- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:32.1-32.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在墨涅斯透斯煽动雅典贵族与平民之际,双子神为了夺回海伦而入侵阿提卡,并在阿卡德摩斯的告密下攻陷了阿菲德奈。
ἐν δὲ τῷ χρόνῳ τούτῳ Μενεσθεὺς ὁ Πετεὼ τοῦ Ὀρνέως τοῦ Ἐρεχθέως πρῶτος, ὥς φασιν, ἀνθρώπων ἐπιθέμενος τῷ δημαγωγεῖν καὶ πρὸς χάριν ὄχλῳ διαλέγεσθαι, τούς τε δυνατοὺς συνίστη καὶ παρώξυνε, πάλαι βαρυνομένους τὸν Θησέα καὶ νομίζοντας ἀρχὴν καὶ βασιλείαν ἀφῃρημένον ἑκάστου τῶν κατὰ δῆμον εὐπατριδῶν,1 εἰς ἓν ἄστυ συνείρξαντα πάντας ὑπηκόοις χρῆσθαι καὶ δούλοις, τούς τε πολλοὺς διετάραττε καὶ διέβαλλεν, ὡς ὄναρ ἐλευθερίας ὁρῶντας,2 ἔργῳ δὲ ἀπεστερημένους πατρίδων καὶ ἱερῶν, ὅπως ἀντὶ πολλῶν καὶ ἀγαθῶν καὶ γνησίων βασιλέων πρὸς ἕνα δεσπότην ἔπηλυν καὶ ξένον ἀποβλέπωσι.
在此期间,珀忒俄斯之子墨涅斯透斯(珀忒俄斯是厄瑞克透斯之子俄耳纽斯的儿子)——据说他是世上第一个着手煽动民众、顺迎大众喜好说话的人——开始联合并挑唆显贵们;这些人早已对忒修斯心怀怨恨,认为他剥夺了各个地方贵族的权力和王权,把所有人圈禁在同一座城内,当作臣民与奴隶驱使。同时,他也扰乱民众的心神,挑拨他们反抗忒修斯,声称他们看到的不过是一场自由的幻梦,实际上却已被剥夺了祖传家园与圣所,结果不得不仰望一个外来的异乡主人,来取代昔日众多优秀正统的君王。
ταῦτα δὲ αὐτοῦ πραγματευομένου μεγάλην ῥοπὴν ὁ πόλεμος τῷ νεωτερισμῷ προσέθηκε, τῶν Τυνδαριδῶν ἐπελθόντων· οἱ δὲ καὶ ὅλως φασὶν ὑπὸ τούτου πεισθέντας ἐλθεῖν. τὸ μὲν οὖν πρῶτον οὐδὲν ἠδίκουν, ἀλλʼ ἀπῄτουν τὴν ἀδελφήν. ἀποκριναμένων δὲ τῶν ἐν ἄστει μήτε ἔχειν μήτε γινώσκειν ὅπου καταλέλειπται, πρὸς πόλεμον ἐτράποντο.
当他在谋划这些事时,廷达瑞奥斯诸子的入侵给这场政变带来了巨大的推动力;有些人甚至说,他们完全是在他的劝说下才进军的。 起初,他们并未施加任何暴行,只是索要他们的妹妹。但城中之人回答说,他们既未留匿她,也不知她被安置何处,于是他们转向了战争。
φράζει δὲ αὐτοῖς Ἀκάδημος ᾐσθημένος ᾧ δή τινι τρόπῳ τὴν ἐν Ἀφίδναις κρύψιν αὐτῆς. ὅθεν ἐκείνῳ τε τιμαὶ ζῶντι παρὰ τῶν Τυνδαριδῶν ἐγένοντο, καὶ πολλάκις ὕστερον εἰς τὴν Ἀττικὴν ἐμβαλόντες Λακεδαιμόνιοι καὶ πᾶσαν ὁμοῦ τὴν χώραν τέμνοντες, τῆς Ἀκαδημείας ἀπείχοντο διὰ τὸν Ἀκάδημον.
然而,阿卡德摩斯不知通过何种途径得知了海伦在阿菲德奈的藏匿之处,便将此事告知了他们。因此,廷达瑞奥斯诸子在阿卡德摩斯生前给予了他崇高荣誉;后来拉刻代蒙人多次侵入阿提卡,扫荡蹂躏全部土地时,也因阿卡德摩斯之故而避开阿卡德米亚不予破坏。
ὁ δὲ Δικαίαρχος Ἐχεδήμου φησὶ καὶ Μαράθου συστρατευσάντων τότε τοῖς Τυνδαρίδαις ἐξ Ἀρκαδίας, ἀφʼ οὗ μὲν Ἐχεδημίαν προσαγορευθῆναι τὴν νῦν Ἀκαδήμειαν, ἀφʼ οὗ δὲ Μαραθῶνα τὸν δῆμον, ἐπιδόντος ἑαυτὸν ἑκουσίως κατά τι λόγιον σφαγιάσασθαι3 πρὸ τῆς παρατάξεως. ἐλθόντες οὖν ἐπὶ τὰς Ἀφίδνας καὶ μάχῃ κρατήσαντες ἐξεῖλον τὸ χωρίον.
但狄凯阿尔科斯声称,当时埃刻德摩斯与马拉托斯从阿卡迪亚出发,随廷达瑞奥斯诸子一同出征;如今的阿卡德米亚依前者被称为埃刻德米亚,而马拉松村区则得名于后者,因为后者根据某条神谕,自愿在阵线开战前献出自己作为牺牲。 于是他们进军阿菲德奈,在战斗中获胜并攻占了该据点。
ἐνταῦθά φασι καὶ Ἄλυκον πεσεῖν τὸν Σκείρωνος υἱόν, συστρατευόμενον τότε τοῖς Διοσκούροις, ἀφʼ οὗ καὶ τόπον τῆς Μεγαρικῆς Ἄλυκον καλεῖσθαι τοῦ σώματος ἐνταφέντος. Ἡρέας δʼ ὑπὸ Θησέως αὐτοῦ περὶ Ἀφίδνας ἀποθανεῖν τὸν Ἄλυκον ἱστόρηκε, καὶ μαρτύρια ταυτὶ τὰ ἔπη παρέχεται περὶ τοῦ Ἀλύκου· "τὸν ἐν εὐρυχόρῳ ποτʼ Ἀφίδνῃ μαρνάμενον Θησεὺς Ἑλένης ἕνεκʼ ἠϋκόμοιο κτεῖνεν." Οὐ μὴν εἰκὸς αὐτοῦ Θησέως παρόντος ἁλῶναι τήν τε μητέρα καὶ τὰς Ἀφίδνας.
据说斯基隆之子阿吕科斯也阵亡于此,当时他正随双子神一同参战;由于其遗体安葬于彼处,墨伽拉境内的某地也依他之名被称为阿吕科斯。然而赫瑞阿斯记载说,阿吕科斯是在阿菲德奈一带被忒修斯本人杀死的,并引用了以下诗句作为关于阿吕科斯的证据: “昔日在辽阔的阿菲德奈, 当他奋战时,忒修斯为了秀发的海伦而将其斩杀。” 然而,如果忒修斯本人在场,他的母亲被俘、阿菲德奈陷落是绝无可能的。
- 32.1ἀφῃρημένον ἑκάστου τῶν κατὰ δῆμον εὐπατριδῶν
动词 ἀφαιρέω 通常带双宾格(τινά τι),但此处被剥夺者由表示分离的属格 ἑκάστου 表示,而被剥夺的事物(ἀρχὴν καὶ βασιλείαν)则用宾格。分词 ἀφῃρημένον 与 νομίζοντας 所支配的间接引语中被省略的宾格主语 αὐτόν(忒修斯)保持一致。
- 32.1ὡς ὄναρ ἐλευθερίας ὁρῶντας
连词 ὡς 连同宾格分词 ὁρῶντας 与 ἀπεστερημένους(与前面的 τοὺς πολλούς 一致),表示墨涅斯透斯在主动词 διετάραττε καὶ διέβαλλεν 伴随下向民众灌输的借口或主观主张。
- 32.4ἐπιδόντος ἑαυτὸν ἑκουσίως κατά τι λόγιον σφαγιάσασθαι
不定词 σφαγιάσασθαι 接在属格独立结构中的 ἐπιδόντος ἑαυτόν(“献出自己”)之后表示目的。σφαγιάσασθαι 为不定过去时中间态不定词,意为“宰杀献祭”;在 ἐπιδίδωμι ἑαυτόν 等表达之后,希腊语常以主动或及物中间态不定词表目的,译文中则自然作被动理解(“被屠杀/作为牺牲献祭”)。
