← 普鲁塔克

忒修斯传

§23.1-23.3

忒修斯之船与携枝节的起源

记述了雅典人不断翻修从而引发哲学上“增长论”(忒修斯之船)的古船,并阐释了忒修斯通过挑选两名美少年乔装为少女而创立的携枝节之渊源,以及对其圣所与祭祀制度的设立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

τὸ δὲ πλοῖον ἐν ᾧ μετὰ τῶν ἠϊθέων ἔπλευσε καὶ πάλιν ἐσώθη, τὴν τριακόντορον, ἄχρι τῶν Δημητρίου τοῦ Φαληρέως χρόνων διεφύλαττον οἱ Ἀθηναῖοι, τὰ μὲν παλαιὰ τῶν ξύλων ὑφαιροῦντες, ἄλλα δὲ ἐμβάλλοντες ἰσχυρὰ καὶ συμπηγνύντες οὕτως ὥστε καὶ τοῖς φιλοσόφοις εἰς τὸν αὐξόμενον λόγον1 ἀμφιδοξούμενον παράδειγμα τὸ πλοῖον εἶναι, τῶν μὲν ὡς τὸ αὐτό, τῶν δὲ ὡς οὐ τὸ αὐτὸ διαμένοι λεγόντων.

忒修斯当年与少男少女一同航行并平安归来的船只,是一艘三十桨船,雅典人一直将其保存到法勒隆的德米特里乌斯的时代。他们不断拆下旧木料,补入结实的新材并拼接牢固,以至于这艘船在哲学家中间成了关于“增长论”的一个引发争议的范例,一方主张它依然是同一艘船,另一方则主张它已不是同一艘船。

§23.2

ἄγουσι δὲ καὶ τὴν τῶν ὠσχοφορίων ἑορτὴν Θησέως καταστήσαντος. οὐ γὰρ ἁπάσας αὐτὸν ἐξαγαγεῖν τὰς λαχούσας τότε παρθένους, ἀλλὰ τῶν συνήθων νεανίσκων δύο θηλυφανεῖς μὲν ὀφθῆναι καὶ νεαρούς, ἀνδρώδεις δὲ τὰς ψυχὰς καὶ προθύμους, λουτροῖς τε θερμοῖς καὶ σκιατραφίαις καὶ ταῖς περὶ κόμην καὶ λειότητα καὶ χροιὰν ἀλοιφαῖς καὶ κοσμήσεσιν ὡς ἔστιν ἐξαλλάξαντα κομιδῇ, καὶ διδάξαντα φωνὴν καὶ σχῆμὰ καὶ βάδισιν ὡς ἔνι μάλιστα παρθένοις ὁμοιοῦσθαι καὶ μηδὲν φαίνεσθαι διαφέροντας, ἐμβαλεῖν εἰς τὸν τῶν παρθένων ἀριθμὸν καὶ διαλαθεῖν ἅπαντας·2

雅典人还举行携枝节,此节日由忒修斯所创设。据说,他当年并未带走全部中签的少女,而是在亲近的青年中挑选了两人——他们在外貌上看似娇美年幼,心灵上却刚毅热诚——忒修斯通过温水浴、避日阴养、以及用于头发、肌肤光洁与肤色的涂油和修饰,使他们尽可能彻底地改变了外貌;又教导他们的声音、举止和步态,使之尽可能与少女逼真肖似、毫无分别,将他们混入少女的名额之中,瞒过了所有人。

§23.3

ἐπεὶ δὲ ἐπανῆλθεν, αὐτόν τε πομπεῦσαι καὶ τοὺς νεανίσκους οὕτως ἀμπεχομένους ὡς νῦν ἀμπέχονται τοὺς ὀσχοὺς φέροντες. φέρουσι δὲ Διονύσῳ καὶ Ἀριάδνῃ χαριζόμενοι διὰ τὸν μῦθον, ἢ μᾶλλον ὅτι συγκομιζομένης ὀπώρας ἐπανῆλθον· αἱ δὲ δειπνοφόροι παραλαμβάνονται καὶ κοινωνοῦσι τῆς θυσίας ἀπομιμούμεναι τὰς μητέρας ἐκείνων τῶν λαχόντων· ἐπεφοίτων γὰρ αὐτοῖς ὄψα καὶ σιτία κομίζουσαι· καὶ μῦθοι λέγονται διὰ τὸ κἀκείνας εὐθυμίας ἕνεκα καὶ παρηγορίας μύθους διεξιέναι τοῖς παισί. ταῦτα μὲν οὖν καὶ Δήμων ἱστόρηκεν. ἐξῃρέθη δὲ καὶ τέμενος αὐτῷ, καὶ τοὺς ἀπὸ τῶν παρασχόντων τὸν δασμὸν οἴκων ἔταξεν εἰς θυσίαν αὑτῷ τελεῖν ἀποφοράς·3 καὶ τῆς θυσίας ἐπεμελοῦντο Φυταλίδαι, Θησέως ἀποδόντος αὐτοῖς ἀμοιβὴν τῆς φιλοξενίας.

在他返回时,他本人与这些青年便按照如今携带着葡萄枝者所穿的样式着装并列队行进。人们携带枝条,或是出于神话原因为了讨好狄奥尼索斯和阿里阿德涅,或是更确切地说,因为他们正是在采摘秋果的季节归来的。至于携餐妇人被接纳并参与祭礼,则是为了摹仿那些中签者的母亲;因为母亲们当年常常带着菜肴和口粮前去探望他们;仪式上讲述神话故事,也是因为那些母亲曾向孩子们讲述故事以资抚慰和鼓励。这些事连德蒙也曾记载。此外,还为忒修斯划定了一处圣所,他规定那些曾经交纳贡税的家族要为祭祀他交纳分担金;而祭祀由菲塔利代一族负责,这是忒修斯给他们的好客之情的回报。

语法注3 条
  1. 23.1εἰς τὸν αὐξόμενον λόγον

    介词 εἰς 表示讨论的主题或领域,指古代哲学中关于事物因增补或置换部件后是否维持同一性的形而上学辩题“增长论”(λόγος αὐξόμενος)。其后由属格绝对结构 τῶν μὲν ὡς τὸ αὐτό, τῶν δὲ ὡς οὐ τὸ αὐτὸ διαμένοι λεγόντων 进一步阐述正反双方的分歧。

  2. 23.2οὐ γὰρ ἁπάσας αὐτὸν ἐξαγαγεῖν τὰς λαχούσας τότε παρθένους, ἀλλὰ τῶν συνήθων νεανίσκων δύο ... ἐμβαλεῖν εἰς τὸν τῶν παρθένων ἀριθμὸν καὶ διαλαθεῖν ἅπαντας·

    这一长句中的不定词(ἐξαγαγεῖν, ἐμβαλεῖν, διαλαθεῖν)属于间接引语结构,用于转述历史传闻,逻辑主语为对格的 αὐτόν(忒修斯)。其宾语 τῶν συνήθων νεανίσκων δύο(亲近青年中的两人)受形容词短语(θηλυφανεῖς... προθύμους)修饰,其后又接与主语 αὐτόν 一致的单数对格分词短语(ἐξαλλάξαντα... διδάξαντα...),细致描摹了将其容貌外表与言行举止彻底女化的过程。

  3. 23.3τοὺς ἀπὸ τῶν παρασχόντων τὸν δασμὸν οἴκων ἔταξεν εἰς θυσίαν αὑτῷ τελεῖν ἀποφοράς

    动词 ἔταξεν(规定、命令)统辖一个对格不定词结构(τελεῖν ἀποφοράς,“缴纳分担金”)。作为不定词逻辑主语的 τοὺς ἀπὸ τῶν παρασχόντων τὸν δασμὸν οἴκων 字面意为“来自那些提供贡税的家族的人们”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:23.1-23.3