μάλα τεθαρρηκότως καὶ ἀνδρείως ἀπεφήνατο, τὴν μὲν ἐν τῇ μητρὶ τοῦ Ῥωμύλου γεγονέναι σύλληψιν ἔτει πρώτῳ τῆς δευτέρας ὀλυμπιάδος ἐν μηνὶ κατʼ Αἰγυπτίους Χοιὰκ τρίτῃ καὶ εἰκάδι τρίτης ὥρας, καθʼ ἣν ὁ ἥλιος ἐξέλιπε παντελῶς, τὴν δʼ ἐμφανῆ γέννησιν ἐν μηνὶ Θωὺθ ἡμέρᾳ πρώτῃ μετʼ εἰκάδα περὶ ἡλίου ἀνατολάς· κτισθῆναι δὲ τὴν Ῥώμην ὑπʼ αὐτοῦ τῇ ἐνάτῃ Φαρμουθὶ μηνὸς ἱσταμένου μεταξὺ δευτέρας ὥρας καὶ τρίτης. ἐπεὶ καὶ πόλεως τύχην ὥσπερ ἀνθρώπου κύριον ἔχειν οἴονται χρόνον, ἐκ τῆς πρώτης γενέσεως πρὸς τὰς τῶν ἀστέρων ἐποχὰς θεωρούμενον. ἀλλὰ ταῦτα μὲν ἴσως καὶ τὰ τοιαῦτα τῷ ξένῳ καὶ περιττῷ προσάξεται μᾶλλον ἢ διὰ τὸ μυθῶδες ἐνοχλήσει τοὺς ἐντυγχάνοντας αὐτοῖς.

于是塔鲁提乌斯履行了托付之事,他查阅了该人的境遇与功业,综合其寿命长短、逝世方式以及所有类似情状,极具自信且果决地断言:罗慕路斯在母胎中的受孕发生在第二届奥林匹亚赛会的第一年、按埃及人历法的赫亚克月第二十三日第三时,当时太阳发生了全食;而他可见的降生则在托特月第二十一日的日出前后;罗马则由他在法尔穆提月初九的第二时与第三时之间建立。因为人们认为,正如人的命运一样,城邦的命运亦有一个决定性的时刻,自最初的诞生起参照星宿的方位加以推求。然而,这些乃至类似的事情,或许因其新奇精妙而更能吸引读者,倒不致因其带有神话色彩而使读者心生厌烦。

语法注3 条
  1. 12.1τῇ πρὸ ἕνδεκα καλανδῶν Μαΐων

    对拉丁语固定日期表达公式 ante diem undecimum Kalendas Maias(五月朔日十一日前,即四月二十一日)的希腊语仿译。阴性与格定冠词 τῇ 将介词短语名词化,构成表示时间的与格。

  2. 12.4τῆς γὰρ αὐτῆς θεωρίας εἶναι

    在由 γάρ 引导的原因从句中使用不定词 εἶναι,是作为间接引语(oratio obliqua)的延续,转述瓦罗当时提出的推理依据。表语属格 τῆς αὐτῆς θεωρίας 表示“属于同一门理论/学问的范畴”。

  3. 12.4βίῳ δοθέντι

    与前文的宾格分词短语 χρόνον τε λαβόντας(“在获得了时辰之后”)形成对照的与格分词短语,意为“在(前提上)给定了生平之后”,用作表示条件或伴随状况的与格,体现了占星逆算对称的两个过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:12.1-12.6