← 第欧根尼·拉尔修

哲人言行录

§9.8.50-9.8.56

普罗泰戈拉的生平学说与著作

本节叙述了智者普罗泰戈拉的家世、师承、相对主义名言(“人是万物的尺度”)与不可知论断言,因涉不敬神而遭焚书与驱逐,其修辞划分与著作书目,以及其逝世与同弟子欧阿特卢斯争执学费的著名悖论。

← 上一节下一节 →

Πρωταγόρας Ἀρτέμωνος ἤ, ὡς Ἀπολλόδωρος καὶ Δείνων ἐν Περσικῷ εʼ, Μαιανδρίου Ἀβδηρίτης, καθά φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τοῖς Περὶ νόμων, ὃς καὶ Θουρίοις νόμους γράψαι φησὶν αὐτόν· ὡς δʼ Εὔπολις ἐν Κόλαξιν, Τήιος· φησὶ γάρ, "Ἔνδοθι μέν ἐστι Πρωταγόρας ὁ Τήιος." οὗτος καὶ Πρόδικος ὁ Κεῖος λόγους ἀναγινώσκοντες ἠρανίζοντο· καὶ Πλάτων ἐν τῷ Πρωταγόρᾳ φησὶ βαρύφωνον εἶναι τὸν Πρόδικον. διήκουσε δʼ ὁ Πρωταγόρας Δημοκρίτου. ἐκαλεῖτό τε Σοφία, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ.

普罗泰戈拉是阿尔忒蒙之子,或者正如阿波罗多洛斯和德农在《波斯史》第五卷中所述,是迈安德里奥斯之子,且是阿夫季拉人,正如蓬托斯的赫拉克利德斯在《论法律》中所述,后者还说他曾为图里伊人制定法律;但根据欧波利斯在《谄媚者》中的说法,他是忒奥斯人,因为他说:“里面正是忒奥斯人普罗泰戈拉。”他与凯奥斯的普罗狄库斯曾通过朗读书稿聚收酬款;柏拉图在《普罗泰戈拉篇》中说普罗狄库斯的声音很低沉。普罗泰戈拉师从德谟克利特。正如法沃里努斯在《杂史》中所言,他亦被称为“智慧”。

Καὶ πρῶτος ἔφη δύο λόγους εἶναι περὶ παντὸς πράγματος ἀντικειμένους ἀλλήλοις· οἷς καὶ συνηρώτα, πρῶτος τοῦτο πράξας. ἀλλὰ καὶ ἤρξατό που τοῦτον τὸν τρόπον· πάντων χρημάτων μέτρον ἄνθρωπος, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν. ἔλεγέ τε μηδὲν εἶναι ψυχὴν παρὰ τὰς αἰσθήσεις, καθὰ καὶ Πλάτων φησὶν ἐν Θεαιτήτῳ, καὶ πάντʼ εἶναι ἀληθῆ. καὶ ἀλλαχοῦ δὲ τοῦτον ἤρξατο τὸν τρόπον· περὶ μὲν θεῶν οὐκ ἔχω εἰδέναι οὔθʼ ὡς εἰσίν, οὔθʼ ὡς οὐκ εἰσίν· πολλὰ γὰρ τὰ κωλύοντα εἰδέναι, ἥ τʼ ἀδηλότης καὶ βραχὺς ὢν ὁ βίος τοῦ ἀνθρώπου1.

他也是第一个主张关于每一件事都有两个相互对立的论辩的人;他亦用这两个论辩来进行诘问,是开创此法的第一人。此外,他还在某处以这种方式开篇:“人是万物的尺度,存在者存在,不存在者不存在。”他还主张,正如柏拉图在《泰阿泰德篇》中所述,灵魂无非是感觉,且一切事物皆为真实。在另一处,他也以这种方式开篇:“关于神,我既无法知道他们存在,也无法知道他们不存在;因为有许多阻碍认识的因素,包括事物的晦暗不明以及人生的短暂。”

διὰ ταύτην δὲ τὴν ἀρχὴν τοῦ συγγράμματος ἐξεβλήθη πρὸς Ἀθηναίων· καὶ τὰ βιβλίʼ αὐτοῦ κατέκαυσαν ἐν τῇ ἀγορᾷ, ὑπὸ κήρυκι ἀναλεξάμενοι παρʼ ἑκάστου τῶν κεκτημένων. Οὗτος πρῶτος μισθὸν εἰσεπράξατο μνᾶς ἑκατόν· καὶ πρῶτος μέρη χρόνου διώρισε καὶ καιροῦ δύναμιν ἐξέθετο καὶ λόγωνἀγῶνας ἐποιήσατο καὶ σοφίσματα τοῖς πραγματολογοῦσι προσήγαγε· καὶ τὴν διάνοιαν ἀφεὶς πρὸς τοὔνομα διελέχθη καὶ τὸ νῦν ἐπιπόλαιον γένος τῶν ἐριστικῶν ἐγέννησεν· ἵνα καὶ Τίμων φησὶ περὶ αὐτοῦ, "Πρωταγόρης τʼ ἐπίμεικτος ἐριζέμεναι εὖ εἰδώς."

正由于这部著作的开篇,他被雅典人驱逐;他们在集市上焚毁了他的著作,由传令官向每一位藏书者收缴。这个人是第一个收取一百明纳酬金的人;他第一个划分了时间的组成部分,阐明了适当时机的力量,举办了辩论比赛,并将诡辩术引入实务诉讼者之中;他撇开深意,专以词句为对手进行辩论,由此催生了如今这群浮浅的争辩者;因此蒂蒙也论及他说:“还有杂种普罗泰戈拉,精通争辩之道。”

οὗτος καὶ τὸ Σωκρατικὸν εἶδος τῶν λόγων πρῶτος ἐκίνησε. καὶ τὸν Ἀντισθένους λόγον τὸν πειρώμενον ἀποδεικνύειν ὡς οὐκ ἔστιν ἀντιλέγειν, οὗτος πρῶτος διείλεκται2, καθά φησι Πλάτων ἐν Εὐθυδήμῳ. καὶ πρῶτος κατέδειξε τὰς πρὸς τὰς θέσεις ἐπιχειρήσεις, ὥς φησιν Ἀρτεμίδωρος ὁ διαλεκτικὸς ἐν τῷ Πρὸς Χρύσιππον. καὶ πρῶτος τὴν καλουμένην τύλην, ἐφʼ ἧς τὰ φορτία βαστάζουσιν, εὗρεν, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ Περὶ παιδείας· φορμοφόρος γὰρ ἦν, ὡς καὶ Ἐπίκουρός πού φησι. καὶ τοῦτον τὸν τρόπον ἤρθη πρὸς Δημοκρίτου ξύλα δεδεκὼς ὀφθείς. διεῖλέ τε τὸν λόγον πρῶτος εἰς τέτταρα, εὐχωλήν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν·

他也是第一个促动苏格拉底式对话形式的人。对于安提斯泰尼试图证明反驳是不可能的论述,正如柏拉图在《欧绪德谟篇》中所言,他是第一个予以反驳辩驳的人。正如辩证家阿耳忒弥多罗在《驳克律西波斯》中所言,他是第一个开创针对既定命题展开攻击技巧的人。而且,正如亚里士多德在《论教育》中所言,他是第一个发明所谓挑夫垫肩的人,挑夫以此背负重物;因为他曾是一名挑夫,伊壁鸠鲁在某处亦如是说。就这样,他因被看到在捆绑木柴,被德谟克利特所赏识而得以提携。他也是第一个把言论分为四个部分的人:祈愿、发问、应答、命令;

(οἱ 〈·〉ὲ εἰς ἑπτά, διήγησιν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν, ἀπαγγελίαν, εὐχωλήν, κλῆσιν), οὓς καὶ πυθμένας εἶπε λόγων. Ἀλκιδάμας δὲ τέτταρας λόγους φησί, φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν. Πρῶτον δὲ τῶν λόγων ἑαυτοῦ ἀνέγνω τὸν Περὶ θεῶν, οὗ τὴν ἀρχὴν ἄνω παρεθέμεθα· ἀνέγνω δʼ Ἀθήνησιν ἐν τῇ Εὐριπίδου οἰκίᾳ ἤ, ὥς τινες, ἐν τῇ Μεγακλείδου· ἄλλοι ἐν Λυκείῳ, μαθητοῦ τὴν φωνὴν αὐτῷ χρήσαντος Ἀρχαγόρου τοῦ Θεοδότου. κατηγόρησε δʼ αὐτοῦ Πυθόδωρος Πολυζήλου, εἷς τῶν τετρακοσίων· Ἀριστοτέλης δʼ Εὔαθλόν φησιν.

(但有人说是分为七个:叙述、发问、应答、命令、报告、祈愿、呼唤),他亦称这些为言论的根基。而阿尔基达马斯则说有四种言论:肯定、否定、发问、呼告。在他自己的著作中,他首先朗读了《论神》,其开篇我们在前文已经引述过;他在雅典欧里庇得斯的家中,或者如某些人所说在梅加克利德斯的家中朗读;另有人说是在吕克昂,由其弟子忒奥多托斯之子阿尔卡戈拉斯借给他声音(代其朗读)。起诉他的是四百人统治集团成员之一、波吕泽洛斯之子皮托多洛斯;但亚里士多德则说是欧阿特卢斯。

Ἔστι δὲ τὰ σωζόμενα αὐτοῦ βιβλία τάδε· * * Τέχνη ἐριστικῶν. Περὶ πάλης. Περὶ τῶν μαθημάτων. Περὶ πολιτείας. Περὶ φιλοτιμίας. Περὶ ἀρετῶν. Περὶ τῆς ἐν ἀρχῇ καταστάσεως. Περὶ τῶν ἐν Ἅιδου. Περὶ τῶν οὐκ ὀρθῶς τοῖς ἀνθρώποις πρασσομένων. Προστακτικός. Δίκη ὑπὲρ μισθοῦ, Ἀντιλογιῶν α′ β′. καὶ ταῦτα μὲν αὐτῷ τὰ βιβλία. γέγραφε δὲ καὶ Πλάτων εἰς αὐτὸν διάλογον. Φησὶ δὲ Φιλόχορος, πλέοντος αὐτοῦ ἐς Σικελίαν, τὴν ναῦν καταποντωθῆναι· καὶ τοῦτο αἰνίττεσθαι Εὐριπίδην ἐν τῷ Ἰξίονι. ἔνιοι κατὰ τὴν ὁδὸν τελευτῆσαι αὐτόν, βιώσαντα ἔτη πρὸς τὰ ἐνενήκοντα·

他存世的著作如下:《争辩术》、《论摔跤》、《论科学知识》、《论城邦》、《论抱负》、《论诸德性》、《论原始状态》、《论冥界之物》、《论人类的不正行为》、《训诫》、《索酬之诉,反驳论》第一、第二卷。这些便是他的著作。柏拉图也写了一篇针对他的对话录。菲洛科罗斯说,当他航行去西西里时,船只沉没;欧里庇得斯在《伊克西翁》中暗示了此事。有人说他在旅途中去世,活了将近九十岁;

Ἀπολλόδωρος δέ φησιν ἑβδομήκοντα, σοφιστεῦσαι δὲ τεσσαράκοντα καὶ ἀκμάζειν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα. Ἔστι καὶ εἰς τοῦτον ἡμῶν οὕτως ἔχον· "καὶ σεῦ, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρʼ Ἀθηνέων ἔκ ποτʼ ἰὼν καθʼ ὁδὸν πρέσβυς ἐὼν ἔθανες· εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺ μέν που Παλλάδος ἄστυ φύγες, Πλουτέα δʼ οὐκ ἔφυγες." Λέγεται δέ ποτʼ αὐτὸν ἀπαιτοῦντα τὸν μισθὸν Εὔαθλον τὸν μαθητήν, ἐκείνου εἰπόντος, ἀλλʼ οὐδέπω νίκην νενίκηκα, εἰπεῖν, ἀλλʼ ἐγὼ μὲν ἂν νικήσω, ὅτι ἐγὼ ἐνίκησα, λαβεῖν με δεῖ· ἐὰν δὲ σύ, ὅτι σύ3. Γέγονε δὲ καὶ ἄλλος Πρωταγόρας ἀστρολόγος, εἰς ὃν καὶ Εὐφορίων ἐπικήδειον ἔγραψε· καὶ τρίτος Στωικὸς φιλόσοφος.

但阿波罗多洛斯说他活了七十岁,从事智者职业四十年,在第八十四届奥林匹亚节期间处于鼎盛期。关于他,我们亦有这样一首讽刺短诗:“普罗泰戈拉啊,我也听到了关于你的传闻,说你离开雅典,在旅途中年老而逝;因为刻克洛普斯的城邦决意将你驱逐;但你固然逃脱了帕拉斯的城邦,却没有逃脱冥王普路托。”相传有一次他向弟子欧阿特卢斯索要学费,后者说:“可是我还没打赢过一场胜仗呢。”他便回答说:“但若是我胜诉了,因为我胜了,我自当收取;若是你胜诉了,因为你胜了,〔我也当收取〕。”还有另一位普罗泰戈拉是占星学家,欧福里翁为他写了悼亡诗;第三位则是斯多亚派哲学家。

语法注3 条
  1. 9.8.51ἥ τʼ ἀδηλότης καὶ βραχὺς ὢν ὁ βίος τοῦ ἀνθρώπου

    在主语名词短语 ἥ τʼ ἀδηλότης(事物的晦暗)之后,连接词 καί 连接了带有分词的短语 βραχὺς ὢν ὁ βίος τοῦ ἀνθρώπου(人生的短暂),共同作为 τὰ κωλύοντα(阻碍的因素)的同位解释性成分。分词 ὤν 与名词短语结合,表达一种抽象的事实状态。

  2. 9.8.53καὶ τὸν Ἀντισθένους λόγον τὸν πειρώμενον ἀποδεικνύειν ὡς οὐκ ἔστιν ἀντιλέγειν, οὗτος πρῶτος διείλεκται

    宾格短语 τὸν Ἀντισθένους λόγον 被前置于句首(前置提格结构),随后是主语 οὗτος 与完成时动词 διείλεκται(源自 διαλέγομαι)。此处通常作不及物动词的 διαλέγομαι 带有及物性含义,支配这个宾格短语,表示“对安提斯泰尼的论述进行了辩驳/讨论”。

  3. 9.8.56ἐὰν δὲ σύ, ὅτι σύ

    对比前半句 ἀλλʼ ἐγὼ μὲν ἂν νικήσω, ὅτι ἐγὼ ἐνίκησα, λαβεῖν με δεῖ,后半句 ἐὰν δὲ σύ, ὅτι σύ 出现了极度紧凑的承前省略:需补足条件从句动词及主句,即 ἐὰν δὲ σὺ [νικήσῃς], ὅτι σὺ [ἐνίκησας, λαβεῖν με δεῖ](“但若你赢了,因为你[赢了,我也当收取]”)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.8.50-9.8.56