← 第欧根尼·拉尔修

哲人言行录

§9.7.45-9.7.49

德谟克利特的学说总括、著作目录与同名者

本段总结了德谟克利特的自然哲学与伦理学说(必然性、漩涡、心平气和),列举了斯拉苏卢斯依四联剧体系统计的各学科宏富著作目录,并最后列出了六位同名者。

← 上一节下一节 →

Πάντα τε κατʼ ἀνάγκην γίνεσθαι, τῆς δίνης αἰτίας οὔσης τῆς γενέσεως πάντων, ἣν ἀνάγκην λέγει1. τέλος δʼ εἶναι τὴν εὐθυμίαν, οὐ τὴν αὐτὴν οὖσαν τῇ ἡδονῇ, ὡς ἔνιοι παρακούσαντες ἐξεδέξαντο, ἀλλὰ καθʼ ἣν γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διάγει, ὑπὸ μηδενὸς ταραττομένη φόβου ἢ δεισιδαιμονίας ἢ ἄλλου τινὸς πάθους. καλεῖ δʼ αὐτὴν καὶ εὐεστὼ καὶ πολλοῖς ἄλλοις ὀνόμασι. ποιότητας δὲ νόμῳ εἶναι, φύσει δʼ ἄτομα καὶ κενόν. καὶ ταῦτα μὲν αὐτῷ ἐδόκει. Τὰ δὲ βιβλία αὐτοῦ καὶ Θρασύλος ἀναγέγραφε κατὰ τάξιν οὕτως ὡσπερεὶ καὶ τὰ Πλάτωνος κατὰ τετραλογίαν.

一切皆依必然性而生成,万物生成的始因是漩涡,他将这漩涡称为必然性。人生的终极目的是心平气和,这与快感并非同一回事,正如某些人误听后所曲解的那样;在此状态下,灵魂平静而稳定地度日,不为任何恐惧、迷信或任何其他激情感伤所扰乱。他也称之为安泰以及许多其他名称。性质出于约定,而在本性上唯有原子与虚空存在。以上便是他的学说。 斯拉苏卢斯也像编排柏拉图的著作一样,按四联剧的体系将他的著作编列成目。

Ἔστι δε ἤθικα μὲν τάδε· Πυθαγόρης. Περὶ τῆς τοῦ σοφοῦ διαθέσεως. Περὶ τῶν ἐν Ἅιδου. Τριτογένεια ʽτοῦτο δέ ἐστιν, ὅτι τρία γίνεται ἐξ αὐτῆς, ἃ πάντα ἀνθρώπινα συνέχει. Περὶ ἀνδραγαθίας ἢ περὶ ἀρετῆς. Ἀμαλθείης κέρας. Περὶ εὐθυμίης. Ὑπομνημάτων ἠθικῶν2· ἡ γὰρ Εὐεστὼ οὐχ εὑρίσκεται. καὶ ταῦτα μὲν τὰ ἠθικα. Φυσικὰ δὲ τάδε· Μέγας διάκοσμος (ὃν οἱ περὶ Θεόφραστον Λευκίππου φασὶν εἶναι). Μικρὸς διάκοσμος. Κοσμογραφίη. Περὶ τῶν πλανήτων. Περὶ φύσεως πρῶτον. Περὶ ἀνθρώπου φύσιος (ἢ Περὶ σαρκό̓ς), δεύτερον. Περὶ νοῦ. Περὶ αἰσθησίων (ταῦτά τινες ὅμου γράφοντες Περὶ ψυχῆς ἐπιγράφουσι). Περὶ χυμῶν. Περὶ χροῶν.

伦理类的著作如下: 《毕达哥拉斯》《论智者的心境》《论哈得斯之域的事物》《特里托革尼亚》(之所以如此命名,是因为从她生出了维系整个人类事务的三件事物)《论勇武,或论德性》《阿玛尔忒亚之角》《论心平气和》《伦理札记》(因为《安泰》已不可考)。 以上是伦理类著作。 自然哲学类的著作如下: 《大世界体系》(泰奥弗拉斯托斯一派认为属于留基伯)《小世界体系》《宇宙志》《论行星》《论自然》第一卷《论人之本性(或论肉体)》第二卷《论心灵》《论感觉》(有些人将这些合编在一起,题作《论灵魂》)《论滋味》《论色彩》

Περὶ τῶν διαφερόντων ῥυσμῶν. Περὶ ἀμειψιρυσμιῶν. Κρατυντήρια (ὅπερ ἐστὶν ἐπικριτικὰ τῶν προειρημένων). Περὶ εἰδώλων ἢ περὶ προνοίας. Περὶ λογικῶν ἢ κανὼν α′ β′ γʼ. Ἀπορημάτων. ταῦτα καὶ περὶ φύσεως. Τὰ δὲ ἀσύντακτά ἐστι τάδε· Αἰτίαι οὐράνιαι. Αἰτίαι ἀέριοι. Αἰτίαι ἐπίπεδοι. Αἰτίαι περὶ πυρὸς καὶ τῶν ἐν πυρί. Αἰτίαι περὶ φωνῶν. Αἰτίαι περὶ σπερμάτων καὶ φυτῶν καὶ καρπῶν. Αἰτίαι περὶ ζῴων α′ β′ γʼ. Αἰτίαι σύμμικτοι. Περὶ τῆς λίθου. ταῦτα καὶ τὰ ἀσύντακτα. Μαθηματικὰ δὲ τάδε· Περὶ διαφορῆς γωνίης ἢ Περὶ ψαύσιος κύκλου καὶ σφαίρης. Περὶ γεωμετρίης. Γεωμετρικῶν. Ἀριθμοί. Περὶ ἀλόγων γραμμῶν καὶ ναστῶν α# β#. Ἐκπετάσματα.

《论不同的形状》《论形状的改变》《确证》(即对前述诸篇的批判性考订)《论影像,或论预见》《论逻辑,或准绳》第一、第二、第三卷《难题集》这些也是关于自然哲学的著作。 未编排成篇的著作如下: 《天象之因》《气象之因》《平面之因》《关于火及火中之物之因》《关于声音之因》《关于种子、植物及果实之因》《关于动物之因》第一、第二、第三卷《杂类之因》《论磁石》以上为未编排成篇的著作。 数学类的著作如下: 《论角的相异,或论圆与球的相切》《论几何学》《几何学论集》《数字》《论无理线及实体》第一、第二卷《展开图》

Μέγας ἐνιαυτὸς ἢ Ἀστρονομίη, παράπηγμα. Ἅμιλλα κλεψύδρας 〈καὶ οὐρανοῦ〉. Οὐρανογραφίη. Γεωγραφίη. Πολογραφίη. Ἀκτινογραφίη. τοσαῦτα καὶ τὰ μαθηματικά. Μουσικὰ δὲ τάδε· Περὶ ῥυθμῶν καὶ ἁρμονίης. Περὶ ποιήσιος. Περὶ καλλοσύνης ἐπέων. Περὶ εὐφώνων καὶ δυσφ〈·〉νων γραμμάτων. Περὶ Ὁμήρου ἢ ὀρθοεπείης καὶ γλωσσέων. Περὶ ἀοιδῆς. Περὶ ῥημάτων. Ὀνομαστικῶν. τοσαῦτα καὶ τὰ μουσικά. Τεχνικὰ δὲ τάδε· Πρόγνωσις. Περὶ διαίτης ἢ διαιτητικόν. [Ἢ] Ἰητρικὴ γνώμη. Αἰτίαι περὶ ἀκαιριῶν καὶ ἐπικαιριῶν. Περὶ γεωργίης ἢ Γεωμετρικόν. Περὶ ζωγραφίης. Τακτικὸν καὶ Ὁπλομαχικόν. τοσαῦτα καὶ τάδε.

《大年,或天文学、星历》《漏壶与天象之竞合》《天球志》《地理志》《天极志》《光线志》以上为数学类著作。 文艺类的著作如下: 《论节奏与和谐》《论诗作》《论诗行之美》《论谐音字母与逆耳字母》《论荷马,或论纯正字词与古异方言》《论歌唱》《论动词》《论名词》以上为文艺类著作。 技艺类的著作如下: 《预断》《论摄生,或摄生法》《医学见解》《关于非宜时机与适宜时机之因》《论农耕,或测地学》《论绘画》《战术篇》以及《重装搏击篇》以上为这部分著作。

Τάττουσι δέ τινες κατʼ ἰδίαν ἐκ τῶν Ὑπομνημάτων καὶ ταῦτα· Περὶ τῶν ἐν Βαβυλῶνι ἱερῶν γραμμάτων. Περὶ τῶν ἐν Μερόῃ. Ὠκεανοῦ περίπλους. Περὶ ἱστορίης. Χαλδαϊκὸς λόγος. Φρύγιος λόγος. Περὶ πυρετοῦ καὶ τῶν ἀπὸ νόσου βησσόντων. Νομικὰ αἴτια. Χειρόκμητα [ἢ] προβλήματα. Τὰ δʼ ἄλλα ὅσα τινὲς ἀναφέρουσιν εἰς αὐτὸν τὰ μὲν ἐκ τῶν αὐτοῦ διεσκεύασται, τὰ δʼ ὁμολογουμένως ἐστὶν ἀλλότρια3. ταῦτα καὶ περὶ τῶν βιβλίων αὐτοῦ καὶ τοσαῦτα. Γεγόνασι δὲ Δημόκριτοι ἕξ· πρῶτος αὐτὸς οὗτος, δεύτερος Χῖος μουσικὸς κατὰ τὸν αὐτὸν χρόνον, τρίτος ἀνδριαντοποιὸς οὗ μέμνηται Ἀντίγονος, τέταρτος περὶ τοῦ ἱεροῦ τοῦ ἐν Ἐφέσῳ γεγραφὼς καὶ τῆς πόλεως Σαμοθρᾴκης, πέμπτος ποιητὴς ἐπιγραμμάτων σαφὴς καὶ ἀνθηρός, ἕκτος Περγαμηνὸς ἀπὸ ῥητορικῶν λόγων 〈εὐδοκιμήσασ〉.

亦有人从《札记》中单独列出以下作品: 《论巴比伦之神圣文字》《论麦罗埃之事物》《大洋周航记》《论历史》《迦勒底之论》《弗里吉亚之论》《论发热及因病咳嗽者》《律法之因》《手工制作,或疑难》至于其他人归在他名下的其余著作,一部分是由他自己的著作改编而成的,另一部分公认并非出自其手。关于他的书籍之事大略如此,数量亦如上所述。 名为德谟克利特者共有六人:第一位便是他本人;第二位是与其同期的希俄斯音乐家;第三位是安提戈诺斯提及的雕塑家;第四位著有关于以弗所神庙及萨莫色雷斯城的著作;第五位是风格清晰且华美的铭辞诗人;第六位是凭借修辞学论说而享有盛誉的帕加马人。

语法注3 条
  1. 9.7.45τῆς δίνης αἰτίας οὔσης τῆς γενέσεως πάντων, ἣν ἀνάγκην λέγει

    在属格独立结构(τῆς δίνης αἰτίας οὔσης)之后,关系代词 ἣν 指向阴性名词 δίνης(或者因谓语名词 ἀνάγκην 的性数而发生吸引)。动词 λέγει 接双重宾格结构(ἣν [=τὴν δίνην] ἀνάγκην λέγει,意为“他称之为必然性”)。

  2. 9.7.46Ὑπομνημάτων ἠθικῶν

    书名采用属格复数(Ὑπομνημάτων ἠθικῶν),是因为省略了如 βιβλίον(书)或 σύνταγμα(专著)等中心词,或者是表示所属/部分属格直接凝固作为书名。§9.7.47 中的 Ἀπορημάτων 和 §9.7.48 中的 Ὀνομαστικῶν 亦属同类结构。

  3. 9.7.49Τὰ δʼ ἄλλα ὅσα τινὲς ἀναφέρουσιν εἰς αὐτὸν τὰ μὲν ἐκ τῶν αὐτοῦ διεσκεύασται, τὰ δʼ ὁμολογουμένως ἐστὶν ἀλλότρια

    句首短语 Τὰ δʼ ἄλλα ὅσα τινὲς ἀναφέρουσιν εἰς αὐτὸν 作为主题前置(宾格主题或悬垂主格),随后通过分配对应词 τὰ μέν ... τὰ δέ(“一部分……另一部分……”)分别被拆分为两个分句的主语,起统括全句话题的作用。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.7.45-9.7.49