- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:33.1-33.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿菲德奈陷落后,墨涅斯透斯说服雅典人迎入廷达瑞奥斯诸子;他们被允许加入秘仪,并以“阿那刻斯”之名获得神明般的荣誉。
ἐχομένων δʼ οὖν τῶν Ἀφιδνῶν καὶ τῶν ἐν ἄστει δεδιότων, ἔπεισε τὸν δῆμον ὁ Μενεσθεὺς δέχεσθαι τῇ πόλει καὶ φιλοφρονεῖσθαι τοὺς Τυνδαρίδας, ὡς μόνῳ Θησεῖ βίας ὑπάρξαντι πολεμοῦντας, τῶν δὲ ἄλλων εὐεργέτας ὄντας ἀνθρώπων καὶ σωτῆρας. ἐμαρτύρει δὲ αὐτῷ καὶ τὰ παρʼ ἐκείνων· οὐδὲν γὰρ ἠξίωσαν ἁπάντων κρατοῦντες ἀλλʼ ἢ μυηθῆναι,1 μηδὲν ἧττον Ἡρακλέους τῇ πόλει προσήκοντες.
无论如何,当阿菲德奈被攻陷且城内之人惊恐万状时,墨涅斯透斯便说服民众将廷达瑞奥斯诸子迎入城内并予以款待,理由是他们开战仅针对率先诉诸暴力的忒修斯一人,而对其他所有人则是恩人与拯救者。他们自身的举动也证明了墨涅斯透斯的言论;因为尽管掌控了一切,他们除了要求加入秘仪之外别无所求,自称与城邦的关系绝不亚于赫拉克勒斯。
καὶ τοῦτο οὖν ὑπῆρξεν αὐτοῖς, Ἀφίδνου ποιησαμένου παῖδας, ὡς Πύλιος Ἡρακλέα·2 καὶ τιμὰς ἰσοθέους ἔσχον, Ἄνακες προσαγορευθέντες, ἢ διὰ τὰς γενομένας ἀνοχὰς ἢ διὰ τὴν ἐπιμέλειαν καὶ κηδεμονίαν τοῦ μηδένα κακῶς παθεῖν στρατιᾶς τοσαύτης ἔνδον οὔσης·3 ἀνακῶς γὰρ ἔχειν τοὺς ἐπιμελομένους ἢ φυλάττοντας ὁτιοῦν· καὶ τοὺς βασιλεῖς ἴσως ἄνακτας διὰ τοῦτο καλοῦσιν. εἰσὶ δὲ οἱ λέγοντες διὰ τὴν τῶν ἀστέρων ἐπιφάνειαν Ἄνακας ὀνομάζεσθαι· τὸ γὰρ ἄνω τοὺς Ἀττικοὺς ἀνεκὰς ὀνομάζειν, καὶ ἀνέκαθεν τὸ ἄνωθεν.
于是他们也获得了这项特权,阿菲德诺斯将他们收为义子,正如皮利奥斯曾收养赫拉克勒斯一样;他们被尊称为“阿那刻斯”,享有同神明一般的崇高敬礼,这或是因为所缔结的休战,或是因为城内虽有如此庞大的军队,他们却悉心看顾以确保无人遭受侵害;因为人们说那些照料或守护任何事物的人处于“阿那科斯”〔审慎〕的状态,而国王或许也是因此被称为“阿那克特斯”。但也有人说,他们被称为“阿那刻斯”是由于星辰的显现;因为阿提卡人将“在上方”称为“阿内卡斯”,而“从上方”称为“阿内卡森”。
- 33.1οὐδὲν γὰρ ἠξίωσαν ἁπάντων κρατοῦντες ἀλλʼ ἢ μυηθῆναι
短语 οὐδὲν ... ἀλλʼ ἤ 是与否定词呼应的惯用表达,意为“除……之外别无”或“只有……”。不定式 μυηθῆναι 作 ἠξίωσαν 的宾语,中间插入的分词短语 ἁπάντων κρατοῦντες 则起让步作用(“尽管掌控了一切”)。
- 33.2Ἀφίδνου ποιησαμένου παῖδας, ὡς Πύλιος Ἡρακλέα
前半句 Ἀφίδνου ποιησαμένου παῖδας 为属格独立结构(“阿菲德诺斯将他们收为义子”)。后半句 ὡς Πύλιος Ἡρακλέα 是由 ὡς 引导的比较省略从句,省略了动词或分词 ποιησάμενος / ἐποιήσατο(“正如皮利奥斯[收养]赫拉克勒斯一样”)。这反映了外邦人加入秘仪前须由雅典公民收养的法律宗教习俗。
- 33.2τοῦ μηδένα κακῶς παθεῖν στρατιᾶς τοσαύτης ἔνδον οὔσης
带属格冠词的不定式从句 τοῦ μηδένα κακῶς παθεῖν 充当宾格性属格,用以说明其前名词 ἐπιμέλειαν καὶ κηδεμονίαν 的具体内容(“看顾确保无人遭受侵害”)。在该从句内部还嵌套了一个表示让步的属格独立结构 στρατιᾶς τοσαύτης ἔνδον οὔσης(“城内虽有如此庞大的军队”)。
