← 欧里庇得斯

独眼巨人

§441-538

刺瞎巨人的计谋与醉酒

奥德修斯向萨堤罗斯们透露了他用奥利弗木棒刺瞎巨人的计划,后者热切希望参与其中。随后,喝醉的巨人现身,在与奥德修斯的交谈中继续痛饮美酒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
441

ἄκουε δή νυν ἣν ἔχω τιμωρίανθηρὸς πανούργου σῆς τε δουλείας φυγήν.

奥德修斯:现在,且听我详述我对这个作恶多端的野兽所策划的复仇,以及你们摆脱奴役的逃亡计划。

λέγ’, ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφονκιθάρας κλύοιμεν ἢ Κύκλωπ’ ὀλωλότα.1

歌队:说吧;因为我们听那亚洲竖琴的声音,也不会比听这巨人灭亡之声更感到愉快。

445

ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλειΚύκλωπας ἡσθεὶς τῷδε Βακχίου ποτῷ.

奥德修斯:他因这巴克科斯的美酒而满心欢喜,正想去他的兄弟巨人那里参加狂宴。

ξυνῆκ’· ἔρημον ξυλλαβὼν δρυμοῖσί νινσφάξαι μενοινᾷς, ἢ πετρῶν ὦσαι κάτω.

歌队:我明白了。你是想趁他在林中孤身一人时抓住并宰了他,还是想把他从岩石上推下去?

οὐδὲν τοιοῦτον· δόλιος ἡ’πιθυμία.

奥德修斯:绝非如此;我的意图要更狡黠。

450

πῶς δαί; σοφόν τοί σ’ ὄντ’ ἀκούομεν πάλαι.

歌队:那是怎样的?我们早就听说过你是个聪明人。

κώμου μὲν αὐτὸν τοῦδ’ ἀπαλλάξαι, λέγωνὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,

奥德修斯:首先要阻止他参加这场狂宴,对他说他不该把这饮料分给其他巨人,

μόνον δ’ ἔχοντα βίοτον ἡδέως ἄγειν.

而是应该由他独自占有,愉快地度日。

ὅταν δ’ ὑπνώσσῃ Βακχίου νικώμενος

而当他被巴克科斯击败,昏昏沉沉入睡时,

455

ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις,

这屋里有一根奥利弗树的分枝,

ὃν φασγάνῳ’γὼ τῷδ’ ἀποξύνας ἄκρον,

我用这把剑削尖了它的顶端,

ἐς πῦρ καθήσω· κᾆθ’, ὅταν κεκαυμένον

将它投入火中;然后,当我看见它被烧红时,

ἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶ

我将举起这滚烫的木棒,戳进巨人的面部中央,

Κύκλωπος ὄψιν, ὄμμα τ’ ἐκτήξω πυρί.

用火熔化并烧瞎他的眼睛。

460

ναυπηγίαν δ’ ὡσεί τις ἁρμόζων ἀνὴρ

正像一个建造船只的工匠,

διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,2

用双重皮带拉动钻头旋转钻孔那样,

οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳ

我将在巨人那带光明的眼睛里旋转这根燃烧的木棒,

Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας.

并烧干他的瞳孔。

ἰοὺ ἰού,

歌队:好啊,好啊!

465

γέγηθα, μαινόμεσθα τοῖς εὑρήμασιν.

我太高兴了,我们因这个巧妙的办法而兴奋得要发狂。

κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε

奥德修斯:然后,我将让你们、你们的朋友、以及那老人,

νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος

都坐上那黑船的中空船腹,

διπλαῖσι κώπαις τῆσδ’ ἀποστελῶ χθονός.

用双桨把你们送离这片土地。

ἔστ’ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ

歌队:那么,有没有可能,让我也能像参与对神明的奠酒一样,

470

κἀγὼ λαβοίμην3 τοῦ τυφλοῦντος ὄμματα

共同抓住那根使他失明的、

δαλοῦ; φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.

燃烧的木棒?因为我想参与这次杀戮。

δεῖ γοῦν· μέγας γὰρ δαλός· οὗ ξυλληπτέον.

奥德修斯:当然必须如此;因为这木棒很大,你们必须和我一起抓住它。

ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,

歌队:即使是百辆车的重量我也能抬起来,

εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου

如果我们要把这即将惨烈死去的巨人的眼睛,

475

ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν.

像熏黄蜂窝一样熏瞎。

σιγᾶτε νῦν· δόλον γὰρ ἐξεπίστασαι·

奥德修斯:现在安静下来;因为你们已经完全了解了这一计策。

χὥταν κελεύω, τοῖσιν ἀρχιτέκτοσι

当我下令时,你们要服从指挥者。

πείθεσθ’. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους

因为我决不愿独自逃生,而抛弃在里面的

τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.

亲爱同伴。

480

καίτοι φύγοιμ’ ἄν, κἀκβέβηκ’ ἄντρου μυχῶν·

况且我本可以逃走,毕竟我已经走出了洞穴深处;

ἀλλ’ οὐ δίκαιον ἀπολιπόντ’ ἐμοὺς φίλους,

但是,抛弃那些与我一同来到这里的同伴

ξὺν οἷσπερ ἦλθον δεῦρο, σωθῆναι μόνον.

而独自一人获救,这是不义的。

ἄγε, τίς πρῶτος, τίς δ’ ἐπὶ πρώτῳ

歌队:来吧,谁排在第一?谁被安排在第一人之后,

ταχθεὶς δαλοῦ κώπην ὀχμάσας

去紧紧抓住燃烧木棒的柄,

485

Κύκλωπος ἔσω βλεφάρων ὤσας

刺入巨人的眼睑深处,

λαμπρὰν ὄψιν διακναίσει;

将他那明亮的眼睛烧毁?

σίγα σίγα. καὶ δὴ μεθύων

安静,安静!看啊,他喝醉了,

ἄχαριν κέλαδον μουσιζόμενος

嘴里哼着难听的调子,

490

σκαιὸς ἀπῳδὸς καὶ κλαυσόμενος

那粗俗调错的歌手、即将哭泣的家伙,

χωρεῖ πετρίνων ἔξω μελάθρων

正从那岩石的宫殿里走出来。

φέρε νιν κώμοις παιδεύσωμεν

来吧,让我们用狂宴来教训一下

τὸν ἀπαίδευτον·

这个缺乏管教的家伙;

πάντως μέλλει τυφλὸς εἶναι.

反正他注定要失明了。

495

μάκαρ ὅστις εὐιάζει

快乐啊,那沉醉于

βοτρύων φίλαισι πηγαῖς

葡萄那令人喜爱的泉源之中、

ἐπὶ κῶμον ἐκπετασθείς,4

投身于狂宴的人,

φίλον ἄνδρ’ ὑπαγκαλίζων

怀抱着亲爱的友伴,

ἐπὶ δεμνίοις τε ξανθὸν

在床榻上搂着一个金发的、

500

χλιδανῆς ἔχων ἑταίρας

奢华名妓的人,

μυρόχριστος λιπαρὸν βό-

他那涂抹着香膏的、闪亮卷发,

στρυχον, αὐδᾷ δέ· Θύραν τίς οἴξει μοι;

口中高喊:“谁来为我开门?”

παπαπᾶ· πλέως μὲν οἴνου,

巨人:啪啪啪!我装满了美酒,

γάνυμαι δὲ δαιτὸς ἥβῃ,

正因宴席的青春活力而欢欣雀跃,

505

σκάφος ὁλκὰς ὣς γεμισθεὶς

如同货船装满货物一般,

ποτὶ σέλμα γαστρὸς ἄκρας.5

一直填到了我胃袋顶端的地板。

ὑπάγει μ’ ὁ χόρτος εὔφρων

这令人愉悦的牧草在春日里,

ἐπὶ κῶμον ἦρος ὥραις

引诱着我前去参加狂宴,

ἐπὶ Κύκλωπας ἀδελφούς.

走向我的兄弟巨人们。

510

φέρε μοι, ξεῖνε, φέρ’, ἀσκὸν ἔνδος μοι.

来吧,异乡人,来,把那皮革袋递进给我。

καλὸν ὄμμασιν δεδορκὼς

歌队:闪烁着美丽的眼睛,

Καλὸς ἐκπερᾷ μελάθρων.

那英俊的人正从宫殿中走出。

—παπαπᾶ· φιλεῖ τις ἡμᾶς.–-

巨人:——啪啪啪!有人爱着我们呢。——

λύχνα δ’ ἀμμένον δαΐα σὸν

歌队:那燃烧着的明亮火把正等待着你的肉躯,

515

χρόα χὡς τέρεινα νύμφα

如同一个娇嫩的新娘,

δροσερῶν ἔσωθεν ἄντρων.

在这湿润的洞穴深处。

στεφάνων δ’ οὐ μία χροιὰ

不止一种颜色的花冠,

περὶ σὸν κρᾶτα τάχ’ ἐξομιλήσει.

很快就会围绕在你的头颅上。

Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου

奥德修斯:巨人,听我说;我对这巴克科斯非常熟悉,

520

τούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι.

也就是我给你喝的这酒。

ὁ Βάκχιος δὲ τίς θεὸς νομίζεται;

巨人:那巴克科斯被认为是什么神明?

μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.

奥德修斯:对凡人而言,他是为生命带来乐趣的最伟大的神。

ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.

巨人:无论如何,我正愉快地把他嗝出来呢。

τοιόσδ’ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν.

奥德修斯:就是这样的神明;他不伤害任何凡人。

525

θεὸς δ’ ἐν ἀσκῷ πῶς γέγηθ’ οἴκους ἔχων;

巨人:但一个神明把家安置在皮革袋里,又怎能感到高兴呢?

ὅπου τιθῇ τις, ἐνθάδ’ ἐστὶν εὐπετής.

奥德修斯:无论人把他放在哪里,他都在那里怡然自得。

οὐ τοὺς θεοὺς χρὴ σῶμ’ ἔχειν ἐν δέρμασιν.

巨人:神明不该在皮革中拥有形体。

τί δ’, εἴ σε τέρπει γ’; ἢ τὸ δέρμα σοι πικρόν;

奥德修斯:只要它能让你快乐,这又有什么关系呢?难道这皮革让你觉得讨厌吗?

μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε.

巨人:我讨厌这皮革袋,但我爱这饮料。

530

μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.

奥德修斯:那么,现在就留在这里喝,并且保持愉快吧,巨人。

οὐ χρή μ’ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;

巨人:难道我不该把这饮料也分给我的兄弟们吗?

ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ.

奥德修斯:因为你自己留着它,你看起来会更受尊敬。

διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.

巨人:但分给朋友,则更加有用。

πυγμὰς ὁ κῶμος λοίδορόν τ’ ἔριν φιλεῖ.

奥德修斯:狂宴总是喜欢拳打脚踢和对骂的争端。

535

μεθύω μέν, ἔμπας δ’ οὔτις ἂν ψαύσειέ μου.

巨人:我虽然喝醉了,但绝没有人敢碰我一下。

ὦ τᾶν, πεπωκότ’ ἐν δόμοισι χρὴ μένειν.

奥德修斯:老兄,喝了酒的人应该留在屋里。

ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.

巨人:谁若是不喝酒还喜欢狂宴,那他就是个蠢货。

ὃς δ’ ἂν μεθυσθείς γ’ ἐν δόμοις μείνῃ, σοφός.

奥德修斯:而谁若是喝醉了并留在屋里,那才是聪明的。

语法注5 条
  1. 443ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφον κιθάρας κλύοιμεν ἢ Κύκλωπ’ ὀλωλότα

    由连词 ὡς(因为)引导的从句中,使用了潜在希求语气 ἄν + κλύοιμεν(我们将会听到)。比较级副词 ἥδιον(更愉快地)与 ἤ(比)相呼应,将竖琴的声音(ψόφον)与灭亡的巨人(ὀλωλότα,完成时分词宾格)进行对比。Ἀσιάδος 是修饰 κιθάρας 的属格形容词。

  2. 461διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ

    διπλοῖν χαλινοῖν(双重皮带)是双数形式的工具与格。动词 κωπηλατέω 本意为“划桨”,在此处用作隐喻,生动地描绘了船匠通过来回拉动双重皮带来使钻头(τρύπανον)旋转的动作。

  3. 469ἔστ’ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ κἀγὼ λαβοίμην

    此处使用了 ἔστιν ὅπως + ἄν + 希求语气(有什么方法可以……吗?)的句式。夹杂的比喻表达 ὡσπερεὶ σπονδῆς θεοῦ(仿佛对神明的奠酒一样)中,动词 λαβοίμην 实际支配的属格宾语是第471行的 δαλοῦ(燃烧的木棒)。

  4. 497ἐπὶ κῶμον ἐκπετασθείς

    ἐκπετασθείς 是 ἐκπετάννυμι(展开、张开)的无定过去时被动分词,在此处用作比喻,表示“投身于”或“放浪于”狂宴之中。前置词短语 ἐπὶ κῶμον(朝向狂宴)指示了行动的方向。

  5. 505σκάφος ὁλκὰς ὣς γεμισθεὶς ποτὶ σέλμα γαστρὸς ἄκρας

    σκάφος(船体)与 ὡς ὁλκάς(如同货船)并置,构成了船只装满货物的意象。短语 ποτὶ σέλμα γαστρὸς ἄκρας(直到胃袋最顶端的甲板)使用了高度滑稽的造船术语隐喻,将船只的甲板(σέλμα)比作胃部的上方。其中 ποτί 是前置词 πρός 的多利亚方言形式。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(3 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 2 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0006.tlg001.humanitext-grc2:441-538