- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:29.1-29.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了忒修斯未搬上戏剧舞台的诸多不正当婚事与劫掠行为,讨论了希罗多洛斯等人关于他是否参与英雄伟绩的不同说法,以及他协助阿德剌斯托斯收回阵亡者遗体的事件在悲剧作品中的不同表现。
εἰσὶ μέντοι λόγοι περὶ γάμων Θησέως καὶ ἕτεροι, τὴν σκηνὴν διαπεφευγότες, οὔτε ἀρχὰς εὐγνώμονας οὔτε εὐτυχεῖς τελευτὰς ἔχοντες. καὶ γὰρ Ἀναξώ τινα Τροιζηνίαν ἁρπάσαι λέγεται, καὶ Σίνιν ἀποκτείνας καὶ Κερκύονα συγγενέσθαι βίᾳ ταῖς θυγατράσιν αὐτῶν· γῆμαι δὲ καὶ Περίβοιαν τὴν Αἴαντος μητέρα καὶ Φερέβοιαν αὖθις καὶ Ἰόπην τὴν Ἰφικλέους·
然而,关于忒修斯的婚事还有其他一些未登悲剧舞台的说法,这些结合既无体面的开端,亦无幸运的结局。据说他劫掠了一位特洛曾女子阿娜克索;在杀死西尼斯和刻耳库翁之后,又强行与他们的女儿结合;此外他还娶了埃阿斯的母亲珀里玻亚,继而又娶了斐勒玻亚,以及伊菲克勒斯的女儿约佩。
καὶ διὰ τὸν Αἴγλης ἔρωτα τῆς Πανοπέως, ὥσπερ εἴρηται, τὴν Ἀριάδνης ἀπόλειψιν αἰτιῶνται μὴ καλὴν γενέσθαι μηδὲ πρέπουσαν· ἐπὶ πᾶσι δὲ τὴν Ἑλένης ἁρπαγὴν πολέμου μὲν ἐμπλῆσαι τὴν Ἀττικήν, αὐτῷ δὲ εἰς φυγὴν καὶ ὄλεθρον τελευτῆσαι· περὶ ὧν ὀλίγον ὕστερον εἰρήσεται.
而且,正如前文所述,人们指责他因迷恋帕诺培乌斯之女埃格勒,以致遗弃阿里阿德涅,此举既不光彩也不相称;而在所有这些之上,他拐劫海伦一事使得阿提卡饱受战火蹂躏,最终招致他自身的流亡与覆灭。关于这些事情,稍后将会叙述。
πολλῶν δὲ τότε τοῖς ἀρίστοις ἄθλων γενομένων Ἡρόδωρος μὲν οὐδενὸς οἴεται τὸν Θησέα μετασχεῖν, ἀλλὰ μόνοις Λαπίθαις τῆς κενταυρομαχίας·1 ἕτεροι δὲ καὶ μετὰ Ἰάσονος ἐν Κόλχοις γενέσθαι καὶ Μελεάγρῳ συνεξελεῖν τὸν κάπρον· καὶ διὰ τοῦτο παροιμίαν εἶναι τὴν οὐκ ἄνευ Θησέως· αὐτὸν μέντοι μηδενὸς συμμάχου δεηθέντα πολλοὺς καὶ καλοὺς ἄθλους κατεργάσασθαι, καὶ τὸν ἄλλος οὗτος Ἡρακλῆς λόγον ἐπʼ ἐκείνου κρατῆσαι.
当时最杰出的英雄们完成了许多功业,但希罗多洛斯认为忒修斯并未参与其中任何一件,而只是单单协助拉庇泰人参与了与半人马的战斗。其他人却说他也曾与伊阿宋同赴科尔基斯,并协助墨勒阿革洛斯诛除野猪;由此便产生了这句谚语:“无忒修斯不成事。”他们还说,他自己无须任何盟友便完成了许多光荣的伟绩,以致“这又是另一个赫拉克勒斯”的说法在他的身上流传开来。
συνέπραξε δὲ καὶ Ἀδράστῳ τὴν ἀναίρεσιν τῶν ὑπὸ τῇ Καδμείᾳ πεσόντων, οὐχ ὡς Εὐριπίδης ἐποίησεν ἐν τραγῳδίᾳ, μάχῃ τῶν Θηβαίων κρατήσας, ἀλλὰ πείσας καὶ σπεισάμενος· οὕτω γὰρ οἱ πλεῖστοι λέγουσι· Φιλόχορος δὲ καὶ σπονδὰς περὶ νεκρῶν ἀναιρέσεως γενέσθαι πρώτας ἐκείνας.
他还协助阿德剌斯托斯收回那些战死于卡德墨亚城下的尸身,然而并非像欧里庇得斯在悲剧中描写的那样通过击败忒拜人夺取,而是通过劝说和结盟休战;因为大多数人都是这样说的。菲洛科罗斯甚至指出,那是史上首次为收殓遗体而缔结的停战协定。
ὅτι δὲ Ἡρακλῆς πρῶτος ἀπέδωκε νεκροὺς τοῖς πολεμίοις, ἐν τοῖς περὶ Ἡρακλέους γέγραπται. ταφαὶ δὲ τῶν μὲν πολλῶν ἐν Ἐλευθεραῖς δείκνυνται, τῶν δὲ ἡγεμόνων περὶ Ἐλευσῖνα, καὶ τοῦτο Θησέως Ἀδράστῳ χαρισαμένου. καταμαρτυροῦσι δὲ τῶν Εὐριπίδου Ἱκετίδων2 οἱ Αἰσχύλου Ἐλευσίνιοι, ἐν οἷς καὶ ταῦτα λέγων ὁ Θησεὺς πεποίηται.
至于赫拉克勒斯是第一个将战死者尸体归还给敌人的人,这已在有关赫拉克勒斯的篇章中有所记载。普通士兵的坟墓在埃勒特赖得以展示,而将领们的墓穴则在厄琉息斯附近,这也是由于忒修斯以此施惠于阿德剌斯托斯。埃斯库罗斯的《厄琉息斯人》作证反驳了欧里庇得斯的《请愿妇女》,在这部剧作中,忒修斯被描绘为亲口述说这些事情的人。
- 29.3ἀλλὰ μόνοις Λαπίθαις τῆς κενταυρομαχίας
承前文的 οὐδενὸς ... μετασχεῖν 省略了动词 μετασχεῖν(支配属格),属格 τῆς κενταυρομαχίας 作其宾语。与格 μόνοις Λαπίθαις 可作利益与格(“单单为了拉庇泰人”)或伴随/关涉与格(“仅与拉庇泰人联手”)。
- 29.5καταμαρτυροῦσι δὲ τῶν Εὐριπίδου Ἱκετίδων
复合动词 καταμαρτυρέω 意为“作证反驳”、“提供不利于……的证词”,因前缀 κατά 的作用而支配属格补足语(τῶν Εὐριπίδου Ἱκετίδων)。主语是后置的 οἱ Αἰσχύλου Ἐλευσίνιοι(埃斯库罗斯的悲剧《厄琉息斯人》)。
