← 普鲁塔克

罗慕路斯传

§11.1-11.3

依照伊特鲁里亚仪轨划定城界

罗慕路斯在埋葬雷穆斯后,遵循埃特鲁里亚仪轨挖掘了名为“蒙杜斯”的圆穴,并驾牛执犁划定城界。该界线被称为“波梅里乌姆”,文中阐述了除城门外的整座城墙皆被视为神圣的原由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

ὁ δὲ Ῥωμύλος ἐν τῇ Ῥεμωρίᾳ θάψας τὸν Ῥέμον ὁμοῦ καὶ τοὺς τροφεῖς, ᾤκιζε τὴν πόλιν, ἐκ Τυρρηνίας μεταπεμψάμενος ἄνδρας ἱεροῖς τισι θεσμοῖς καὶ γράμμασιν ὑφηγουμένους ἕκαστα καὶ διδάσκοντας ὥσπερ ἐν τελετῇ. βόθρος γὰρ ὠρύγη περὶ τὸ νῦν Κομίτιον κυκλοτερής, ἀπαρχαί τε πάντων, ὅσοις νόμῳ μὲν ὡς καλοῖς ἐχρῶντο, φύσει δʼ ὡς ἀναγκαίοις, ἀπετέθησαν ἐνταῦθα. καὶ τέλος ἐξ ἧς ἀφῖκτο γῆς ἕκαστος ὀλίγην κομίζων μοῖραν ἔβαλλον εἰς ταὐτὸ καὶ συνεμείγνυον.1

罗慕路斯将雷穆斯及养育者们合葬于雷穆里亚后,便着手建城。他从梯里尼亚召来若干人士,依照某些神圣法规与书卷,宛如举行密仪般对诸项事宜予以指导与传授。原来,他们在如今的集会场一带挖掘了一座圆形地穴,凡依习俗视作美好、依天性视为必需之诸物初熟之果,皆放置于其中。最后,每人各取少许自身所出之乡土,投入同一处并混合为一。

§11.2

καλοῦσι δὲ τὸν βόθρον τοῦτον ᾧ καὶ τὸν ὄλυμπον ὀνόματι μοῦνδον. εἶθʼ ὥσπερ κύκλον κέντρῳ περιέγραψαν τὴν πόλιν. ὁ δʼ οἰκιστὴς ἐμβαλὼν ἀρότρῳ χαλκῆν ὕνιν, ὑποζεύξας δὲ βοῦν ἄρρενα καὶ θήλειαν, αὐτὸς μὲν ἐπάγει περιελαύνων αὔλακα βαθεῖαν τοῖς τέρμασι, τῶν δʼ ἑπομένων ἔργον ἐστίν, ἃς ἀνίστησι βώλους τὸ ἄροτρον, καταστρέφειν εἴσω καὶ μηδεμίαν ἔξω περιορᾶν ἐκτρεπομένην.

他们用称呼天宇的同一名称将此地穴称作“蒙杜斯”。随后,他们宛如以圆心画圆一般画出城池的轮廓。建城始祖为犁装上青铜犁铧,将一头公牛与一头母牛同套于轭下,亲自赶牛绕行,沿边界犁出一道深沟;而跟随在后的人们的职责,则是将犁翻起的土块悉数翻向内侧,不容任何一块留在外侧。

§11.3

τῇ μὲν οὖν γραμμῇ τὸ τεῖχος ἀφορίζουσι, καὶ καλεῖται κατὰ συγκοπὴν πωμήριον, οἷον ὄπισθεν τείχους ἢ μετὰ τεῖχος· ὅπου δὲ πύλην ἐμβαλεῖν διανοοῦνται, τὴν ὕνιν ἐξελόντες καὶ τὸ ἄροτρον ὑπερθέντες διάλειμμα ποιοῦσιν. ὅθεν ἅπαν τὸ τεῖχος ἱερὸν πλὴν τῶν πυλῶν νομίζουσι· τὰς δὲ πύλας ἱερὰς νομίζοντας οὐκ ἦν ἄνευ δεισιδαιμονίας2 τὰ μὲν δέχεσθαι, τὰ δʼ ἀποπέμπειν τῶν ἀναγκαίων καὶ μὴ καθαρῶν.

于是人们以这条线界定城墙的范围,因音节省略而被称为“波梅里乌姆”,意为“城墙之后”或“城墙之外”。而在他们打算设置城门之处,便卸下犁铧,将犁抬起跨过,留出一处空隙。因此,他们视全座城墙为神圣,唯独将城门除外;因为倘若将城门亦视为神圣,人们在将虽不可或缺却不洁净之物有的迎入、有的遣出时,便难以免除宗教上的戒惧与忌讳。

语法注2 条
  1. 11.1ἕκαστος ὀλίγην κομίζων μοῖραν ἔβαλλον εἰς ταὐτὸ καὶ συνεμείγνυον

    单数主语 ἕκαστος(以及与之性数一致的单数分词 κομίζων)支配了复数动词 ἔβαλλον 与 συνεμείγνυον。此为典型的“依意合式”(constructio ad sensum),因分配性单数主语在概念上指代众人。

  2. 11.3τὰς δὲ πύλας ἱερὰς νομίζοντας οὐκ ἦν ἄνευ δεισιδαιμονίας

    宾格分词 νομίζοντας 作无人称结构 οὐκ ἦν(表可能,“不可能……”)所支配的不定式(δέχεσθαι... ἀποπέμπειν)的逻辑主语(泛指一般人)。在语义上,该分词还隐含有条件句意味(“若将城门亦视为神圣”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:11.1-11.3