← 普鲁塔克

忒修斯传

§31.1-31.4

劫夺海伦与同庇里托俄斯被囚

晚年的忒修斯与庇里托俄斯一同劫持了年幼的海伦,并通过抽签将其归己并藏匿于阿菲德奈;随后他陪同庇里托俄斯前往伊庇鲁斯企图劫掠艾多纽斯之女,结果庇里托俄斯丧命,忒修斯被囚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

ἤδη δὲ πεντήκοντα ἔτη γεγονώς, ὥς φησιν Ἑλλάνικος, ἔπραξε τὰ περὶ τὴν Ἑλένην, οὐ καθʼ ὥραν.1 ὅθεν ὡς δὴ μέγιστον ἐπανορθούμενοι τοῦτο τῶν ἐγκλημάτων, ἔνιοι λέγουσιν οὐκ αὐτὸν ἁρπάσαι τὴν Ἑλένην, ἀλλὰ Ἴδα καὶ Λυγκέως ἁρπασάντων παρακαταθήκην λαβόντα τηρεῖν2 καὶ μὴ προΐεσθαι τοῖς Διοσκούροις ἀπαιτοῦσιν· ἢ νὴ Δία Τυνδάρεω παραδόντος αὐτοῦ, φοβηθέντος Ἐναρσφόρον τὸν Ἱπποκόωντος ἔτι νηπίαν οὖσαν βιαζόμενον τὴν Ἑλένην λαβεῖν. τὰ δὲ εἰκότα καὶ πλείστους ἔχοντα μάρτυρας τοιαῦτά ἐστιν.

正如赫拉尼科斯所说,他在已届五十之龄时,在不合时宜的时节卷入了有关海伦的事件。因此,有些人似乎是为了修正这一最大的罪名,声称并非是他亲自掳掠了海伦,而是在伊达斯与林叩斯抢走海伦后,他作为托管之物接管并照看她,未将她交还给前来索要的双子神;或者甚至说,是廷达瑞奥斯本人由于惧怕希波科翁之子埃纳尔斯福罗斯企图强娶尚在幼年的海伦,才将她托付给忒修斯的。然而,合乎情理且拥有最多见证的说法如下。

§31.2

ἦλθον μὲν εἰς Σπάρτην ἀμφότεροι καὶ τὴν κόρην ἐν ἱερῷ Ἀρτέμιδος Ὀρθίας χορεύουσαν ἁρπάσαντες ἔφυγον· τῶν δὲ πεμφθέντων ἐπὶ τὴν δίωξιν οὐ πορρωτέρω Τεγέας ἐπακολουθησάντων, ἐν ἀδείᾳ γενόμενοι καὶ διελθόντες τὴν Πελοπόννησον ἐποιήσαντο συνθήκας, τὸν μὲν λαχόντα κλήρῳ τὴν Ἑλένην ἔχειν γυναῖκα, συμπράττειν δὲ θατέρῳ γάμον ἄλλον.3

两人一同来到斯巴达,抢走了正在阿尔忒弥斯·奥尔提亚神殿中跳舞的少女,随后逃逸。派去追赶的人仅追到忒盖亚便不再前进,于是两人脱离危险并穿过了伯罗奔尼撒,订立盟约:凡抽签中选者将娶海伦为妻,同时必须协助另一人促成另一桩婚事。

§31.3

ἐπὶ ταύταις δὲ κληρουμένων ταῖς ὁμολογίαις ἔλαχε Θησεύς· καὶ παραλαβὼν τὴν παρθένον οὔπω γάμων ὥραν ἔχουσαν εἰς Ἀφίδνας ἐκόμισε· καὶ τὴν μητέρα καταστήσας μετʼ αὐτῆς Ἀφίδνῳ παρέδωκεν ὄντι φίλῳ, διακελευσάμενος φυλάττειν καὶ λανθάνειν τοὺς ἄλλους.

在这些协定下抽签时,忒修斯中了签;他接管了这位尚未达到婚龄的少女,并将她带到了阿菲德奈。他把自己的母亲安置在海伦身边,并将她们交托给自己的友人阿菲德诺斯,严令他看管好并对他人隐瞒此事。

§31.4

αὐτὸς δὲ Πειρίθῳ τὴν ὑπουργίαν ἀποδιδούς, εἰς Ἤπειρον συναπεδήμησεν ἐπὶ τὴν Ἀϊδωνέως θυγατέρα τοῦ Μολοσσῶν βασιλέως, ὃς τῇ γυναικὶ Φερσεφόνην ὄνομα θέμενος, Κόρην δὲ τῇ θυγατρί, τῷ δὲ κυνὶ Κέρβερον, ἐκέλευε τούτῳ διαμάχεσθαι τοὺς μνωμένους τὴν παῖδα καὶ λαβεῖν τὸν κρατήσαντα. τοὺς μέντοι περὶ τὸν Πειρίθουν4 οὐ μνηστῆρας ἥκειν, ἀλλʼ ἁρπασομένους πυνθανόμενος συνέλαβε· καὶ τὸν μὲν Πειρίθουν εὐθὺς ἠφάνισε διὰ τοῦ κυνός, τὸν δὲ Θησέα καθείρξας ἐφύλαττεν.

忒修斯本人为了报答庇里托俄斯的相助,与他一同前往伊庇鲁斯,去求娶摩罗西亚国王艾多纽斯的女儿。这位国王给妻子取名珀耳塞福涅,给女儿取名科瑞,给恶犬取名刻耳柏洛斯,要求凡是求娶他女儿的人必须与这只犬搏斗,胜者方能娶她。然而,国王得知庇里托俄斯一行并非作为求婚者、而是企图强掳而来,便将他们逮捕;庇里托俄斯随即被恶犬除掉,而忒修斯则被监禁并看管起来。

语法注4 条
  1. 31.1οὐ καθʼ ὥραν

    副词短语,意为“不合时宜地”。在此语境下,既暗示了海伦年纪尚幼、未达婚龄(后文作 ἔτι νηπίαν 与 οὔπω γάμων ὥραν ἔχουσαν),也指忒修斯本人年届五十的高龄,两者在年龄与时机上皆极不相称。

  2. 31.1Ἴδα καὶ Λυγκέως ἁρπασάντων παρακαταθήκην λαβόντα τηρεῖν

    Ἴδα καὶ Λυγκέως ἁρπασάντων 为独立属格结构。在由主动词 λέγουσιν 引出的“宾格加不定式”结构中,主语宾格 αὐτόν 由宾格分词 λαβόντα 修饰,后接并列不定式 τηρεῖν 与 μὴ προΐεσθαι。

  3. 31.2τὸν μὲν λαχόντα κλήρῳ τὴν Ἑλένην ἔχειν γυναῖκα, συμπράττειν δὲ θατέρῳ γάμον ἄλλον

    同格/说明性不定式结构,用以补充说明 ἐποιήσαντο συνθήκας(立下协定)的具体内容。由 μέν...δέ 形成对照,宾格主语 τὸν μὲν λαχόντα(抽中签者)同时作不定式 ἔχειν 与 συμπράττειν 的逻辑主语。

  4. 31.4τοὺς μέντοι περὶ τὸν Πειρίθουν

    短语 οἱ περί τινα 为希腊语惯用表达,表示“某人及其同伴/一行”,此处指“庇里托俄斯与忒修斯(等人)”。它充当由分词 πυνθανόμενος 引出的宾格加不定式结构(οὐ μνηστῆρας ἥκειν)中的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:31.1-31.4