← 欧里庇得斯

阿尔克斯提斯

§188-281

阿尔凯斯蒂斯出场与对阿德墨托斯的临终告别

描绘了阿尔凯斯蒂斯与阿德墨托斯之间悲痛的诀别。临终前的阿尔凯斯蒂斯在丈夫的陪伴下出场,她在目睹冥界幻象的同时向家人作最后的告别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
188

κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.

(侍女)接着,她又一次将自己扑倒在床榻之上。

παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι

孩子们紧紧拽着母亲的衣襟,

190

ἔκλαιον· ἣ δὲ λαμβάνουσ’ ἐς ἀγκάλας

哭泣不止;而她将他们抱在怀里,

ἠσπάζετ’ ἄλλοτ’ ἄλλον, ὡς θανουμένη.

像是一个将死之人一样,一会儿搂着这个,一会儿亲着那个。

πάντες δ’ ἔκλαιον οἰκέται κατὰ στέγας

府里的所有仆人也都在屋里痛哭,

δέσποιναν οἰκτίροντες. ἣ δὲ δεξιὰν

哀怜他们的女主人。而她则

προύτειν’ ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς

向每个人伸出右手,仆人中没有一个地位低下到

195

ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.

她不主动向其说话,且不给其回应的。

τοιαῦτ’ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.

阿德墨托斯府中的灾祸,便是这般景象。

καὶ κατθανών τἂν ὤλετʼ,1 ἐκφυγών δ’ ἔχει

如果他当时死去了,他固然也就毁灭了;但如今逃过了一死,他却承受着

τοσοῦτον ἄλγος, οὗ ποτ’—οὐ λελήσεται.2

如此巨大的痛苦,这是他永远无法忘记的。

ἦ που στενάζει τοισίδ’ Ἄδμητος κακοῖς,

阿德墨托斯因这些不幸而痛苦呻吟,

200

ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;

难道他真的必须失去他那高贵的妻子吗?

κλαίει γ’ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων,

是的,他抱着心爱的妻子哭泣,

καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα

哀求她不要抛弃他,这却是在寻求

ζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσῳ.

不可能实现的事;因为她因病痛正逐渐衰弱消亡。

παρειμένη δέ, χειρὸς ἄθλιον βάρος

她的身体瘫软下来,成了他手中沉重可怜的负担,

205

ὅμως δὲ καίπερ σμικρὸν ἐμπνέουσ’ ἔτι

尽管如此,虽然她仅存微弱的呼吸,

βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου

她仍渴望能看一眼太阳的光芒,

ὡς οὔποτ’ αὖθις, ἀλλὰ νῦν πανύστατον.

因为她将再也看不到了,而这就是最后的告别。

ἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·

但我要进去了,去禀报你们的到来;

210

οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,

因为并非所有人都会对统治者心怀善意,

ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·3

从而能在灾难中友好地侍奉左右;

σὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.

但你是我主人家古老的朋友。

— ἰὼ Ζεῦ, τίς ἂν πᾷ πόρος κακῶν

(半歌队A)哎,宙斯啊,能有什么办法摆脱这些灾难,

γένοιτο καὶ λύσις τύχας

又能有什么解脱,来消除

ἃ πάρεστι κοιράνοις;

我们统治者眼前的命运呢?

215

—αἰαῖ· εἶσί τις; ἢ τέμω τρίχα,

(半歌队B)哎呀!有人出来吗?还是我们现在就剪去头发,

καὶ μέλανα στολμὸν πέπλων

并穿上

ἀμφιβαλώμεθ’ ἤδη;

黑色的丧服?

—δῆλα μέν, φίλοι, δῆλά γʼ, ἀλλ’ ὅμως

(半歌队A)朋友们,这已是显而易见的,确实显而易见了,但即使如此

θεοῖσιν εὐχώμεσθα· θεῶν

我们还是向诸神祈祷吧;因为诸神的

γὰρ δύναμις μεγίστα.

力量是最伟大的。

220

—ὦναξ Παιάν,

噢,派安王啊,

ἔξευρε μηχανάν τιν’ Ἀδμήτῳ κακῶν.

请为阿德墨托斯想个办法,解救这灾难。

—πόριζε δὴ πόριζε· καὶ πάρος γὰρ

赐予我们吧,是的,赐予我们吧!因为以前

τοῦδ’ ἐφεῦρες, καὶ νῦν

您就曾找到过办法,而现在,

λυτήριος ἐκ θανάτου γενοῦ,

再次成为死神的解救者吧,

225

φόνιον δ’ ἀπόπαυσον Ἅιδαν.

阻挡住那嗜血的哈得斯。

— παπαῖ

(半歌队B)呜呼,

ὦ παῖ Φέρητος, οἷ’ ἔπρα-

费雷斯之子啊,失去了你的妻子,

ξας δάμαρτος σᾶς στερείς.

你正承受着怎样的痛苦!

—αἰαῖ· ἄξια καὶ σφαγᾶς τάδε,

哎呀!难道这不甚至值得引颈自刎,

καὶ πλέον ἢ βρόχῳ δέρην

或是不比把脖子

230

οὐρανίῳ πελάσσαι;

伸进高高悬挂的吊绳里更痛苦吗?

τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν

因为你那不仅是亲爱、更是最最珍爱的

γυναῖκα κατθανοῦσαν ἐν

妻子,

ἄματι τῷδ’ ἐπόψῃ.

就在今天,你将眼睁睁看着她死去。

—ἰδοὺ ἰδού,

看啊,看啊!

ἥδ’ ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.

她和她的丈夫确实正从府里走出来。

235

—βόασον ὦ, στέναξον, ὦ Φεραία

(歌队)呐喊吧,噢,叹息吧,费莱的

χθών, τὰν ἀρίσταν

土地啊,为了那最优秀的、

γυναῖκα μαραινομέναν νόσῳ

因病消亡的

κατὰ γᾶς χθόνιον παρ’ Ἅιδαν.

妻子,她正走向地底,去往阴间的哈得斯那里。

οὔποτε φήσω γάμον εὐφραίνειν

我永远不会说婚姻带来的快乐

πλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν

多于痛苦,这不仅是根据以往的事

240

τεκμαιρόμενος καὶ τάσδε τύχας

来推断,更是看着这位国王

λεύσσων βασιλέως, ὅστις ἀρίστης

如今的命运。他失去了最优秀的

ἀπλακὼν ἀλόχου τῆσδ’ ἀβίωτον

妻子,往后的日子

τὸν ἔπειτα χρόνον βιοτεύσει.4

将度过一段生不如死的岁月。

Ἅλιε καὶ φάος ἁμέρας,

(阿尔凯斯蒂斯)太阳啊,白昼的光芒啊,

245

οὐράνιαί τε δῖναι νεφέλας δρομαίου.

疾驰的云彩中那天空的漩涡。

ὁρᾷ σὲ κἀμέ, δύο κακῶς πεπραγότας,οὐδὲν θεοὺς δράσαντας ἀνθ’ ὅτου θανῇ.

(阿德墨托斯)它看着你和我,两个命运悲惨的人,我们没有对诸神做过任何不义之事,以致你必须死去。

γαῖά τε καὶ μελάθρων στέγαι

(阿尔凯斯蒂斯)大地啊,殿堂的屋顶啊,

νυμφίδιοί τε κοῖται πατρίας Ἰωλκοῦ.

我祖辈的约尔科斯的婚礼婚床。

250

ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῷς·

(阿德墨托斯)起来吧,可怜的妻子,不要抛弃我;

λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.

祈求掌权的诸神,让他们垂怜我们。

ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν λίμνᾳ·

(阿尔凯斯蒂斯)我看见了,我看见湖上的双桨小舟了;

νεκύων δὲ πορθμεὺς

死者的引渡人

ἔχων χέρ’ ἐπὶ κοντῷ Χάρων

卡戎,手握着船篙,

255

μ’ ἤδη καλεῖ· Τί μέλλεις;

已经在大声呼唤我:“你还在等什么?

ἐπείγου· σὺ κατείργεις. τάδε τοί μεσπερχόμενος ταχύνει.5

快点!你耽搁了大家。”他就这样催促着我,逼我快走。

οἴμοι, πικράν γε τήνδε μοι ναυκληρίαν

(阿德墨托斯)天啊,你所说的

ἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν.

是一场多么痛苦的航行。噢,不幸的妻子,我们正在承受怎样的苦难!

ἄγει μ’ ἄγει τις· ἄγει μέ τις—οὐχ ὁρᾷς;—

(阿尔凯斯蒂斯)有人在拉我,有人在拉我——你没看见吗? ——

260

νεκύων ἐς αὐλάν,

拉往死者的庭院,

ὑπ’ ὀφρύσι κυαναυγέσι

在那黑沉沉的眉毛下

βλέπων πτερωτός—αἵδας.

凝视着我的,长着翅膀的——哈得斯。

τί ῥέξεις; ἄφες.—οἵαν ὅδον ἁ δει-

“你想干什么?放开我!”——我正踏上

λαιότατα προβαίνω.

一条多么悲惨的道路!

οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ ἐμοὶ

(阿德墨托斯)对朋友们来说是一条凄惨的道路,而其中对我

265

καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῷ τόδε.

和孩子们来说最甚,这悲痛是我们所共有的。

μέθετε μέθετέ μ’ ἤδη.

(阿尔凯斯蒂斯)放开我,现在就放开我。

κλίνατʼ, οὐ σθένω ποσίν·

让我躺下,我的脚没有力气了;

πλησίον Ἅιδας.

哈得斯就在近旁。

σκοτία δ’ ἐπ’ ὄσσοισι νὺξ ἐφέρπει.

漆黑的夜晚正悄悄爬上我的双眼。

270

τέκνα, τέκνʼ, οὐκέτι δὴ

孩子们,孩子们,再也没有了,

οὐκέτι μάτηρ σφῷν ἔστιν.

你们再也没有母亲了。

χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῷτον.

愿你们,孩子们,在快乐中看着这光明。

οἴμοι· τόδ’ ἔπος λυπρὸν ἀκούω

(阿德墨托斯)天啊!我听到了这痛苦的话语,

καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.

这对我来说比任何死亡都更沉重。

275

μὴ πρός σε θεῶν τλῇς με προδοῦναι,6

凭着诸神起誓,千万不要狠心抛弃我,

μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς,

凭着你将使之成为孤儿的孩子们起誓,

ἀλλ’ ἄνα, τόλμα·

站起来,坚强些!

σοῦ γὰρ φθιμένης οὐκέτ’ ἂν εἴην·

因为如果你死去了,我也将不复存在;

ἐν σοὶ δ’ ἐσμὲν καὶ ζῆν καὶ μή·

我们的生死,全在你的身上;

σὴν γὰρ φιλίαν σεβόμεσθα.

因为我们敬重你的爱。

280

Ἄδμηθʼ, ὁρᾷς γὰρ τἀμὰ πράγμαθ’ ὡς ἔχει,

(阿尔凯斯蒂斯)阿德墨托斯,因为你看到了我的处境如何,

λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.

在我死前,我想向你说明我的愿望。

语法注6 条
  1. 197καὶ κατθανών τἂν ὤλετʼ

    “τἂν”是“τοι ἄν”的缩合(crasis),与直陈式过去时“ὤλετο”连用,构成过去反事实条件句的结论部:“如果他当时死去了,他(一瞬间)也就毁灭了”。这旨在将瞬间的死亡与阿德墨托斯因免于一死而必须终生承受的无尽痛苦进行对比。

  2. 198οὗ ποτ’—οὐ λελήσεται

    关系代词“οὗ”指代先行词“ἄλγος”(痛苦),并采用属格形式。这是因为表示遗忘的动词中动/被动语态(此处为“λανθάνω”的将来时“λελήσεται”)在语法上要求其支配的宾语使用属格。

  3. 210–211οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις, / ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·

    “εὖ φρονεῖν”(怀有善意/忠诚)支配与格(“κοιράνοις”)。“ὥστε”引导结果从句,与不定式“παρεστάναι”(侍奉左右)连用,表达某种程度的逻辑结果:“以至于能在灾难中友好地侍奉左右”。

  4. 242–243ἀπλακὼν ἀλόχου τῆσδ’ ἀβίωτον / τὸν ἔπειτα χρόνον βιοτεύσει

    “ἀπλακών”(“ἀμπλακίσκω”的第二不定过去时主动分词,意为“失去”)作状语分词,描述主语的境况。代格短语“ἀβίωτον τὸν ἔπειτα χρόνον”(此后生不如死的岁月)作为同源宾语(cognate accusative)与不及物动词“βιοτεύσει”(他将生活)连用,规定了其未来生活的特质与期限。

  5. 256τάδε τοί με σπερχόμενος ταχύνει

    现在中动分词“σπερχόμενος”(急迫/催促)的语法主语是前句的卡戎(Charon)。它与宾格代词“με”(我)及主动词“ταχύνει”(使匆忙)相结合,生动地描绘了卡戎施加的紧迫使役状况:“催促着我,他使我快走”。

  6. 275μὴ πρός σε θεῶν τλῇς με προδοῦναι

    “πρός σε θεῶν”是哀求与起誓的固定公式,代词“σε”(你)被夹在介词“πρός”与其支配的属格宾语“θεῶν”(诸神)之间,形成了离隔(hyperbaton)结构。“μὴ τλῇς”是表示禁止的过去时虚拟式(源自“τλάω”,意为“忍心/狠心”),表达了恳求:“千万不要狠心抛弃我”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0006.tlg002.humanitext-grc2:188-281