← 普鲁塔克

忒修斯传

§35.1-35.5

忒修斯归国受阻遇害斯库罗斯与获封英雄

忒修斯经赫拉克勒斯斡旋获释并返回雅典,但无法平息内讧,遂退往斯库罗斯岛,却遭吕科墨得斯杀害;其后其诸子重夺王位,马拉松战役显圣后忒修斯被尊为英雄祭祀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.1

Ἀϊδωνέως δὲ τοῦ Μολοσσοῦ ξενίζοντος Ἡρακλέα καὶ τῶν περὶ τὸν Θησέα καὶ Πειρίθουν κατὰ τύχην μνησθέντος, ἅ τε πράξοντες ἦλθον καὶ ἃ φωραθέντες ἔπαθον, βαρέως ἤνεγκεν ὁ Ἡρακλῆς, τοῦ μὲν ἀπολωλότος ἀδόξως, τοῦ δὲ ἀπολλυμένου.1 καὶ περὶ Πειρίθου μὲν οὐδὲν ᾤετο ποιήσειν πλέον ἐγκαλῶν, τὸν δὲ Θησέα παρῃτεῖτο καὶ χάριν ἠξίου ταύτην αὐτῷ δοθῆναι.

当莫罗索斯人埃多纽斯款待赫拉克勒斯并偶然提及忒修斯和庇里托俄斯之事——即他们企图做什么而来、在败露后又遭受了什么——赫拉克勒斯感到十分沉痛,因为一人已可耻地丧生,而另一人也濒临灭绝。关于庇里托俄斯,他认为即使责难也无济于事,但他为忒修斯求情,请求将此作为恩惠赐予自己。

§35.2

συγχωρήσαντος δὲ τοῦ Ἀϊδωνέως, λυθεὶς ὁ Θησεὺς ἐπανῆλθε μὲν εἰς τὰς Ἀθήνας, οὐδέπω παντάπασι τῶν φίλων αὐτοῦ κεκρατημένων, καὶ ὅσα ὑπῆρχε τεμένη πρότερον αὐτῷ τῆς πόλεως ἐξελούσης ἅπαντα καθιέρωσε τῷ Ἡρακλεῖ καὶ προσηγόρευσεν ἀντὶ Θησείων Ἡράκλεια, πλὴν τεσσάρων, ὡς Φιλόχορος ἱστόρηκεν. αὖθις δὲ βουλόμενος ὡς πρότερον ἄρχειν καὶ καθηγεῖσθαι τοῦ πολιτεύματος εἰς στάσεις ἐνέπεσε καὶ ταραχάς, οὓς μὲν ἀπέλιπε μισοῦντας αὐτὸν εὑρίσκων τὸ μὴ φοβεῖσθαι τῷ μισεῖν προσειληφότας,2 ἐν δὲ τῷ δήμῳ πολὺ τὸ διεφθαρμένον ὁρῶν καὶ θεραπεύεσθαι βουλόμενον ἀντὶ τοῦ ποιεῖν σιωπῇ τὸ προσταττόμενον.

埃多纽斯允准之后,获释的忒修斯回到了雅典,当时他的友人尚未彻底被压制。城邦从前曾为他拨出的圣地,除了四处之外,他全部献给了赫拉克勒斯,并改称“赫拉克勒斯圣地”而非“忒修斯圣地”,正如菲洛科洛斯所记载的那样。然而,当他希望像从前一样再次统治并领导政体时,却陷入了党争和动乱之中;因为他发现,自己当初留下的那些仇恨他的人,如今在仇恨之外又增添了无所畏惧,而在民众之中,他也看到普遍的败坏,他们期望受到奉承讨好,而非默默遵行指令。

§35.3

ἐπιχειρῶν οὖν βιάζεσθαι κατεδημαγωγεῖτο καὶ κατεστασιάζετο. καὶ τέλος ἀπογνοὺς τὰ πράγματα τοὺς μὲν παῖδας εἰς Εὔβοιαν ὑπεξέπεμψε πρὸς Ἐλεφήνορα τὸν Χαλκώδοντος, αὐτὸς δὲ Γαργηττοῖ κατὰ τῶν Ἀθηναίων ἀρὰς θέμενος, οὗ νῦν ἔστι τὸ καλούμενον Ἀρατήριον, εἰς Σκῦρον ἐξέπλευσεν, οὔσης αὐτῷ πρὸς τοὺς ἐκεῖ φιλίας, ὡς ᾤετο, καὶ χωρίων ἐν τῇ νήσῳ πατρῴων. ἐβασίλευε δὲ Λυκομήδης τότε τῶν Σκυρίων.

因此,当他试图施加强制时,却被煽动家压倒并被党派击败。最终,他对大局感到绝望,遂将诸子秘密送往优卑亚岛交给卡尔科冬之子厄勒芬诺尔;他本人则在加尔盖托斯对雅典人降下诅咒——如今被称为“阿拉忒里昂(诅咒所)”之地便在那里——随后扬帆驶向斯库罗斯岛,因为他以为自己与当地人素有情谊,且在岛上拥有祖传的地产。当时统治斯库罗斯人的是吕科墨得斯。

§35.4

πρὸς τοῦτον οὖν ἀφικόμενος ἐζήτει τοὺς ἀγροὺς ἀπολαβεῖν, ὡς αὐτόθι κατοικήσων· ἔνιοι δέ φασι παρακαλεῖν αὐτὸν βοηθεῖν ἐπὶ τοὺς Ἀθηναίους. ὁ δὲ Λυκομήδης, εἴτε δείσας τὴν δόξαν τοῦ ἀνδρός, εἴτε τῷ Μενεσθεῖ χαριζόμενος, ἐπὶ τὰ ἄκρα τῆς χώρας ἀναγαγὼν αὐτόν, ὡς ἐκεῖθεν ἐπιδείξων τοὺς ἀγρούς, ὦσε κατὰ τῶν πετρῶν καὶ διέφθειρεν. ἔνιοι δʼ ἀφʼ ἑαυτοῦ πεσεῖν φασι σφαλέντα, μετὰ δεῖπνον, ὥσπερ εἰώθει, περιπατοῦντα.

忒修斯来到他那里,要求收回那些田产,打算就此定居;但也有人说他是请求其协助讨伐雅典人。吕科墨得斯或是畏惧此人的声望,或是为了讨好梅奈斯透斯,便以从高处指认田产为借口,将他带到该国的高地,从悬崖上推下去杀害了他。但也有人说他是晚饭后照例散步时,失足自行坠崖的。

§35.5

καὶ παραυτίκα μὲν οὐδεὶς ἔσχεν αὐτοῦ λόγον οὐδένα τεθνηκότος, ἀλλὰ τῶν μὲν Ἀθηναίων ἐβασίλευσε Μενεσθεύς, οἱ δὲ παῖδες ἰδιωτεύοντες Ἐλεφήνορι συνεστράτευσαν εἰς Ἴλιον. ἐκεῖ δὲ Μενεσθέως ἀποθανόντος ἐπανελθόντες αὐτοὶ τὴν βασιλείαν ἀνεκομίσαντο. χρόνοις δʼ ὕστερον Ἀθηναίους ἄλλα τε παρέστησεν ὡς ἥρωα τιμᾶν Θησέα, καὶ τῶν ἐν Μαραθῶνι πρὸς Μήδους μαχομένων ἔδοξαν οὐκ ὀλίγοι φάσμα Θησέως ἐν ὅπλοις καθορᾶν3 πρὸ αὐτῶν ἐπὶ τοὺς βαρβάρους φερόμενον.

当时,竟无一人在意他的死讯;相反,梅奈斯透斯在雅典人中称王,而忒修斯的诸子则以平民身份随厄勒芬诺尔远征伊利昂。然而,当梅奈斯透斯死于彼处后,他们返回并夺回了王位。在后世,另有诸般事迹促使雅典人将忒修斯尊为英雄来祭祀,而在马拉松与米底人作战的人当中,有相当多的人确信自己看到忒修斯身披战甲的幻影在他们前方冲向蛮族。

语法注3 条
  1. 35.1τοῦ μὲν ἀπολωλότος ἀδόξως, τοῦ δὲ ἀπολλυμένου

    独立属格结构,用作主句动词 βαρέως ἤνεγκεν(感到沉痛)的原因。对比的两项中,τοῦ μέν 连同完成时分词 ἀπολωλότος 指已经可耻死去的庇里托俄斯,而 τοῦ δέ 连同现在时分词 ἀπολλυμένου 则指正处于囚禁与濒死状态中的忒修斯。

  2. 35.2οὓς μὲν ἀπέλιπε μισοῦντας αὐτὸν εὑρίσκων τὸ μὴ φοβεῖσθαι τῷ μισεῖν προσειληφότας

    不带先行词的关系从句 οὓς μὲν ἀπέλιπε μισοῦντας αὐτόν(“他留下的那些仇恨他的人”)作分词 εὑρίσκων 的宾语,补足语为分词 προσειληφότας。带冠词不定式 τὸ μὴ φοβεῖσθαι(“不畏惧”)作 προσειληφότας 的宾语,τῷ μισεῖν 则是表示添加/伴随的与格,意为“在仇恨之上”。

  3. 35.5ἔδοξαν οὐκ ὀλίγοι φάσμα Θησέως ἐν ὅπλοις καθορᾶν

    动词 δοκέω 的人称句构(ἔδοξαν οὐκ ὀλίγοι + 不定词 καθορᾶν)。此处并非无人称的 ἔδοξε(“似乎……”),而是动词与复数主语 οὐκ ὀλίγοι 一致,意为“不少人认为自己看见了……”。φάσμα 是不定词 καθορᾶν 的宾语,φερόμενον 是修饰 φάσμα 的分词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:35.1-35.5