← 普鲁塔克

忒修斯传

§34.1-34.2

关于埃斯拉被俘及流落特洛伊的诸说

记述了忒修斯之母埃斯拉被俘并送往特洛伊的传说与荷马的证言,以及对该传说的质疑和伊斯忒洛斯所载赫克托耳劫走埃斯拉的异说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

Αἴθραν δὲ τὴν Θησέως μητέρα γενομένην αἰχμάλωτον ἀπαχθῆναι λέγουσιν εἰς Λακεδαίμονα, κἀκεῖθεν εἰς Τροίαν μετὰ Ἑλένης· καὶ μαρτυρεῖν Ὅμηρον, ἕπεσθαι τῇ Ἑλένῃ φάμενον· "Αἴθρην Πιτθῆος θύγατρα Κλυμένην τε βοῶπιν." οἱ δὲ καὶ τοῦτο τὸ ἔπος διαβάλλουσι καὶ τὴν περὶ Μουνύχου μυθολογίαν, ὃν ἐκ Δημοφῶντος Λαοδίκης κρύφα τεκούσης ἐν Ἰλίῳ συνεκθρέψαι τὴν Αἴθραν λέγουσιν.1

另一方面,据说忒修斯的母亲埃斯拉沦为俘虏并被带往拉刻代蒙,又从那里与海伦一同被带往特洛伊;而荷马也作证道,跟随着海伦的有: “庇透斯之女埃斯丽与牛眸的克吕墨涅。” 然而,有些人指责这行诗句以及关于穆尼科斯的传说皆为伪作;据传,拉奥狄刻在伊利昂暗中为得摩丰诞下穆尼科斯,而埃斯拉曾参与将其抚育成人。

§34.2

ἴδιον δέ τινα καὶ παρηλλαγμένον ὅλως λόγον ὁ Ἴστρος ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἀττικῶν ἀναφέρει περὶ Αἴθρας, ὡς ἐνίων λεγόντων2 Ἀλέξανδρον μὲν τὸν Πάριν ἐν Θεσσαλίᾳ ὑπʼ Ἀχιλλέως καὶ Πατρόκλου μάχῃ κρατηθῆναι παρὰ τὸν Σπερχειόν, Ἕκτορα δὲ τὴν Τροιζηνίων πόλιν λαβόντα διαρπάσαι καὶ τὴν Αἴθραν ἀπάγειν ἐκεῖ καταλειφθεῖσαν. ἀλλὰ τοῦτο μὲν ἔχει πολλὴν ἀλογίαν.

此外,伊斯忒洛斯在《阿提卡史》第十三卷中记载了一则关于埃斯拉的奇特且截然不同的说法,称有人言及:亚历山大·帕里斯在色萨利的斯珀耳刻俄斯河畔于战斗中被阿喀琉斯与帕特洛克罗斯击败,而赫克托耳则攻陷并洗劫了特罗曾人的城邦,带走了留在彼处的埃斯拉。然而,这一说法极为不合情理。

语法注2 条
  1. 34.1ὃν ἐκ Δημοφῶντος Λαοδίκης κρύφα τεκούσης ἐν Ἰλίῳ συνεκθρέψαι τὴν Αἴθραν λέγουσιν

    关系代词 ὃν 指代先行词 Μουνύχου,作不定式 συνεκθρέψαι 的直接宾语。其间插入了属格独立结构 Λαοδίκης κρύφα τεκούσης(“拉奥狄刻暗中生下……”),介词短语 ἐκ Δημοφῶντος 修饰分词 τεκούσης。不定式 συνεκθρέψαι 的逻辑主语为主格意义的宾格 τὴν Αἴθραν。

  2. 34.2ὡς ἐνίων λεγόντων

    连词 ὡς 与属格独立结构 ἐνίων λεγόντων 连用,引出传闻或主观主张(“据某些人说”)。在分词 λεγόντων 之下,又通过 μέν 和 δέ 并列统辖了两个带宾格的不定式从句:Ἀλέξανδρον μὲν ... κρατηθῆναι 与 Ἕκτορα δὲ ... διαρπάσαι καὶ ... ἀπάγειν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:34.1-34.2