← 普鲁塔克

忒修斯传

§13.1-13.3

帕兰提代的叛乱与忒修斯的平定

企图夺取王位的帕兰提代起兵叛乱,但因传令官莱奥斯的密告,其伏兵遭到忒修斯的突袭而覆灭,叛乱被平定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

οἱ δὲ Παλλαντίδαι πρότερον μὲν ἤλπιζον αὐτοὶ τὴν βασιλείαν καθέξειν Αἰγέως ἀτέκνου τελευτήσαντος· ἐπεὶ δὲ Θησεὺς ἀπεδείχθη διάδοχος, χαλεπῶς φέροντες εἰ1 βασιλεύει μὲν Αἰγεὺς θετὸς γενόμενος Πανδίονι καὶ μηδὲν Ἐρεχθείδαις προσήκων, βασιλεύσει δʼ ὁ Θησεὺς πάλιν ἔπηλυς ὢν καὶ ξένος, εἰς πόλεμον καθίσταντο.

另一方面,帕兰提代先前曾指望在爱勾斯无嗣而终时由他们自己执掌王位;但当忒修斯被立为继承人时,他们因愤恨爱勾斯仅为潘狄翁的养子、与埃瑞克透斯后裔毫无血亲却坐享王位,而今又轮到一个外来的异乡客忒修斯继承大统,遂起兵宣战。

§13.2

καὶ διελόντες ἑαυτοὺς οἱ μὲν ἐμφανῶς Σφηττόθεν ἐχώρουν ἐπὶ τὸ ἄστυ μετὰ τοῦ πατρός, οἱ δὲ Γαργηττοῖ κρύψαντες ἑαυτοὺς ἐνήδρευον, ὡς διχόθεν ἐπιθησόμενοι τοῖς ὑπεναντίοις. ἦν δὲ κῆρυξ μετʼ αὐτῶν, ἀνὴρ Ἁγνούσιος, ὄνομα Λεώς. οὗτος ἐξήγγειλε τῷ Θησεῖ τὰ βεβουλευμένα τοῖς Παλλαντίδαις.

他们分兵两路:一路与其父公然自斯菲托斯向城池进军,另一路则埋伏在加尔格托斯隐匿身形,企图从两面对敌人发起夹击。他们军中有一名来自阿格努斯德谟的传令官,名叫莱奥斯。此人将帕兰提代所谋划之事密告了忒修斯。

§13.3

ὁ δὲ ἐξαίφνης ἐπιπεσὼν τοῖς ἐνεδρεύουσι πάντας διέφθειρεν. οἱ δὲ μετὰ τοῦ Πάλλαντος πυθόμενοι διεσπάρησαν. ἐκ τούτου φασὶ τῷ Παλληνέων δήμῳ πρὸς τὸν Ἁγνουσίων ἐπιγαμίαν μὴ εἶναι, μηδὲ κηρύττεσθαι τοὐπιχώριον παρʼ αὐτοῖς ἀκούετε λεῷ·2 μισοῦσι γὰρ τοὔνομα διὰ τὴν προδοσίαν τοῦ ἀνδρός.

忒修斯突然突袭伏兵,将他们全歼。与帕拉斯在一起的人听闻此事后便四散奔逃。据说自此以后,帕勒涅德谟与阿格努斯德谟之间互不通婚,且在他们那里也不再呼喊当地习俗的公告语: “听啊,民众!” 因为他们因那个男子的背叛而憎恶这个名字。

语法注2 条
  1. 13.1χαλεπῶς φέροντες εἰ

    条件小辞 εἰ 引导的从句充当表示情感的动词短语 χαλεπῶς φέροντες 的受词。古典希腊语在表示愤慨、悲痛或惊奇的动词之后,常用 εἰ 代替陈述客观事实的 ὅτι,以生动表现主语对于“竟然出现这种情况”的主观愤恨。

  2. 13.3ἀκούετε λεῷ

    雅典方言中传令官惯用的公开发告语,意为“听啊,民众!”其中名词 λεώς(民众)在发音和拼写上与叛徒传令官的名字 Λεώς(莱奥斯)完全相同,故下文的 μισοῦσι γὰρ τοὔνομα(他们憎恶这个名字)运用了这一双关谐音。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:13.1-13.3