- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:25.1-25.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
忒修斯将雅典公民划分为相互制衡的三个等级,铸造刻有牛像的货币,吞并墨伽拉并树立分界柱,创办地峡竞技会并为雅典人设立了特权席位。
ἔτι δὲ μᾶλλον αὐξῆσαι τὴν πόλιν βουλόμενος ἐκάλει πάντας ἐπὶ τοῖς ἴσοις, καὶ τὸ δεῦρʼ ἴτε πάντες λεῴ κήρυγμα Θησέως γενέσθαι φασὶ πανδημίαν τινὰ καθιστάντος. οὐ μὴν ἄτακτον οὐδὲ μεμιγμένην περιεῖδεν ὑπὸ πλήθους ἐπιχυθέντος ἀκρίτου γενομένην τὴν δημοκρατίαν, ἀλλὰ πρῶτος ἀποκρίνας χωρὶς εὐπατρίδας καὶ γεωμόρους καὶ δημιουργούς, εὐπατρίδαις δὲ γινώσκειν τὰ θεῖα καὶ παρέχειν ἄρχοντας ἀποδοὺς καὶ νόμων διδασκάλους εἶναι καὶ ὁσίων καὶ ἱερῶν ἐξηγητάς, τοῖς ἄλλοις πολίταις ὥσπερ εἰς ἴσον κατέστησε,1 δόξῃ μὲν εὐπατριδῶν, χρείᾳ δὲ γεωμόρων, πλήθει δὲ δημιουργῶν ὑπερέχειν δοκούντων.2 ὅτι δὲ πρῶτος ἀπέκλινε πρὸς τὸν ὄχλον, ὡς Ἀριστοτέλης φησί, καὶ ἀφῆκε τὸ μοναρχεῖν, ἔοικε μαρτυρεῖν καὶ Ὅμηρος ἐν νεῶν καταλόγῳ μόνους Ἀθηναίους δῆμον προσαγορεύσας.
忒修斯渴望进一步扩大城邦,遂以平等的条件召集所有人;据说“万民,来此聚集”这一呼号,正是忒修斯在建立全体民众共同体时所发出的。然而,他并没有坐视民主制度因未经筛选的大量人群涌入而变得混乱无序,而是率先将人群区分为贵族、农夫和手工业者。他赋予贵族通晓神圣之事、推举长官、教授法律以及阐释圣俗之仪的职责,同时使他们与其他公民处于近乎平等的平衡之中;因为贵族被认为胜在声望,农夫胜在实用,手工业者则胜在人数。正如亚里士多德所言,他是第一个倾向于大众并放弃君权的人;荷马在《战船志》中也似乎证明了这一点,因为他唯独称呼雅典人为“人民”。
ἔκοψε δὲ καὶ νόμισμα, βοῦν ἐγχαράξας, ἢ διὰ τὸν Μαραθώνιον ταῦρον, ἢ διὰ τὸν Μίνω στρατηγόν, ἢ πρὸς γεωργίαν τοὺς πολίτας παρακαλῶν. ἀπʼ ἐκείνου δέ φασι τὸ ἑκατόμβοιον καὶ τὸ δεκάβοιον ὀνομασθῆναι. προσκτησάμενος δὲ τῇ Ἀττικῇ τὴν Μεγαρικὴν βεβαίως, τὴν θρυλουμένην ἐν Ἰσθμῷ στήλην ἔστησεν, ἐπιγράψας τὸ διορίζον ἐπίγραμμα τὴν χώραν δυσὶ τριμέτροις, ὧν ἔφραζε τὸ μὲν πρὸς ἕω "τάδʼ οὐχὶ Πελοπόννησος, ἀλλʼ Ἰωνία·" τὸ δὲ πρὸς ἑσπέραν "τάδʼ ἐστὶ Πελοπόννησος, οὐκ Ἰωνία."
他还铸造了钱币,上面刻有牛的图案,或因马拉松之牛,或因米诺斯的将领,抑或是为了劝勉公民从事农耕;据说“百牛之值”与“十牛之值”的称谓即由他而来。此外,在将墨伽拉地区稳固地并入阿提卡之后,他在地峡树立起那根著名的石柱,用两行三音步格诗刻下界定疆土的题铭,其中面向东方的一行写道: “此地非伯罗奔尼撒,乃爱奥尼亚;”面向西方的一行则写道: “此地为伯罗奔尼撒,非爱奥尼亚。”
καὶ τὸν ἀγῶνα πρῶτος ἔθηκε κατὰ ζῆλον Ἡρακλέους, ὡς διʼ ἐκεῖνον Ὀλύμπια τῷ Δΐ, καὶ διʼ αὐτὸν Ἴσθμια τῷ Ποσειδῶνι φιλοτιμηθεὶς ἄγειν τοὺς Ἕλληνας. ὁ γὰρ ἐπὶ Μελικέρτῃ τεθεὶς αὐτόθι νυκτὸς ἐδρᾶτο, τελετῆς ἔχων μᾶλλον ἢ θέας καὶ πανηγυρισμοῦ τάξιν. ἔνιοι δέ φασιν ἐπὶ Σκείρωνι τὰ Ἴσθμια τεθῆναι, τοῦ Θησέως ἀφοσιουμένου τὸν φόνον διὰ τὴν συγγένειαν· Σκείρωνα γὰρ υἱὸν εἶναι Κανήθου καὶ Ἡνιόχης τῆς Πιτθέως. οἱ δὲ Σίνιν, οὐ Σκείρωνα, καὶ τὸν ἀγῶνα τεθῆναι διὰ τοῦτον ὑπὸ Θησέως, οὐ διʼ ἐκεῖνον. ἔταξεν οὖν καὶ διωρίσατο πρὸς τοὺς Κορινθίους Ἀθηναίων τοῖς ἀφικνουμένοις ἐπὶ τὰ Ἴσθμια παρέχειν προεδρίαν ὅσον ἂν τόπον ἐπίσχῃ καταπετασθὲν τὸ τῆς θεωρίδος νεὼς ἱστίον,3 ὡς Ἑλλάνικος καὶ Ἄνδρων ὁ Ἁλικαρνασεὺς ἱστορήκασιν.
他还出于效仿赫拉克勒斯之心,率先在此创办竞技会;他的抱负在于,正如希腊人因赫拉克勒斯而为宙斯举办奥林匹亚竞技会一样,他们也因自己而为波塞冬举办地峡竞技会。因为此前在当地为墨利克耳忒斯所设的竞赛是在夜间举行的,更具有秘仪的性质,而非公开观赏的节日盛会。但也有人说,地峡竞技会是为斯喀戎而设立的,忒修斯因与其有血缘亲族关系而以此消除杀戮之罪;因为斯喀戎是卡涅托斯与皮透斯之女赫尼俄克之子。另有人则称是西尼斯而非斯喀戎,竞技会是忒修斯因西尼斯而非斯喀戎所设。因此他与科林斯人达成约定并规定,对前来参加地峡竞技会的雅典人,须提供相当于其使节船之帆展开时所覆盖面积的首席特权席位,正如赫拉尼库斯与哈利卡尔那索斯的安德隆所记载的那样。
- 25.2τοῖς ἄλλοις πολίταις ὥσπερ εἰς ἴσον κατέστησε
动词 κατέστησε 的直接宾语(即贵族阶层)承前省略,句意为“将他们与其他公民(τοῖς ἄλλοις πολίταις,表示参照/比较的与格)置于近乎平等的地位”。接续分词 ἀποδούς 所赋予贵族的特权,主句表明忒修斯在三等级之间达成了某种权力的平衡。
- 25.2δόξῃ μὲν εὐπατριδῶν, χρείᾳ δὲ γεωμόρων, πλήθει δὲ δημιουργῶν ὑπερέχειν δοκούντων
独立属格结构。名词属格 εὐπατριδῶν、γεωμόρων 和 δημιουργῶν 为逻辑主语,与属格分词 δοκούντων 一致。与格词 δόξῃ、χρείᾳ 和 πλήθει 充当限制(方面)与格,用以修饰不定式 ὑπερέχειν(在名望、实用、人数方面占优)。
- 25.5ὅσον ἂν τόπον ἐπίσχῃ καταπετασθὲν τὸ τῆς θεωρίδος νεὼς ἱστίον
由 ἄν 与虚拟式 ἐπίσχῃ 构成的关系从句,用以限定前排特权席位(προεδρίαν)所占的空间范围。被动过去分词 καταπετασθέν 与中性主语 τὸ ἱστίον 一致,作时间或状态状语分词(“当展平时”)。
