- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:27.1-27.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克记述了亚马逊人入侵阿提卡的经过,详述了双方在雅典城内的激战部署与讲和过程,并考察了各地留存的坟墓与纪念物等历史证据。
πρόφασιν μὲν οὖν ταύτην ὁ τῶν Ἀμαζόνων πόλεμος ἔσχε· φαίνεται δὲ μὴ φαῦλον αὐτοῦ μηδὲ γυναικεῖον γενέσθαι τὸ ἔργον. οὐ γὰρ ἂν ἐν ἄστει κατεστρατοπέδευσαν οὐδὲ τὴν μάχην συνῆψαν ἐν χρῷ1 περὶ τὴν Πνύκα καὶ τὸ Μουσεῖον, εἰ μὴ κρατοῦσαι τῆς χώρας ἀδεῶς τῇ πόλει προσέμιξαν.
因此,亚马逊战争便起因于此;而显而易见,这绝非微不足道或女子般的举动。因为若非她们已经控制了全境并毫无畏惧地逼近城池,她们绝不会在城内扎营,也不会在普纽克斯和缪斯山周围与敌人短兵相接。
εἰ μὲν οὖν, ὡς Ἑλλάνικος ἱστόρηκε, τῷ Κιμμερικῷ Βοσπόρῳ παγέντι διαβᾶσαι περιῆλθον, ἔργον ἐστὶ πιστεῦσαι·2 τὸ δὲ ἐν τῇ πόλει σχεδὸν αὐτὰς ἐνστρατοπεδεῦσαι μαρτυρεῖται καὶ τοῖς ὀνόμασι τῶν τόπων καὶ ταῖς θήκαις τῶν πεσόντων. πολὺν δὲ χρόνον ὄκνος ἦν καὶ μέλλησις ἀμφοτέροις τῆς ἐπιχειρήσεως· τέλος δὲ Θησεὺς κατά τι λόγιον τῷ Φόβῳ σφαγιασάμενος συνῆψεν αὐταῖς.
因此,如果真如赫拉尼库斯所记述的那样,她们是踏着结冰的客墨里安博斯普鲁斯海峡绕道而来的,这确实令人难以置信;但她们几乎是在城内扎营这一点,却由地名和阵亡者的坟墓共同证实了。 很长一段时间里,双方在发动攻击方面都犹豫不决、再三拖延;但最终,忒修斯遵照某则神谕向恐惧神献祭之后,与她们交锋了。
ἡ μὲν οὖν μάχη Βοηδρομιῶνος ἐγένετο μηνὸς ἐφʼ ᾗ τὰ Βοηδρόμια μέχρι νῦν Ἀθηναῖοι θύουσιν. ἱστορεῖ δὲ Κλείδημος, ἐξακριβοῦν τὰ καθʼ ἕκαστα βουλόμενος, τὸ μὲν εὐώνυμον τῶν Ἀμαζόνων κέρας ἐπιστρέφειν πρὸς τὸ νῦν καλούμενον Ἀμαζόνειον, τῷ δὲ δεξιῷ πρὸς τὴν Πνύκα κατὰ τὴν Χρύσαν ἥκειν. μάχεσθαι δὲ πρὸς τοῦτο τοὺς Ἀθηναίους ἀπὸ τοῦ Μουσείου ταῖς Ἀμαζόσι συμπεσόντας, καὶ τάφους τῶν πεσόντων περὶ τὴν πλατεῖαν εἶναι τὴν φέρουσαν ἐπὶ τὰς πύλας παρὰ τὸ Χαλκώδοντος ἡρῷον, ἃς νῦν Πειραϊκὰς ὀνομάζουσι.
这场战斗发生在波德罗米昂月,雅典人至今仍为纪念此战而举行波德罗米亚节祭祀。克雷德穆斯出于详述一切细节的愿望记述道,亚马逊人的左翼转向如今被称为亚马逊圣所的方向,而右翼则沿着克律萨延伸到普纽克斯。雅典人对此从缪斯山发起进攻,与亚马逊人相撞搏战,阵亡者的坟墓就分布在通往卡尔科顿英雄祠旁城门的大道周围,那座门如今被称为皮埃拉厄斯门。
καὶ ταύτῃ μὲν ἐκβιασθῆναι μέχρι τῶν Εὐμενίδων καὶ ὑποχωρῆσαι ταῖς γυναιξίν, ἀπὸ δὲ Παλλαδίου καὶ Ἀρδηττοῦ καὶ Λυκείου προσβαλόντας ὤσασθαι τὸ δεξιὸν αὐτῶν ἄχρι τοῦ στρατοπέδου καὶ πολλὰς καταβαλεῖν. τετάρτῳ δὲ μηνὶ συνθήκας γενέσθαι διὰ τῆς Ἱππολύτης· Ἱππολύτην γὰρ οὗτος ὀνομάζει τὴν τῷ Θησεῖ συνοικοῦσαν, οὐκ Ἀντιόπην. ἔνιοι δέ φασι μετὰ τοῦ Θησέως μαχομένην πεσεῖν τὴν ἄνθρωπον ὑπὸ Μολπαδίας ἀκοντισθεῖσαν, καὶ τὴν στήλην τὴν παρὰ τὸ τῆς Ὀλυμπίας ἱερὸν ἐπὶ ταύτῃ κεῖσθαι.
在这一带,雅典人被逐退直至欧墨尼得斯神殿,向这群女人退让;但从帕拉迪昂、阿尔德托斯和吕刻昂发起进攻的人,则将亚马逊人的右翼一直逼退回她们的营地,并斩杀了许多人。在第四个月,通过希波吕忒的斡旋达成了和约;因为该作者将与忒修斯同居的女人称为希波吕忒,而非安提俄佩。 但有些人称,那女人是在与忒修斯并肩作战时被莫尔帕迪亚投掷的标枪刺中阵亡的,位于奥林匹亚神殿旁的那根石柱就是为她而立的。
καὶ θαυμαστὸν οὐκ ἔστιν ἐπὶ πράγμασιν οὕτω παλαιοῖς πλανᾶσθαι τὴν ἱστορίαν, ἐπεὶ καὶ τὰς τετρωμένας φασὶ τῶν Ἀμαζόνων ὑπʼ Ἀντιόπης εἰς Χαλκίδα λάθρα διαπεμφθείσας τυγχάνειν ἐπιμελείας, καὶ ταφῆναί τινας ἐκεῖ περὶ τὸ νῦν Ἀμαζόνειον καλούμενον. ἀλλὰ τοῦ γε τὸν πόλεμον εἰς σπονδὰς τελευτῆσαι μαρτύριόν ἐστιν ἥ τε τοῦ τόπου κλῆσις τοῦ παρὰ τὸ Θησεῖον, ὅνπερ Ὁρκωμόσιον καλοῦσιν, ἥ τε γινομένη πάλαι θυσία ταῖς Ἀμαζόσι πρὸ τῶν Θησείων.
对于如此古老的事迹,历史记述存在偏差并不足为奇;因为据说受伤的亚马逊人曾被安提俄佩秘密送往卡尔基斯获得救治,其中一些人便埋葬在那里如今被称为亚马逊圣所的周围。不过,这场战争最终以签订和约告终的证据,既有忒修斯神庙旁被称为“誓约所”的地名,也有昔日在忒修斯节前夕向亚马逊人举行的祭祀。
δεικνύουσι δὲ καὶ Μεγαρεῖς Ἀμαζόνων θήκην παρʼ αὑτοῖς, ἐπὶ τὸν καλούμενον Ῥοῦν βαδίζουσιν ἐξ ἀγορᾶς,3 ὅπου τὸ Ῥομβοειδές. λέγεται δὲ καὶ περὶ Χαιρώνειαν ἑτέρας ἀποθανεῖν, καὶ ταφῆναι παρὰ τὸ ῥευμάτιον ὃ πάλαι μέν, ὡς ἔοικε, Θερμώδων, Αἵμων δὲ νῦν καλεῖται· περὶ ὧν ἐν τῷ Δημοσθένους βίῳ γέγραπται. φαίνονται δὲ μηδὲ Θεσσαλίαν ἀπραγμόνως αἱ Ἀμαζόνες διελθοῦσαι· τάφοι γὰρ αὐτῶν ἔτι καὶ νῦν δείκνυνται περὶ τὴν Σκοτουσαίαν καὶ τὰς Κυνὸς κεφαλάς.
墨加拉人也指出其境内有一处亚马逊人的坟墓,就位于从广场走向所谓的“流泉”、即“菱形地”所在之处的路上。据说在喀罗尼亚附近也有其他人阵亡,并被埋葬在一条小溪旁,这条小溪古时似乎被称为热尔莫顿河,如今则被称为海蒙河;关于这些事,已写在《德摩斯梯尼传》中。亚马逊人似乎也并非毫无阻碍地穿过色萨利;因为直到今天,在斯科图萨和犬首山周围仍可指认出她们的坟墓。
- 27.1ἐν χρῷ
源自名词 χρώς(皮肤、身体)的介词短语,字面意为“贴着皮肤”,引申为“近距离地”、“短兵相接”。此处形象地描绘了两军在普纽克斯和缪斯山周围交战的紧迫与激烈。
- 27.2ἔργον ἐστὶ πιστεῦσαι
短语 ἔργον ἐστί 接不定式为固定惯用表达,意为“做某事是一件难事”或“难以……”(相当于 χαλεπόν ἐστι)。普鲁塔克以此表达对赫拉尼库斯关于亚马逊人踏冰绕行之说的怀疑。
- 27.6βαδίζουσιν ἐξ ἀγορᾶς
现在分词复数与格 βαδίζουσιν 属于“视点与格/判断者与格”(dativus iudicantis),用于指明地理方位或行程路线的参照点,意为“当(人)从广场走去时 / 对于从广场步行之人而言”。它不指代特定施事者,而是指示通用的行走视点。
