- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:36.1-36.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典人依神谕由客蒙在斯库罗斯岛依雄鹰之兆寻获忒修斯遗骸并迎回雅典安葬建立避难所,随后阐释了忒修斯及波塞冬在每月初八受享祭祀的渊源与数理内涵。
μετὰ δὲ τὰ Μηδικὰ Φαίδωνος ἄρχοντος μαντευομένοις τοῖς Ἀθηναίοις ἀνεῖλεν ἡ Πυθία τὰ Θησέως ἀναλαβεῖν ὀστᾶ καὶ θεμένους ἐντίμως παρʼ αὑτοῖς φυλάττειν. ἦν δὲ καὶ λαβεῖν ἀπορία καὶ γνῶναι τὸν τάφον ἀμιξίᾳ καὶ χαλεπότητι τῶν ἐνοικούντων Δολόπων. οὐ μὴν ἀλλὰ Κίμων ἑλὼν τὴν νῆσον, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται, καὶ φιλοτιμούμενος ἐξανευρεῖν, ἀετοῦ τινα τόπον βουνοειδῆ κόπτοντος, ὥς φασι, τῷ στόματι καὶ διαστέλλοντος τοῖς ὄνυξι θείᾳ τινὶ τύχῃ συμφρονήσας1 ἀνέσκαψεν.
波斯战争之后,在斐冬担任执政官期间,皮提亚向求请神谕的雅典人昭示,应当取回忒修斯的遗骸,并在本邦隆重安葬并守护之。然而,由于岛上居住的多洛佩斯人排外且粗暴,要获取遗骸乃至辨认坟墓都极为困难。尽管如此,客蒙攻占了该岛——正如关于他的传记中所写的那样——并一心想要探寻到底;据说一只鹰用喙啄着一处形如丘阜之地,并用爪子抓开泥土,客蒙借着某种神启福至心灵,便掘开了该处。
εὑρέθη δὲ θήκη τε μεγάλου σώματος αἰχμή τε παρακειμένη χαλκῆ καὶ ξίφος. κομισθέντων δὲ τούτων ὑπὸ Κίμωνος ἐπὶ τῆς τριήρους, ἡσθέντες οἱ Ἀθηναῖοι πομπαῖς τε λαμπραῖς ἐδέξαντο καὶ θυσίαις ὥσπερ αὐτὸν ἐπανερχόμενον εἰς τὸ ἄστυ. καὶ κεῖται μὲν ἐν μέσῃ τῇ πόλει παρὰ τὸ νῦν γυμνάσιον, ἔστι δὲ φύξιμον οἰκέταις καὶ πᾶσι τοῖς ταπεινοτέροις καὶ δεδιόσι κρείττονας, ὡς καὶ τοῦ Θησέως προστατικοῦ τινος καὶ βοηθητικοῦ γενομένου καὶ προσδεχομένου φιλανθρώπως τὰς τῶν ταπεινοτέρων δεήσεις.
结果发现了一具盛放着魁伟身躯的棺椁,身旁还放着一具青铜矛头和一把佩剑。客蒙用三列桨座战船将这些遗物运来时,雅典人欢欣鼓舞,以盛大的游行和牺牲迎奉它们,宛如他本人亲身返回城中一般。如今他安息在城中正中央,即当今的体育馆旁;此地成了家仆以及所有卑微者和畏惧权势者的避难所,因为忒修斯生前也是弱者的护佑者与援助者,并仁厚地接受卑微之人的恳求。
θυσίαν δὲ ποιοῦσιν αὐτῷ τὴν μεγίστην ὀγδόῃ Πυανεψιῶνος, ἐν ᾗ μετὰ τῶν ἠϊθέων ἐκ Κρήτης ἐπανῆλθεν. οὐ μὴν ἀλλὰ καὶ ταῖς ἄλλαις ὀγδόαις τιμῶσιν αὐτόν, ἢ διὰ τὸ πρῶτον ἐκ Τροιζῆνος ἀφικέσθαι τῇ ὀγδόῃ τοῦ Ἑκατομβαιῶνος, ὡς ἱστόρηκε Διόδωρος ὁ περιηγητής, ἢ νομίζοντες2 ἑτέρου μᾶλλον ἐκείνῳ προσήκειν τὸν ἀριθμὸν τοῦτον ἐκ Ποσειδῶνος γεγονέναι λεγομένῳ.
雅典人在皮亚内普希翁月的第八天为他举行最隆重的祭礼,因为他在这一天带着年轻男女从克里特返回。不仅如此,他们在其他各月的初八也祭祀他,或是因为如游记作者狄奥多罗斯所记载的那样,他在赫卡通拜翁月初八初次从特罗曾抵达,或是因为他们认为这个数字比归于任何其他人更应属于他——因为他被传为波塞冬之子。
καὶ γὰρ Ποσειδῶνα ταῖς ὀγδόαις τιμῶσιν. ἡ γὰρ ὀγδοὰς κύβος ἀπʼ ἀρτίου πρῶτος οὖσα καὶ τοῦ πρώτου τετραγώνου διπλασία, τὸ μόνιμον καὶ δυσκίνητον οἰκεῖον ἔχει τῆς τοῦ θεοῦ δυνάμεως,3 ὃν ἀσφάλειον καὶ γαιήοχον προσονομάζομεν.
雅典人确实也是在初八祭祀波塞冬的。因为八这个数是来自偶数的第一个立方数,也是第一个平方数的两倍,具有稳定和不易撼动的特性,与我们称为“固基者”与“擎地者”的这位神祇的神力特质相契合。
- 36.1ἀετοῦ τινα τόπον βουνοειδῆ κόπτοντος, ὥς φασι, τῷ στόματι καὶ διαστέλλοντος τοῖς ὄνυξι θείᾳ τινὶ τύχῃ συμφρονήσας
短语 ἀετοῦ… κόπτοντος… καὶ διαστέλλοντος 为独立属格结构,交代了主体观察到的征兆与场景。主格分词 συμφρονήσας(“领悟”、“心领神会”)修饰主语客蒙(即 ἀνέσκαψεν 的施动者),说明客蒙由神意启发而理解了独立属格所描绘的异象并据此发掘。
- 36.3ἢ διὰ τὸ πρῶτον ἐκ Τροιζῆνος ἀφικέσθαι τῇ ὀγδόῃ τοῦ Ἑκατομβαιῶνος, ὡς ἱστόρηκε Διόδωρος ὁ περιηγητής, ἢ νομίζοντες
由 ἢ… ἤ 引导的两个原因并列成分之间存在句法交替(variatio):前一个原因采用介词加带冠词不定式(διὰ τὸ … ἀφικέσθαι),而后一个则转换为与主句谓语动词 τιμῶσιν 的隐含主语(雅典人)一致的主格复数因果分词(νομίζοντες)。
- 36.4τὸ μόνιμον καὶ δυσκίνητον οἰκεῖον ἔχει τῆς τοῦ θεοῦ δυνάμεως
形容词 οἰκεῖον 与动词 ἔχει 构成述语性宾补结构,意为“具有……所特有的(特质)”。中性实体化词组 τὸ μόνιμον καὶ δυσκίνητον(“不动性与难移性”)作直接宾语,属格 τῆς τοῦ θεοῦ δυνάμεως 则受 οἰκεῖον 支配(“属于该神祇力量的”)。
