- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:21.1-21.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
忒修斯停靠提洛岛,奉献阿佛洛狄忒雕像,与青年男女跳起模仿迷宫路线的“鹤舞”,并举办竞技会首次将棕榈枝授予获胜者。
ἐκ δὲ τῆς Κρήτης ἀποπλέων εἰς Δῆλον κατέσχε· καὶ τῷ θεῷ θύσας καὶ ἀναθεὶς τὸ ἀφροδίσιον ὃ παρὰ τῆς Ἀριάδνης ἔλαβεν, ἐχόρευσε μετὰ τῶν ἠϊθέων χορείαν ἣν ἔτι νῦν ἐπιτελεῖν Δηλίους λέγουσι, μίμημα τῶν ἐν τῷ Λαβυρίνθῳ περιόδων καὶ διεξόδων, ἔν τινι ῥυθμῷ παραλλάξεις καὶ ἀνελίξεις ἔχοντι γιγνομένην.1
忒修斯从克里特岛启航,停靠在提洛岛。他向神明献祭,奉献了从阿里阿德涅那里得到的阿佛洛狄忒小雕像,并与青年们跳起了一支舞蹈;据说提洛人至今仍在跳这种舞蹈,它是对迷宫中迂回曲折与出入路径的模仿,在包含交错与盘旋动作的某种节奏中进行。
καλεῖται δὲ τὸ γένος τοῦτο τῆς χορείας ὑπὸ Δηλίων γέρανος, ὡς ἱστορεῖ Δικαίαρχος. ἐχόρευσε δὲ περὶ τὸν Κερατῶνα βωμόν, ἐκ κεράτων συνηρμοσμένον εὐωνύμων ἁπάντων.2 ποιῆσαι δὲ καὶ ἀγῶνά φασιν αὐτὸν ἐν Δήλῳ, καὶ τοῖς νικῶσι τότε πρῶτον ὑπʼ ἐκείνου φοίνικα δοθῆναι.
正如狄凯阿尔科斯所记载,这种舞蹈被提洛人称为“鹤舞”。他是在“角祭坛”周围起舞的,那座祭坛完全是用左侧的角组装而成的。人们还说,他还在提洛岛举办了竞技会,当时正是由他首次将棕榈枝授予获胜者。
- 21.1μίμημα τῶν ἐν τῷ Λαβυρίνθῳ περιόδων καὶ διεξόδων, ἔν τινι ῥυθμῷ παραλλάξεις καὶ ἀνελίξεις ἔχοντι γιγνομένην
同位语与分词的一致关系。中性名词 μίμημα 作为前文同族宾格 χορείαν 的同位语,用以解释该舞蹈的性质与内容。句末的分词 γιγνομένην 为阴性单数宾格,在语法上直接修饰较远的 χορείαν,而非紧邻的中性同位语 μίμημα。
- 21.2ἐκ κεράτων συνηρμοσμένον εὐωνύμων ἁπάντων
属格修饰语的依附。εὐωνύμων ἁπάντων 修饰由介词 ἐκ 引导表示材质的属格 κεράτων(“角”)。形容词 εὐώνυμος 是避讳不祥的婉曲词,意为“左侧的”(即 ἀριστερός),说明该祭坛完全是用动物左侧的角组装而成的。
