← 普鲁塔克

忒修斯传

§30.1-30.5

与庇里托俄斯的友谊及对半人马的战斗

记述了庇里托俄斯与忒修斯结下友谊的经过,以及在庇里托俄斯婚礼上与半人马展开的战斗。随后提及希罗多洛斯的异说以及忒修斯与赫拉克勒斯的相会与情谊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

τὴν δὲ πρὸς Πειρίθουν φιλίαν τοῦτον τὸν τρόπον αὐτῷ γενέσθαι λέγουσι. δόξαν εἶχεν ἐπὶ ῥώμῃ καὶ ἀνδρείᾳ μεγίστην· βουλόμενος οὖν ὁ Πειρίθους ἐξελέγξαι καὶ λαβεῖν διάπειραν, ἠλάσατο βοῦς ἐκ Μαραθῶνος αὐτοῦ, καὶ πυθόμενος διώκειν μετὰ τῶν ὅπλων ἐκεῖνον οὐκ ἔφυγεν, ἀλλʼ ἀναστρέψας ἀπήντησεν.

据说他与庇里托俄斯的友谊是按如下方式结成的。忒修斯因其力气与勇武而享有极大的名声;于是庇里托俄斯想要查验并试探一番,便从马拉松赶走了忒修斯的牛群,在得知忒修斯全副武装前去追赶时,他并未逃跑,反而转过身去迎上前去。

§30.2

ὡς δὲ εἶδεν ἅτερος τὸν ἕτερον καὶ τὸ κάλλος ἐθαύμασε καὶ τὴν τόλμαν ἠγάσθη, μάχης μὲν ἔσχοντο, Πειρίθους δὲ πρότερος τὴν δεξιὰν προτείνας ἐκέλευσεν αὐτὸν γενέσθαι δικαστὴν τὸν Θησέα τῆς βοηλασίας· ἑκὼν γὰρ ὑφέξειν ἣν ἂν ὁρίσῃ δίκην ἐκεῖνος·1 Θησεὺς δὲ καὶ τὴν δίκην ἀφῆκεν αὐτῷ καὶ προὐκαλεῖτο φίλον εἶναι καὶ σύμμαχον· ἐποιήσαντο δὲ τὴν φιλίαν ἔνορκον.

当两人彼此相见,既惊叹于对方的俊美,又钦佩对方的胆略,便中止了交战;庇里托俄斯先伸出右手,请忒修斯亲自充当这次盗牛事件的裁决者,表示凡对方所决定的惩罚,自己都心甘情愿承受。而忒修斯不仅免去了他的惩罚,还邀他成为朋友与盟友;于是他们立誓结成了友谊。

§30.3

ἐκ δὲ τούτου γαμῶν ὁ Πειρίθους Δηϊδάμειαν, ἐδεήθη τοῦ Θησέως ἐλθεῖν καὶ τὴν χώραν ἱστορῆσαι καὶ συγγενέσθαι τοῖς Λαπίθαις. ἐτύγχανε δὲ καὶ τοὺς Κενταύρους κεκληκὼς ἐπὶ τὸ δεῖπνον. ὡς δὲ ἠσέλγαινον ὕβρει καὶ μεθύοντες οὐκ ἀπείχοντο τῶν γυναικῶν, ἐτράποντο πρὸς ἄμυναν οἱ Λαπίθαι· καὶ τοὺς μὲν ἔκτειναν αὐτῶν, τοὺς δὲ πολέμῳ κρατήσαντες ὕστερον ἐξέβαλον ἐκ τῆς χώρας, τοῦ Θησέως αὐτοῖς συμμαχομένου καὶ συμπολεμοῦντος.

此后,庇里托俄斯在迎娶得伊达梅亚时,请求忒修斯前去访问该地并结识拉庇泰人。当时他也碰巧邀请了半人马赴宴。然而,当这些半人马肆意妄为、借醉向妇女施暴时,拉庇泰人奋起抵抗;他们杀死了其中一部分,其余的则在后来通过战争击败并驱逐出境,而忒修斯作为盟友与拉庇泰人并肩作战。

§30.4

Ἡρόδωρος δὲ ταῦτα πραχθῆναί φησιν οὐχ οὕτως, ἀλλὰ τοῦ πολέμου συνεστῶτος ἤδη τὸν Θησέα βοηθοῦντα τοῖς Λαπίθαις παραγενέσθαι, καὶ τότε πρῶτον ὄψει γνωρίσαι τὸν Ἡρακλέα, ποιησάμενον ἔργον ἐντυχεῖν αὐτῷ περὶ Τραχῖνα πεπαυμένῳ πλάνης ἤδη καὶ ἄθλων·2 γενέσθαι δὲ μετὰ τιμῆς καὶ φιλοφροσύνης καὶ πολλῶν ἐπαίνων ἀμφοτέροις τὴν ἔντευξιν.

然而希罗多洛斯说事情并非如此发生,而是在战事已经爆发之际,忒修斯作为援军赶来协助拉庇泰人,那时他才第一次亲眼见到赫拉克勒斯;忒修斯特意前去特拉基斯附近拜会他,当时赫拉克勒斯已结束了流浪与功业;而两人的会面是在彼此的尊敬、友善和大量赞誉之中进行的。

§30.5

οὐ μὴν ἀλλὰ μᾶλλον ἄν τις πρόσχοι τοῖς πολλάκις ἐντυχεῖν αὐτοὺς ἀλλήλοις ἱστοροῦσι· καὶ τὴν μύησιν Ἡρακλεῖ γενέσθαι Θησέως σπουδάσαντος καὶ τὸν πρὸ τῆς μυήσεως καθαρμὸν ὡς δεομένῳ διά τινας πράξεις ἀβουλήτους.3

尽管如此,人们更应相信那些记述他们曾多次相会的人;而且赫拉克勒斯的秘仪入会以及入会前的洁净礼,也是由于忒修斯的奔走促成的,因为赫拉克勒斯因某些出于无奈的作为而需要洁净。

语法注3 条
  1. 30.2ἑκὼν γὰρ ὑφέξειν ἣν ἂν ὁρίσῃ δίκην ἐκεῖνος

    在间接引语的不定式结构(ὑφέξειν)中,由于逻辑主语即为说话者自身(庇里托俄斯),因此省略了宾格主语,而形容词 ἑκών 以主格形式作表语修饰。此外,由因果连词 γάρ 引导的不定式短语直接接在 ἐκέλευσεν 之后,用以交代请求的理由。

  2. 30.4ποιησάμενον ἔργον ἐντυχεῖν αὐτῷ περὶ Τραχῖνα πεπαυμένῳ πλάνης ἤδη καὶ ἄθλων

    宾格分词 ποιησάμενον 与不定式结构的主语 τὸν Θησέα 一致,惯用短语 ποιέομαι ἔργον(特意……、将……视作重任)后接补充不定式 ἐντυχεῖν。与格分词 πεπαυμένῳ 与代词 αὐτῷ(指赫拉克勒斯)一致,其后接的属格 πλάνης καὶ ἄθλων 是动词 παύομαι 所要求的离格/分离属格。

  3. 30.5ὡς δεομένῳ διά τινας πράξεις ἀβουλήτους

    连词 ὡς 连用与格分词 δεομένῳ,与前文的与格 Ἡρακλεῖ 一致,用以说明赫拉克勒斯一方的理由或境况(“鉴于其需要……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:30.1-30.5