← 普鲁塔克

忒修斯传

§20.1-20.5

阿里阿德涅命运的异说与祭仪渊源

文中记述了关于阿里阿德涅在被忒修斯抛弃后命运的诸多分歧传说(包括自缢、与奥伊纳洛斯结合、派翁所述的塞浦路斯客死,以及纳克索斯人关于两位阿里阿德涅的说法)及其相关的祭仪渊源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

πολλοὶ δὲ λόγοι καὶ περὶ τούτων ἔτι λέγονται καὶ περὶ τῆς Ἀριάδνης, οὐδὲν ὁμολογούμενον ἔχοντες. οἱ μὲν γὰρ ἀπάγξασθαί φασιν αὐτὴν ἀπολειφθεῖσαν ὑπὸ τοῦ Θησέως, οἱ δὲ εἰς Νάξον ὑπὸ ναυτῶν κομισθεῖσαν Οἰνάρῳ τῷ ἱερεῖ τοῦ Διονύσου συνοικεῖν, ἀπολειφθῆναι δὲ τοῦ Θησέως ἐρῶντος ἑτέρας· "δεινὸς γάρ μὲν ἔτειρεν ἔρως Πανοπηΐδος Αἴγλης."

关于这些事情以及关于阿里阿德涅,至今仍流传着诸多说法,彼此之间毫无一致之处。有些人说她在被忒修斯抛弃后自缢身亡;另一些人则说她被水手们带到纳克索斯岛,与狄奥尼索斯的祭司奥伊纳洛斯同居,而她之所以被抛弃,是因为忒修斯爱上了另一个女子: “因为对帕诺佩乌斯之女埃格勒的强烈爱意折磨着他。”

§20.2

τοῦτο γὰρ τὸ ἔπος ἐκ τῶν Ἡσιόδου Πεισίστρατον ἐξελεῖν φησιν Ἡρέας ὁ Μεγαρεύς, ὥσπερ αὖ πάλιν ἐμβαλεῖν εἰς τὴν Ὁμήρου νέκυιαν τὸ1 "Θησέα Πειρίθοόν τε θεῶν ἀριδείκετα τέκνα," χαριζόμενον Ἀθηναίοις· ἔνιοι δὲ καὶ τεκεῖν ἐκ Θησέως Ἀριάδνην Οἰνοπίωνα καὶ Στάφυλον· ὧν καὶ ὁ Χῖος Ἴων ἐστὶ περὶ τῆς ἑαυτοῦ πατρίδος λέγων· "τήν ποτε Θησείδης ἔκτισεν Οἰνοπίων." ἃ δʼ ἐστὶν εὐφημότατα τῶν μυθολογουμένων, πάντες ὡς ἔπος εἰπεῖν διὰ στόματος ἔχουσιν. ἴδιον δέ τινα περὶ τούτων λόγον ἐκδέδωκε Παίων ὁ Ἀμαθούσιος.

墨加拉的赫瑞阿斯声称,庇西特拉图从赫西俄德的诗作中删去了这行诗,正如他又为了讨好雅典人,在荷马的《亡灵书》中插入了: “忒修斯与珀里托俄斯,诸神显赫的后裔,” 这行诗一样;还有人说阿里阿德涅为忒修斯生下了奥伊诺庇翁和斯塔菲洛斯,其中基奥斯的伊翁在谈及其故乡时也说道: “此城曾由忒修斯之子奥伊诺庇翁所建。” 在这些传说中名声最显赫的那些,几乎被所有人挂在嘴边。但阿马图斯的派翁却发表了一则关于这些事情的独家记述。

§20.3

τὸν γὰρ Θησέα φησὶν ὑπὸ χειμῶνος εἰς Κύπρον ἐξενεχθέντα καὶ τὴν Ἀριάδνην ἔγκυον ἔχοντα, φαύλως δὲ διακειμένην ὑπὸ τοῦ σάλου καὶ δυσφοροῦσαν, ἐκβιβάσαι μόνην, αὐτὸν δὲ τῷ πλοίῳ βοηθοῦντα πάλιν εἰς τὸ πέλαγος ἀπὸ τῆς γῆς φέρεσθαι. τὰς οὖν ἐγχωρίους γυναῖκας τὴν Ἀριάδνην ἀναλαβεῖν καὶ περιέπειν ἀθυμοῦσαν ἐπὶ τῇ μονώσει, καὶ γράμματα πλαστὰ προσφέρειν, ὡς τοῦ Θησέως γράφοντος αὐτῇ,2 καὶ περὶ τὴν ὠδῖνα συμπονεῖν καὶ βοηθεῖν· ἀποθανοῦσαν δὲ θάψαι μὴ τεκοῦσαν.

他说忒修斯因风暴被吹到塞浦路斯,身旁带着身怀六甲的阿里阿德涅,由于阿里阿德涅因波涛颠簸而身体极度不适且痛苦万分,忒修斯便将她单独送上岸,而他自己为了挽救船只,又从陆地被卷入了茫茫大海。当地的妇人们于是收留了阿里阿德涅,悉心照料因孤立无援而沮丧绝望的她,并送来伪造的书信,假托是忒修斯写给她的,还在她临盆分娩时分担痛苦、鼎力相助;然而她未及分娩便去世了,妇人们将她安葬。

§20.4

ἐπελθόντα δὲ τὸν Θησέα καὶ περίλυπον γενόμενον τοῖς μὲν ἐγχωρίοις ἀπολιπεῖν χρήματα, συντάξαντα θύειν τῇ Ἀριάδνῃ, δύο δὲ μικροὺς ἀνδριαντίσκους ἱδρύσασθαι, τὸν μὲν ἀργυροῦν, τὸν δὲ χαλκοῦν. ἐν δὲ τῇ θυσίᾳ τοῦ Γορπιαίου μηνὸς ἱσταμένου δευτέρᾳ κατακλινόμενόν τινα τῶν νεανίσκων φθέγγεσθαι καὶ ποιεῖν ἅπερ ὠδίνουσαι γυναῖκες· καλεῖν δὲ τὸ ἄλσος Ἀμαθουσίους, ἐν ᾧ τὸν τάφον δεικνύουσιν, Ἀριάδνης Ἀφροδίτης.3

忒修斯返回后悲痛万分,给当地人留下一笔钱财,吩咐他们向阿里阿德涅献祭,并树立了两尊小雕像,一尊银制,一尊铜制。而在戈耳庇埃俄斯月初二的祭祀中,一位青年男子会躺倒在地,发出产妇般的啼叫并做出产妇的动作;阿马图斯人把他们在其中展示陵墓的圣林称为“阿里阿德涅·阿佛洛狄忒之林”。

§20.5

καὶ Ναξίων δέ τινες ἰδίως ἱστοροῦσι δύο Μίνωας γενέσθαι καὶ δύο Ἀριάδνας, ὧν τὴν μὲν Διονύσῳ γαμηθῆναί φασιν ἐν Νάξῳ καὶ τοὺς περὶ Στάφυλον τεκεῖν, τὴν δὲ νεωτέραν ἁρπασθεῖσαν ὑπὸ τοῦ Θησέως καὶ ἀπολειφθεῖσαν εἰς Νάξον ἐλθεῖν, καὶ τροφὸν μετʼ αὐτῆς ὄνομα Κορκύνην, ἧς δείκνυσθαι τάφον. ἀποθανεῖν δὲ καὶ τὴν Ἀριάδνην αὐτόθι καὶ τιμὰς ἔχειν οὐχ ὁμοίας τῇ προτέρᾳ. τῇ μὲν γὰρ ἡδομένους καὶ παίζοντας ἑορτάζειν, τὰς δὲ ταύτῃ δρωμένας θυσίας εἶναι πένθει τινὶ καὶ στυγνότητι μεμιγμένας.

纳克索斯人中亦有人独特地记载道,曾有两个米诺斯和两个阿里阿德涅;他们说其中一人在纳克索斯嫁给了狄奥尼索斯,并生下了斯塔菲洛斯等人;而较年轻的那一位被忒修斯掳走后抛弃,来到了纳克索斯,随行的还有一位名叫科尔库涅的乳母,其坟墓至今仍被指认。这一位阿里阿德涅也死在当地,但享有的尊荣与前一位大不相同:因为人们为前一位举行欢欣雀跃、嬉戏作乐的节庆,而为后一位所举行的祭仪,则掺杂着某种哀伤与阴郁。

语法注3 条
  1. 20.2ὥσπερ αὖ πάλιν ἐμβαλεῖν εἰς τὴν Ὁμήρου νέκυιαν τὸ

    不定词 ἐμβαλεῖν 受前面的 φησίν 支配,与前文的 ἐξελεῖν 并列,均以宾格的 Πεισίστρατον 作为其逻辑主语。后面的分词 χαριζόμενον 在性、数、格上亦与该宾格主语一致。

  2. 20.3ὡς τοῦ Θησέως γράφοντος αὐτῇ

    由 ὡς 引导的属格独立结构,表示主观假托或借口(仿佛忒修斯亲自写信给她一般),而非客观事实。

  3. 20.4καλεῖν δὲ τὸ ἄλσος Ἀμαθουσίους, ἐν ᾧ τὸν τάφον δεικνύουσιν, Ἀριάδνης Ἀφροδίτης

    间接引语中不定词 καλεῖν 的结构。其宾格逻辑主语为 Ἀμαθουσίους,直接宾语为 τὸ ἄλσος,而属格短语 Ἀριάδνης Ἀφροδίτης 充当说明圣林名称的补足成分。关系从句 ἐν ᾧ τὸν τάφον δεικνύουσιν 插入于宾语与补足成分之间,造成了句式上的隔开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:20.1-20.5