← 普鲁塔克

忒修斯传

§12.1-12.3

美狄亚的毒杀图谋与爱勾斯认子

忒修斯在雅典近郊受到皮塔利代家族的净化与款待后进城。他识破美狄亚的下毒阴谋,爱勾斯凭佩剑认出亲生儿子并向全城公民引见了他。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

προϊόντι δὲ αὐτῷ καὶ γενομένῳ κατὰ τὸν Κηφισόν,1 ἄνδρες ἐκ τοῦ Φυταλιδῶν γένους ἀπαντήσαντες ἠσπάσαντο πρῶτοι, καὶ δεομένου καθαρθῆναι,2 τοῖς νενομισμένοις ἁγνίσαντες καὶ μειλίχια θύσαντες εἱστίασαν οἴκοι, μηδενὸς πρότερον αὐτῷ φιλανθρώπου καθʼ ὁδὸν ἐντυχόντος. ἡμέρᾳ μὲν οὖν ὀγδόῃ λέγεται Κρονίου μηνός, ὃν νῦν Ἑκατομβαιῶνα καλοῦσι, κατελθεῖν. κατελθὼν δὲ εἰς τὴν πόλιν εὗρε τά τε κοινὰ ταραχῆς μεστὰ καὶ διχοφροσύνης, καὶ τὰ περὶ τὸν Αἰγέα καὶ τὸν οἶκον ἰδίᾳ νοσοῦντα.

当他继续前行并来到凯菲索斯河畔时,皮塔利代家族的男子出迎,首先向他致意,在他请求净化时,他们按照习俗的礼仪为他行了洁净之礼,献上平息神怒的祭牲,并在家中款待了他,因为在此之前的途中未曾有人待他以和善。 据说,他是在克罗尼俄斯月的第八日抵达城中的,该月如今被称为赫卡托姆拜翁月。进城之后,他发现公共事务充满纷乱与分裂,而爱勾斯的个人处境及其家庭也深陷困境。

§12.2

Μήδεια γὰρ ἐκ Κορίνθου φυγοῦσα, φαρμάκοις ὑποσχομένη τῆς ἀτεκνίας ἀπαλλάξειν Αἰγέα, συνῆν αὐτῷ. προαισθομένη δὲ περὶ τοῦ Θησέως αὕτη, τοῦ δὲ Αἰγέως ἀγνοοῦντος, ὄντος δὲ πρεσβυτέρου καὶ φοβουμένου πάντα διὰ τὴν στάσιν, ἔπεισεν αὐτὸν ὡς ξένον ἑστιῶντα φαρμάκοις ἀνελεῖν.3 ἐλθὼν οὖν ὁ Θησεὺς ἐπὶ τὸ ἄριστον οὐκ ἐδοκίμαζε φράζειν αὑτόν, ὅστις εἴη, πρότερος, ἐκείνῳ δὲ βουλόμενος ἀρχὴν ἀνευρέσεως παρασχεῖν, κρεῶν παρακειμένων σπασάμενος τὴν μάχαιραν, ὡς ταύτῃ τέμνων,4 ἐδείκνυεν ἐκείνῳ.

因为美狄亚自科林斯出逃后,许诺用药物解除爱勾斯膝下无子的困境,正与他同居。她预先察觉了忒修斯的事,而爱勾斯一无所知,加之年事已高,因城中的党争而畏惧一切,她遂劝说爱勾斯以款待异乡客为名,用毒药除掉他。忒修斯前往午餐时,并不认为应该首先挑明自己的身份,而是希望给父亲提供一个辨认的契机,在端上肉食时,他拔出佩剑,假装要以此切肉,将剑示予父亲。

§12.3

ταχὺ δὲ καταμαθὼν ὁ Αἰγεύς, τὴν μὲν κύλικα τοῦ φαρμάκου κατέβαλε, τὸν δὲ υἱὸν ἀνακρίνας ἠσπάζετο, καὶ συναγαγὼν τοὺς πολίτας ἐγνώριζεν, ἡδέως δεχομένους διὰ τὴν ἀνδραγαθίαν. λέγεται δὲ τῆς κύλικος πεσούσης ἐκχυθῆναι τὸ φάρμακον ὅπου νῦν ἐν Δελφινίῳ τὸ περίφρακτόν ἐστιν, ἐνταῦθα γὰρ ὁ Αἰγεὺς ᾤκει, καὶ τὸν Ἑρμῆν τὸν πρὸς ἕω τοῦ ἱεροῦ καλοῦσιν ἐπʼ Αἰγέως πύλαις.

爱勾斯迅速认了出来,当即打落了毒药的酒杯,盘问并拥抱了儿子,随后召集公民将他引见给他们,众人因他的英勇而欢欣接纳了他。据说酒杯落下时,毒药倾泼之处就是如今德尔菲尼昂神庙围墙所在之处;因为爱勾斯曾居于彼处,神殿东侧的赫尔墨斯像被称为“爱勾斯门前的赫尔墨斯”。

语法注4 条
  1. 12.1προϊόντι δὲ αὐτῷ καὶ γενομένῳ κατὰ τὸν Κηφισόν

    与格分词 προϊόντι 与 γενομένῳ 和代词 αὐτῷ 一致,而 αὐτῷ 受后文支配与格的分词 ἀπαντήσαντες 支配,两个分词作状语分词表示时间或情境(“当他行进并到达……之时”)。

  2. 12.1δεομένου καθαρθῆναι

    属格绝对结构。句中省略了逻辑主语 αὐτοῦ(忒修斯),承接前文的 αὐτῷ,意为“当他请求得到洁净时”。

  3. 12.2ὡς ξένον ἑστιῶντα φαρμάκοις ἀνελεῖν

    宾格现在分词 ἑστιῶντα 与 ἔπεισεν 的宾语 αὐτόν(爱勾斯)保持性数格一致,并作为不定式 ἀνελεῖν 的逻辑主语,意为“(说服)他以招待外邦客人的名义款待他时用毒药将其除掉”。

  4. 12.2ὡς ταύτῃ τέμνων

    连词 ὡς 与现在分词 τέμνων 连用,表示主语假称的意图或借口(“仿佛要用此切肉一般”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:12.1-12.3