← 普鲁塔克

忒修斯传

§19.1-19.7

忒修斯在克里特的活动与诸说

文中记述了忒修斯在克里特的活动,除迷宫除怪的通行传说外,还列举了与将军陶罗斯竞技以及克雷德穆斯所载急袭等异说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

ἐπεὶ δὲ κατέπλευσεν εἰς Κρήτην, ὡς μὲν οἱ πολλοὶ γράφουσι καὶ ᾄδουσι, παρὰ τῆς Ἀριάδνης ἐρασθείσης τὸ λίνον λαβών, καὶ διδαχθεὶς ὡς ἔστι τοῦ λαβυρίνθου τοὺς ἑλιγμοὺς διεξελθεῖν,1 ἀπέκτεινε τὸν Μινώταυρον καὶ ἀπέπλευσε τὴν Ἀριάδνην ἀναλαβὼν καὶ τοὺς ἠϊθέους. Φερεκύδης δὲ καὶ τὰ ἐδάφη τῶν Κρητικῶν νεῶν φησιν ἐκκόψαι τὸν Θησέα, τὴν δίωξιν ἀφαιρούμενον.

当他航行抵达克里特岛时,正如大多数人所记载和歌咏的那样,他从爱上他的阿里阿德涅那里得到了线团,并获知了如何穿越迷宫迂回路径的方法,随后他杀死了米诺陶洛斯,带着阿里阿德涅和少男少女们启航离去。然而费雷居德斯说,忒修斯还凿穿了克里特船只的船底,以断绝其追击的能力。

§19.2

δήμων δὲ καὶ τὸν Ταῦρον ἀναιρεθῆναί φησι τὸν τοῦ Μίνω στρατηγόν, ἐν τῷ λιμένι διαναυμαχοῦντα τοῦ Θησέως ἐκπλέοντος. ὡς δὲ Φιλόχορος ἱστόρηκε, τὸν ἀγῶνα τοῦ Μίνω συντελοῦντος, ἐπίδοξος ὢν ἅπαντας πάλιν νικήσειν,2 ὁ Ταῦρος ἐφθονεῖτο. καὶ γὰρ ἡ δύναμις αὐτοῦ διὰ τὸν τρόπον ἦν ἐπαχθής, καὶ διαβολὴν εἶχεν ὡς τῇ Πασιφάῃ πλησιάζων. διὸ καὶ τοῦ Θησέως ἀξιοῦντος ἀγωνίσασθαι συνεχώρησεν ὁ Μίνως.

德蒙则说,米诺斯的将军陶罗斯是在忒修斯启航时于港口中交战并被杀的。而据菲洛霍罗斯的记载,在米诺斯举行竞技会时,陶罗斯因有望再次战胜所有人而招致嫉妒;因为他的权势因其为人而令人难以忍受,且他被控与帕西淮有私通之嫌。因此,当忒修斯请求参赛时,米诺斯准许了。

§19.3

ἔθους δὲ ὄντος ἐν Κρήτῃ θεᾶσθαι καὶ τὰς γυναῖκας, Ἀριάδνη παροῦσα πρός τε τὴν ὄψιν ἐξεπλάγη τοῦ Θησέως καὶ τὴν ἄθλησιν ἐθαύμασε πάντων κρατήσαντος. ἡσθεὶς δὲ καὶ ὁ Μίνως μάλιστα τοῦ Ταύρου καταπαλαισθέντος καὶ προπηλακισθέντος, ἀπέδωκε τῷ Θησεῖ τοὺς παῖδας καὶ ἀνῆκε τῇ πόλει τὸν δασμόν.

由于在克里特岛有女子也观看比赛的习俗,在场的阿里阿德涅既为忒修斯的相貌所倾倒,又惊叹于他力压群雄的武艺。米诺斯也因陶罗斯被摔倒并受辱而大为快慰,遂将孩子们归还给忒修斯,并免除了该城邦的贡赋。

§19.4

ἰδίως δέ πως καὶ περιττῶς ὁ Κλείδημος ἀπήγγειλε περὶ τούτων, ἄνωθέν ποθεν ἀρξάμενος, ὅτι δόγμα κοινὸν ἦν Ἑλλήνων μηδεμίαν ἐκπλεῖν τριήρη μηδαμόθεν ἀνδρῶν πέντε πλείονας δεχομένην· τὸν δὲ ἄρχοντα τῆς Ἀργοῦς Ἰάσονα μόνον περιπλεῖν ἐξείργοντα τῆς θαλάττης τὰ λῃστήρια. Δαιδάλου δὲ πλοίῳ φυγόντος εἰς Ἀθήνας, Μίνως παρὰ τὰ δόγματα μακραῖς ναυσὶ διώκων ὑπὸ χειμῶνος εἰς Σικελίαν ἀπηνέχθη κἀκεῖ κατέστρεψε τὸν βίον.

克雷德穆斯对这些事情给出了某种奇特而与众不同的叙述,其开端追溯得更为久远,称希腊人曾有一项共同法令,规定任何三列桨座战船从任何地方出航皆不得载人超过五名;唯有阿耳戈号的船长伊阿宋乘船四处巡航以肃清海盗。然而当代达罗斯乘船逃往雅典时,米诺斯违反法令动用战船进行追击,却被风暴吹到西西里岛,并在那里结束了生命。

§19.5

ἐπεὶ δὲ Δευκαλίων ὁ υἱὸς αὐτοῦ πολεμικῶς ἔχων πρὸς τοὺς Ἀθηναίους ἔπεμψεν, ἐκδιδόναι Δαίδαλον αὑτῷ κελεύων ἢ τοὺς παῖδας ἀποκτενεῖν ἀπειλῶν οὓς ἔλαβεν ὁμήρους ὁ Μίνως, τούτῳ μὲν ἀπεκρίνατο πρᾴως ὁ Θησεύς, παραιτούμενος ἀνεψιὸν ὄντα Δαίδαλον3 κἀκείνῳ κατὰ γένος προσήκοντα, μητρὸς ὄντα Μερόπης τῆς Ἐρεχθέως, αὐτὸς δὲ ναυπηγίαν ἐπεβάλετο, τὴν μὲν ἐν Θυμαιταδῶν αὐτόθι μακρὰν τῆς ξενικῆς ὁδοῦ, τὴν δὲ διὰ Πιτθέως ἐν Τροιζῆνι, βουλόμενος λανθάνειν.

其子德乌卡利翁对雅典人心怀敌意,派人要求交出代达罗斯,并威胁要杀死米诺斯扣作人质的孩子们。忒修斯对此温和地回应,为代达罗斯辩解,称其为自己的表亲,且因母亲是厄瑞克透斯之女墨罗佩而在血缘上与自己相连;但他自己为了掩人耳目,便开始建造船只,一部份在当地远离异邦路线的提迈塔代建造,另一部份则通过庇透斯在特罗曾建造。

§19.6

γενομένων δὲ ἑτοίμων ἐξέπλευσε τόν τε Δαίδαλον ἔχων καὶ φυγάδας ἐκ Κρήτης καθηγεμόνας· οὐδενὸς δὲ προειδότος, ἀλλὰ ναῦς φιλίας οἰομένων τῶν Κρητῶν προσφέρεσθαι, τοῦ λιμένος κρατήσας καὶ ἀποβὰς ἔφθασεν εἰς τὴν Κνωσσὸν παρελθών·4 καὶ μάχην ἐν πύλαις τοῦ Λαβυρίνθου συνάψας ἀπέκτεινε τὸν Δευκαλίωνα καὶ τοὺς δορυφόρους.

当船只备齐后,他带着代达罗斯以及来自克里特的流亡者作为向导启航出海;由于无人预料到此事,克里特人反以为是友好的船只靠近,忒修斯控制了港口,登陆后抢先赶到了克诺索斯;他在迷宫门前交战,杀死了德乌卡利翁和其卫兵。

§19.7

ἐν δὲ τοῖς πράγμασι τῆς Ἀριάδνης γενομένης, σπεισάμενος πρὸς αὐτὴν τούς τε ἠϊθέους ἀνέλαβε καὶ φιλίαν ἐποίησε τοῖς Ἀθηναίοις πρὸς τοὺς Κρῆτας, ὀμόσαντας μηδέποτε πολέμου κατάρξειν.5

在阿里阿德涅接掌大权后,忒修斯与她立誓结盟,接回了年轻人们,并使雅典人与克里特人建立起友好关系,克里特人宣誓绝不挑起战争。

语法注5 条
  1. 19.1ὡς ἔστι τοῦ λαβυρίνθου τοὺς ἑλιγμοὺς διεξελθεῖν

    此处重音在前音节的 ἔστι 作无人称动词使用,意为“可能/能够”(相当于 ἔξεστι),后接不定词 διεξελθεῖν。连词 ὡς 在此引导方式(“如何能够穿过”)。

  2. 19.2ἐπίδοξος ὢν ἅπαντας πάλιν νικήσειν

    形容词 ἐπίδοξος(“有望……的”、“预计将……”)后接将来时不定词 νικήσειν。其主语为后文的 ὁ Ταῦρος,与主句被动语态动词 ἐφθονεῖτο 的主语一致。

  3. 19.5παραιτούμενος ἀνεψιὸν ὄντα Δαίδαλον

    分词 παραιτούμενος 意为“以此为由推辞/辩白/求情”。谓词性宾格 ἀνεψιόν 与分词 ὄντα 修饰直接宾语 Δαίδαλον,说明忒修斯温和回绝并维护代达罗斯的理由。

  4. 19.6ἔφθασεν εἰς τὴν Κνωσσὸν παρελθών

    动词 φθάνω 与补充副词性分词 παρελθών 连用,表示“抢先一步/先发制人地推进到了克诺索斯”。

  5. 19.7ὀμόσαντας μηδέποτε πολέμου κατάρξειν

    阳性宾格复数分词 ὀμόσαντας 与前文介词短语 πρὸς τοὺς Κρῆτας 中的宾格宾语 τοὺς Κρῆτας 保持语法与概念上的一致,作不定词 κατάρξειν 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:19.1-19.7