- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:14.1-14.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
忒修斯制服马拉松野牛并将其献祭给阿波罗,并设立节庆与荣誉,以酬谢在出征前曾款待他却在他归来前逝世的老妇赫卡勒。
ὁ δὲ Θησεὺς ἐνεργὸς εἶναι βουλόμενος, ἅμα δὲ καὶ δημαγωγῶν, ἐξῆλθεν ἐπὶ τὸν Μαραθώνιον ταῦρον, οὐκ ὀλίγα πράγματα τοῖς οἰκοῦσι τὴν Τετράπολιν παρέχοντα· καὶ χειρωσάμενος ἐπεδείξατο ζῶντα διὰ τοῦ ἄστεος ἐλάσας, εἶτα τῷ Ἀπόλλωνι τῷ Δελφινίῳ κατέθυσεν.
另一方面,忒修斯渴望有所作为,同时也为了争取民众的欢心,便出征去讨伐给四城同盟居民带来不少祸患的马拉松野牛;在降服了野牛后,他将其驱赶穿过城池、活活展示给众人看,随后将其献祭给德尔菲尼奥斯·阿波罗。
ἡ δὲ Ἑκάλη καὶ τὸ περὶ αὐτὴν μυθολόγημα τοῦ ξενισμοῦ καὶ τῆς ὑποδοχῆς ἔοικε μὴ πάσης ἀμοιρεῖν ἀληθείας. ἔθυον γὰρ Ἑκαλήσια οἱ πέριξ δῆμοι συνιόντες Ἑκάλῳ Διΐ, καὶ τὴν Ἑκάλην ἐτίμων, Ἑκαλίνην ὑποκοριζόμενοι διὰ τὸ κἀκείνην νέον ὄντα κομιδῇ τὸν Θησέα ξενίζουσαν ἀσπάσασθαι πρεσβυτικῶς καὶ φιλοφρονεῖσθαι τοιούτοις ὑποκορισμοῖς.
而赫卡勒以及关于她设宴款待与接待〔忒修斯〕的故事,似乎也并非完全没有事实根据。因为周围各德谟的居民曾聚集起来,向赫卡洛斯·宙斯献祭赫卡勒西亚节,并尊奉赫卡勒,亲昵地称她为“赫卡利涅”;这是因为当年她在款待尚十分年轻的忒修斯时,也曾如老妇人般向他致意,并用这类昵称亲切相待。
ἐπεὶ δὲ εὔξατο μὲν ὑπὲρ αὐτοῦ τῷ Διί, βαδίζοντος ἐπὶ τὴν μάχην, εἰ σῶς παραγένοιτο, θύσειν,1 ἀπέθανε δὲ πρὶν ἐκεῖνον ἐπανελθεῖν, ἔσχε τὰς εἰρημένας ἀμοιβὰς τῆς φιλοξενίας τοῦ Θησέως κελεύσαντος, ὡς Φιλόχορος ἱστόρηκεν.
她在忒修斯奔赴战斗之际,曾替他向宙斯许愿,若他能平安生还,便举行献祭;但她在忒修斯返回之前就已离世,因此正如菲洛科罗斯所记载的那样,依据忒修斯的命令,她获得了上述对其殷勤好客的报偿。
- 14.3ἐπεὶ δὲ εὔξατο μὲν ὑπὲρ αὐτοῦ τῷ Διί, βαδίζοντος ἐπὶ τὴν μάχην, εἰ σῶς παραγένοιτο, θύσειν
主动词 εὔξατο(许愿)引出间接引语的将来时不定词 θύσειν(将献祭),其条件从句为 εἰ σῶς παραγένοιτο(若平安归来)。插入的属格分词短语 βαδίζοντος ἐπὶ τὴν μάχην(在奔赴战斗之际)既可视为与前面的代词 αὐτοῦ(指忒修斯)一致的定语,亦可作独立属格处理;无论何者,其逻辑主语皆指忒修斯。
