← 普鲁塔克

忒修斯传

§22.1-22.5

埃勾斯之死与节日习俗的起源

忒修斯归航时遗忘换帆导致埃勾斯坠崖自尽;噩耗的传达解释了使杖受冠、奠酒呼号、煮豆聚餐以及抬供“秋枝”等节日习俗的起源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

τῇ δὲ Ἀττικῇ προσφερομένων ἐκλαθέσθαι μὲν αὐτόν,1 ἐκλαθέσθαι δὲ τὸν κυβερνήτην ὑπὸ χαρᾶς ἐπάρασθαι τὸ ἱστίον ᾧ τὴν σωτηρίαν αὐτῶν ἔδει γνώριμον τῷ Αἰγεῖ γενέσθαι· τὸν δὲ ἀπογνόντα ῥῖψαι κατὰ τῆς πέτρας ἑαυτὸν καὶ διαφθαρῆναι. καταπλεύσας δὲ ὁ Θησεὺς ἔθυε μὲν αὐτὸς ἃς ἐκπλέων θυσίας εὔξατο τοῖς θεοῖς Φαληροῖ, κήρυκα δὲ ἀπέστειλε τῆς σωτηρίας ἄγγελον εἰς ἄστυ.

据说,在他们接近阿提卡时,忒修斯自己和舵手都因欢喜过度,忘记升起那面本该向埃勾斯表明他们平安归来的风帆;埃勾斯陷入绝望,从悬崖上纵身跳下身亡。忒修斯靠岸后,自己在法勒龙向诸神献上了启航时许下的祭牲,同时派出一名传令官前往城中报信,传达生还的喜讯。

§22.2

οὗτος ἐνέτυχεν ὀδυρομένοις τε πολλοῖς τὴν τοῦ βασιλέως τελευτὴν καὶ χαίρουσιν, ὡς εἰκός, ἑτέροις καὶ φιλοφρονεῖσθαι καὶ στεφανοῦν αὐτὸν ἐπὶ τῇ σωτηρίᾳ προθύμοις οὖσι. τοὺς μὲν οὖν στεφάνους δεχόμενος τὸ κηρύκειον ἀνέστεφεν, ἐπανελθὼν δὲ ἐπὶ θάλασσαν οὔπω πεποιημένου σπονδὰς τοῦ Θησέως ἔξω περιέμεινε, μὴ βουλόμενος τὴν θυσίαν ταράξαι.

这位传令官遇到了许多为国王之死痛哭哀悼的人,也遇到了另一群理所当然为获救而欣喜、热切地向他表示友好并为他佩戴花冠的人。于是他接受了花冠,将其戴在传令杖上;当他返回海边时,因忒修斯尚未完成奠酒,他不愿扰乱祭礼,便在外面等候。

§22.3

γενομένων δὲ τῶν σπονδῶν ἀπήγγειλε τὴν τοῦ Αἰγέως τελευτήν. οἱ δὲ σὺν κλαυθμῷ καὶ θορύβῳ σπεύδοντες ἀνέβαινον εἰς τὴν πόλιν. ὅθεν καὶ νῦν ἐν τοῖς ὠσχοφορίοις στεφανοῦσθαι μὲν οὐ τὸν κήρυκα λέγουσιν, ἀλλὰ τὸ κηρύκειον, ἐπιφωνεῖν δὲ ἐν ταῖς σπονδαῖς, Ἐλελεῦ, Ἰού, Ἰού, τοὺς παρόντας· ὧν τὸ μὲν σπεύδοντες ἀναφωνεῖν καὶ παιωνίζοντες εἰώθασι, τὸ δὲ ἐκπλήξεως καὶ ταραχῆς ἐστι.2

待奠酒完毕,他通报了埃勾斯的死讯。众人便在号哭与骚动中匆匆奔赴城内。据说正因如此,如今在携枝节上,受冠的不是传令官本人,而是传令杖;并且在奠酒时,在场者会呼喊:“厄勒勒乌,约乌,约乌!”其中前一呼喊是人们在匆忙前行和歌唱凯歌时惯用的呼号,后一呼喊则属于震惊与混乱之情。

§22.4

θάψας δὲ τὸν πατέρα, τῷ Ἀπόλλωνι τὴν εὐχὴν ἀπεδίδου τῇ ἑβδόμῃ τοῦ Πυανεψιῶνος μηνὸς ἱσταμένου· ταύτῃ γὰρ ἀνέβησαν εἰς ἄστυ σωθέντες. ἡ μὲν οὖν ἕψησις τῶν ὀσπρίων λέγεται γίνεσθαι διὰ τὸ σωθέντας αὐτοὺς εἰς ταὐτὸ συμμῖξαι τὰ περιόντα τῶν σιτίων καὶ μίαν χύτραν κοινὴν ἑψήσαντας συνεστιαθῆναι καὶ συγκαταφαγεῖν ἀλλήλοις.

在安葬父亲之后,忒修斯于皮亚内普西翁月的初七向阿波罗还愿,因为正是在这一天,他们获救返回城中。据说煮豆子的习俗正是由于获救的青年们把剩余的口粮掺混在一起,放在一口公共的陶锅里煮熟,共同聚餐并一同吃光而来的。

§22.5

τὴν δὲ εἰρεσιώνην ἐκφέρουσι κλάδον ἐλαίας ἐρίῳ μὲν ἀνεστεμμένον, ὥσπερ τότε τὴν ἱκετηρίαν, παντοδαπῶν δὲ ἀνάπλεων καταργμάτων διὰ τὸ λῆξαι τὴν ἀφορίαν, ἐπᾴδοντες· "εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀποψήσασθαι3 καὶ κύλικʼ εὔζωρον, ὡς ἂν μεθύουσα καθεύδῃ." καίτοι ταῦτά τινες ἐπὶ τοῖς Ἡρακλείδαις γίνεσθαι λέγουσιν, οὕτως διατρεφομένοις ὑπὸ τῶν Ἀθηναίων· οἱ δὲ πλείονες ὡς προείρηται.

他们还抬出“秋枝”,这是一根用羊毛缠裹的橄榄枝,正如当年的请愿枝一样,上面挂满了各式各样的初熟果实,以示荒歉已止,人们对之歌唱道: “秋枝带来无花果与肥美的面包, 罐里的蜜与拭身的油, 还有盛满纯酒的杯,好让她沉醉安眠。” 尽管有人说这些仪式是为纪念赫拉克勒斯后裔而设的,因为他们曾以这种方式受到雅典人的供养,但多数人仍持有前述的说法。

语法注3 条
  1. 22.1τῇ δὲ Ἀττικῇ προσφερομένων ἐκλαθέσθαι μὲν αὐτόν

    句中的 τῇ δὲ Ἀττικῇ προσφερομένων 是省略了逻辑主语(忒修斯一行)的属格独立结构。随后的不定式 ἐκλαθέσθαι 与 ῥῖψαι 延续了前文的间接引语(承接自叙述语境中隐含的 λέγουσι 或 φασίν 等动词的不定式复合结构)。

  2. 22.3ὧν τὸ μὲν σπεύδοντες ἀναφωνεῖν καὶ παιωνίζοντες εἰώθασι, τὸ δὲ ἐκπλήξεως καὶ ταραχῆς ἐστι

    关系代词 ὧν 是表示部分属格,指代前文的两个呼号 Ἐλελεῦ 与 Ἰού, Ἰού。其中 τὸ μέν 指前者(急促前进及吟唱凯歌时的呼喊),而 τὸ δέ 指后者,并带有表示特征的谓语属格 ἐκπλήξεως καὶ ταραχῆς ἐστι(“属于震惊与混乱”)。

  3. 22.5ἔλαιον ἀποψήσασθαι

    中动态不定式 ἀποψήσασθαι 在此用作修饰名词 ἔλαιον 的目的/说明性不定式(“用以拭身的油”),是古希腊诗歌中表明物品用途的典型结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:22.1-22.5