← 欧里庇得斯

赫拉克勒斯的儿女

§240-317

拒绝使者与约拉欧斯的感激

德墨丰拒绝对使者的威胁做出让步,表明即使开战也要保护求庇者的决心。使者离去后,约拉欧斯向雅典表达了深切的感激之情,并嘱咐孩子们日后绝不可忘记对雅典的恩惠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
240

τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς

血缘关系,以及我们有义务向他们

πράσσειν παρʼ ἡμῶν τούσδε πατρῴαν χάριν·1

优厚地报答对其父亲的恩情;

τό τʼ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι·

还有最须顾及的耻辱;

εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ

因为如果我任凭这

ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν

祭坛被外邦男子强行劫掠,我将不再被视为

245

οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δʼ ὄκνῳ

治理着一片自由的土地,而会被看作因畏惧阿尔戈斯人

ἱκέτας προδοῦναι· καὶ τάδʼ ἀγχόνης πέλας.2

而背叛了求庇者;这无异于自缢之辱。

ἀλλʼ ὤφελες μὲν εὐτυχέστερος μολεῖν,

然而,你本该在更幸运的境遇下来此,

ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις

尽管如此,即便在当下,你也无须害怕有人

σὺν παισὶ βωμοῦ τοῦδʼ ἀποσπάσει3 βίᾳ.

会将你同孩子们一起,强行从这祭坛上拖走。

250

σὺ δʼ Ἄργος ἐλθὼν ταῦτά τʼ Εὐρυσθεῖ φράσον,

而你,回阿尔戈斯去,把这些话告诉欧律斯透斯,

πρὸς τοῖσδέ τʼ, εἴ τι τοισίδʼ ἐγκαλεῖ ξένοις,

此外,如果他对这些外邦人有什么指控,

δίκης κυρήσειν· τούσδε δʼ οὐκ ἄξεις ποτέ.

尽可诉诸法律;但这些人,你绝带不走。

οὐκ ἢν δίκαιον ᾖ τι καὶ νικῶ λόγῳ;

[使者] 哪怕理由正当,且我在辩论中胜出也不行吗?

καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ;

[德墨丰] 强行带走求庇者,又怎能算是正当?

255

οὐκ οὖν ἐμοὶ τόδʼ αἰσχρόν, ἀλλʼ οὐ σοὶ βλάβος;

[使者] 那么,这对我而言是耻辱,对你难道就不是损害吗?

ἐμοί γʼ, ἐάν σοι τούσδʼ ἐφέλκεσθαι μεθῶ.

[德墨丰] 如果我容许你把他们强行拖走,对我自然是损害。

σὺ δʼ ἐξόριζε, κᾆτʼ ἐκεῖθεν ἄξομεν.

[使者] 那你就把他们驱逐出境,然后我们再从境外把他们带走。

σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.

[德墨丰] 你真是愚妄,竟自以为比神明还要聪明。

δεῦρʼ, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.

[使者] 看来,此地正是恶徒们应当逃往的避难所。

260

ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα.

[德墨丰] 神明的居所是所有人共同的庇护所。

ταῦτʼ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.

[使者] 这种说辞,迈锡尼人恐怕不会认同。

οὐκ οὖν ἐγὼ τῶν ἐνθάδʼ εἰμὶ κύριος;

[德墨丰] 难道我不是此地的统治者吗?

βλάπτων γʼ ἐκείνους μηδέν, ἢν σὺ σωφρονῇς.

[使者] 只要你明智地不去损害他们。

βλάπτεσθʼ, ἐμοῦ γε μὴ μιαίνοντος θεούς.

[德墨丰] 哪怕他们受损也无妨,只要我不去亵渎神明。

265

οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.

[使者] 我不希望你与阿尔戈斯人兵戎相见。

κἀγὼ τοιοῦτος· τῶνδε δʼ οὐ μεθήσομαι.

[德墨丰] 我亦是如此;但这些人,我绝不放手。

ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.

[使者] 无论如何,我终将带走属于我方的人。

οὐκ ἆρ’ ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν.

[德墨丰] 那么,你休想轻易返回阿尔戈斯。

πειρώμενος δὴ τοῦτό γʼ αὐτίκʼ εἴσομαι.

[使者] 一试便知,我马上就能见分晓。

270

κλαίων ἄρʼ ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς.

[德墨丰] 那你就等着哭吧,若你敢碰他们,且绝无宽限之期。

μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν.

[使者] 凭诸神起誓,你安敢动手殴打使者。

εἰ μή γʼ ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.

[德墨丰] 除非使者学会如何放聪明点。

ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ.

[歌队] 离开吧;王啊,你也请勿碰他。

στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.

[使者] 我走;因为单枪匹马的战斗终究是孱弱的。

275

ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν

但我还会回来,带着阿尔戈斯战神阿瑞斯的那

πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με

全青铜的重矛来到这里。数以万计的

μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τʼ ἄναξ

盾甲兵正等候着我,欧律斯透斯国王

αὐτὸς στρατηγῶν· Ἀλκάθου δʼ ἐπʼ ἐσχάτοις

亲自担任统帅;他正在阿尔卡托奥斯的

καραδοκῶν τἀνθένδε τέρμασιν μένει.

边境尽头等候,窥伺着此地的动静。

280

λαμπρὸς δʼ ἀκούσας σὴν ὕβριν φανήσεται

一旦听闻你的狂妄,他定会以威赫之姿显现,

σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς·

降临于你和公民、以及这片土地和庄稼之上;

μάτην γὰρ ἥβην ὧδέ γʼ ἂν κεκτῄμεθα

因为若是我们不向你施以惩罚,

πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.4

我们在阿尔戈斯保有的这庞大青年大军便成了无用之物。

φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικʼ ἐγώ.

[德墨丰] 滚吧!我绝不惧怕你的阿尔戈斯。

285

ἐνθένδε δʼ οὐκ ἔμελλες αἰσχύνας ἐμὲ

你休想在这里羞辱我,并强行

ἄξειν βίᾳ τούσδʼ· οὐ γὰρ Ἀργείων πόλει

把他们带走;因为我所治理的这片土地并不臣服于

ὑπήκοον τήνδʼ ἀλλʼ ἐλευθέραν ἔχω.

阿尔戈斯城邦,而是自由之邦。

ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι

[歌队] 应该在阿尔戈斯的军队逼近

στρατὸν Ἀργείων·

边境之前,提早做好准备;

290

μάλα δʼ ὀξὺς Ἄρης ὁ Μυκηναίων,

迈锡尼人的战意极易被激起,

ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτʼ ἢ πρίν.

而在此事上,更是比以往任何时候都要强烈。

πᾶσι γὰρ οὗτος κήρυξι νόμος,

因为所有的使者都有这样一个习惯,

δὶς τόσα πυργοῦν τῶν γιγνομένων

将发生的事情夸大一倍。

πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,

你且想想他会向他们的国王们如何诉说,

295

ὡς δείνʼ ἔπαθεν καὶ παρὰ μικρὸν

说自己遭受了多么可怕的事,又如何差一点点

ψυχὴν ἦλθεν διακναῖσαι;

性命不保。

οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας,

[约拉欧斯] 对于孩子们而言,没有什么比这更美好的尊荣了:

ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι

那便是诞生于高贵且优秀的父亲之下,

τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεται

因为高贵的门第比卑微的门第

τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν

更能抵御厄运;事实上,我们虽已陷于

ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους

穷途末路的灾祸之中,却找到了这些朋友

305

καὶ ξυγγενεῖς τούσδʼ, οἳ τοσῆσδʼ οἰκουμένης

和亲人,在这片如此广阔的、有人居住的

Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.

希腊土地上,唯有他们挺身而出保护了这些孩子。

δότ’, ὦ τέκνʼ, αὐτοῖς χεῖρα δεξιάν, δότε·

孩子们啊,快把右手伸给他们,伸出来;

ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.

你们也向孩子们伸出双手,并走上前去。

ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·

孩子们啊,我们确实考验并见证了朋友的真心;

310

ἢν δʼ οὖν ποθʼ ὑμῖν νόστος ἐς πάτραν φανῇ

如果有朝一日,你们得以重返祖国,

καὶ δώματʼ οἰκήσητε καὶ τιμὰς πατρός

居住在昔日的家园中,并继承你们父亲的荣光,

σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,

你们要永远视他们为救星和朋友,

καὶ μήποτʼ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ

并且绝不要向这片土地举起敌意的战矛,

μέμνησθέ μοι5 τήνδʼ, ἀλλὰ φιλτάτην πόλιν

替我记住这一点,反要将此城视为所有城市中

315

πασῶν νομίζετʼ. ἄξιοι δʼ ὑμῖν σέβειν

最可爱的一座。他们值得你们去敬重,

οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν

因为他们使如此辽阔的土地和佩拉斯吉人民,

ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν,

为了我们而甘愿与之为敌,

语法注5 条
  1. 240τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς πράσσειν παρʼ ἡμῶν τούσδε πατρῴαν χάριν

    此句为无主句的不定式对格结构,或承接前文的 ἀναγκάζουσι。τὸ συγγενές 与 τὸ προυφείλειν 并列。在不定式短语中,τούσδε 是 πράσσειν 的对格宾语,πατρῴαν χάριν 为表示“父亲之恩”的另一个对格。

  2. 246καὶ τάδʼ ἀγχόνης πέλας

    直译为“而这些事临近于自缢”,是希腊语中的惯用表达,意为“这是令人难以忍受、甚至让人想上吊自尽的奇耻大辱”。中性复数代词 τάδε 指代前文所述的情况。

  3. 248μὴ τρέσῃς ὅπως σέ τις... ἀποσπάσει

    否定命令式 μὴ τρέσῃς 后接由 ὅπως 引导的将来时直陈语气(ἀποσπάσει)。表示恐惧的动词通常接 μή 与虚拟语气,此处使用 ὅπως 搭配将来时直陈语气,用以强调确信或强力防范的语义。

  4. 282ὧδέ γʼ ἂν κεκτῄμεθα... μή σε τιμωρούμενοι

    不带显式条件句的违背事实假定结构。主句使用 ἄν 搭配过去时态(此处完了时 κεκτῄμεθα 作过去时用),而带 μή 的否定分词短语 μή σε τιμωρούμενοι 则充当了条件从句。

  5. 313καὶ μήποτʼ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ μέμνησθέ μοι

    不定式短语(ἐς γῆν... αἴρεσθαι δόρυ)作为命令式动词 μέμνησθε 的宾语。与格 μοι 充当伦理与格或利益与格,表示说话者强烈的恳求语气。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(2 处,最近 2026-10-12)
  • 2026-10-12 AI校阅 — 译文 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0006.tlg004.humanitext-grc2:240-317