← 普鲁塔克

忒修斯传

§26.1-26.5

劫掠安提俄佩与建立皮托波利斯

文中列举了关于忒修斯黑海远征及俘获安提俄佩的诸种说法,并记载了随军青年索罗伊斯的情死悲剧,以及忒修斯依神谕在比提尼亚建立皮托波利斯城的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

εἰς δὲ τὸν πόντον ἔπλευσε τὸν Εὔξεινον, ὡς μὲν Φιλόχορος καί τινες ἄλλοι λέγουσι, μεθʼ Ἡρακλέους ἐπὶ τὰς Ἀμαζόνας συστρατεύσας, καὶ γέρας Ἀντιόπην ἔλαβεν· οἱ δὲ πλείους, ὧν ἐστὶ καὶ Φερεκύδης καὶ Ἑλλάνικος καὶ Ἡρόδωρος, ὕστερόν φασιν Ἡρακλέους1 ἰδιόστολον πλεῦσαι τὸν Θησέα καὶ τὴν Ἀμαζόνα λαβεῖν αἰχμάλωτον, πιθανώτερα λέγοντες. οὐδεὶς γὰρ ἄλλος ἱστόρηται τῶν μετʼ αὐτοῦ στρατευσάντων Ἀμαζόνα λαβεῖν αἰχμάλωτον.

他还航行进入了黑海,正如菲洛科洛斯和其他一些人所说,他是与赫拉克勒斯一同出征对抗亚马逊人,并获得了安提俄佩作为奖赏;但包括费雷居德斯、赫拉尼库斯与希罗多鲁斯在内的大多数作家则称,忒修斯是在赫拉克勒斯之后自行率队出航并俘获了那位亚马逊人的,这种说法更为可信。因为在与他一同出征的人中,没有记载任何其他人曾俘获过亚马逊人。

§26.2

Βίων δὲ καὶ ταύτην παρακρουσάμενον οἴχεσθαι λαβόντα·2 φύσει γὰρ οὔσας τὰς Ἀμαζόνας φιλάνδρους οὔτε φυγεῖν τὸν Θησέα προσβάλλοντα τῇ χώρᾳ, ἀλλὰ καὶ ξένια πέμπειν· τὸν δὲ τὴν κομίζουσαν ἐμβῆναι παρακαλεῖν εἰς τὸ πλοῖον· ἐμβάσης δὲ ἀναχθῆναι. Μενεκράτης δέ τις, ἱστορίαν περὶ Νικαίας τῆς ἐν Βιθυνίᾳ πόλεως ἐκδεδωκώς, Θησέα φησὶ τὴν Ἀντιόπην ἔχοντα διατρῖψαι περὶ τούτους τοὺς τόπους· τυγχάνειν δὲ συστρατεύοντας αὐτῷ τρεῖς νεανίσκους ἐξ Ἀθηνῶν ἀδελφοὺς ἀλλήλων, Εὔνεων καὶ Θόαντα καὶ Σολόεντα. τοῦτον οὖν ἐρῶντα τῆς Ἀντιόπης καὶ λανθάνοντα τοὺς ἄλλους ἐξειπεῖν πρὸς ἕνα τῶν συνήθων· ἐκείνου δὲ περὶ τούτων ἐντυχόντος τῇ Ἀντιόπῃ, τὴν μὲν πεῖραν ἰσχυρῶς ἀποτρίψασθαι, τὸ δὲ πρᾶγμα σωφρόνως ἅμα καὶ πρᾴως ἐνεγκεῖν καὶ πρὸς τὸν Θησέα μὴ κατηγορῆσαι.

比翁则说,忒修斯甚至也是通过欺骗手段将她带走的;亚马逊人天性亲善男子,故在忒修斯抵达其领土时不仅没有逃跑,反而送来款待的礼物;忒修斯便邀请送礼前来的女子登船,在她登船后便扬帆启航离去。 某位曾出版关于比提尼亚境内尼西亚城历史的梅内克拉特斯称,忒修斯曾带着安提俄佩在这些地方逗留;当时恰有雅典籍的三位互为兄弟的年轻男子与他一同出征,即欧纽斯、托阿斯与索罗伊斯。这位索罗伊斯爱上了安提俄佩,并瞒过其余人,将心事告诉了一位密友;该密友就此事与安提俄佩接洽,安提俄佩断然回绝了这一试探,却审慎而温和地对待此事,并未向忒修斯告发。

§26.4

τοῦ δὲ Σολόεντος ὡς ἀπέγνω ῥίψαντος ἑαυτὸν εἰς ποταμόν τινα καὶ διαφθαρέντος, ᾐσθημένον τότε τὴν αἰτίαν καὶ τὸ πάθος τοῦ νεανίσκου τὸν Θησέα βαρέως ἐνεγκεῖν, καὶ δυσφοροῦντα λόγιόν τι πυθόχρηστον ἀνενεγκεῖν πρὸς ἑαυτόν·3 εἶναι γὰρ αὐτῷ προστεταγμένον ἐν Δελφοῖς ὑπὸ τῆς Πυθίας, ὅταν ἐπὶ ξένης ἀνιαθῇ μάλιστα καὶ περίλυπος γένηται, πόλιν ἐκεῖ κτίσαι καὶ τῶν ἀμφʼ αὐτόν τινας ἡγεμόνας καταλιπεῖν.

索罗伊斯因绝望而投身入某条河流自尽,忒修斯此时方才得知该青年的因由与苦痛,深感悲痛,在苦闷中暗自忆起了一则皮托的神谕;因为皮提亚曾在德尔斐向他传谕:每当他在异邦极度痛苦且陷入深悲之时,便须在当地建立一座城邦,并留下身边的某些人作为长官。

§26.5

ἐκ δὲ τούτου τὴν μὲν πόλιν, ἣν ἔκτισεν, ἀπὸ τοῦ θεοῦ Πυθόπολιν προσαγορεῦσαι, Σολόεντα δὲ τὸν πλησίον ποταμὸν ἐπὶ τιμῇ τοῦ νεανίσκου. καταλιπεῖν δὲ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, οἷν ἐπιστάτας καὶ νομοθέτας, καὶ σὺν αὐτοῖς Ἕρμον ἄνδρα τῶν Ἀθήνησιν εὐπατριδῶν· ἀφʼ οὗ καὶ τόπον Ἑρμοῦ καλεῖν οἰκίαν τοὺς Πυθοπολίτας, οὐκ ὀρθῶς τὴν δευτέραν συλλαβὴν περισπῶντας4 καὶ τὴν δόξαν ἐπὶ θεὸν ἀπὸ ἥρωος μετατιθέντας.

因此,他将所建之城依那位神明之名命名为皮托波利斯,并将邻近的河流命名为索罗伊斯河以纪念该青年。他还留下了该青年的兄弟们作为管理者与立法者,并随同留下了雅典贵族出身的赫尔穆斯;皮托波利斯人也因他而将某处称为“赫尔穆斯之屋”,但他们错误地将第二音节读为曲折重音,从而将这份荣耀由英雄转移到了神明身上。

语法注4 条
  1. 26.1ὕστερον ... Ἡρακλέους

    副词 ὕστερον(在……之后)带有比较级性质,支配属格 Ἡρακλέους 作比较属格,意为“在赫拉克勒斯之后”。

  2. 26.2Βίων δὲ καὶ ταύτην παρακρουσάμενον οἴχεσθαι λαβόντα

    接续前文传闻表达(间接引语的不定式结构)。主语忒修斯(宾格)被省略,支配分词 παρακρουσάμενον 与 λαβόντα;ταύτην 作分词 παρακρουσάμενον 的宾语,全句表示“他(忒修斯)也是通过欺骗将这女子带走的”。

  3. 26.4λόγιόν τι πυθόχρηστον ἀνενεγκεῖν πρὸς ἑαυτόν

    短语 ἀναφέρω πρὸς ἑαυτόν 为惯用表达,意为“自行忆起、回想”。不定式 ἀνενεγκεῖν 在此继续承担间接引语的叙述结构。

  4. 26.5οὐκ ὀρθῶς τὴν δευτέραν συλλαβὴν περισπῶντας

    针对专有名词读音的文法说明:英雄赫尔穆斯(Ἕρμος)的属格为 Ἕρμου(重音在首音节),当地居民却误在第二音节加上曲折重音读作 Ἑρμοῦ,从而将其与赫尔墨斯神(Ἑρμῆς,属格 Ἑρμοῦ)相混淆。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:26.1-26.5