← 第欧根尼·拉尔修

哲人言行录

§9.7.40-9.7.44

德谟克利特的轶事与去世及其物理学学说

本段记叙了围绕德谟克利特的轶闻,包括柏拉图焚书未遂的传闻、其生卒年代的考订、与希波克拉底的轶事及其绝食延寿于地母节后的离世,并概括了他以原子和虚空为本原的物理学说要点。

← 上一节下一节 →

ὁ δὲ Δημήτριος τοὺς συγγενέας αὐτοῦ φησιν ἀναγνῶναι τὸν Μέγαν διάκοσμον, ὃν μόνον ἑκατὸν ταλάντων τιμηθῆναι. ταὐτὰ δὲ καὶ Ἱππόβοτός φησιν. Ἀριστόξενος δʼ ἐν τοῖς Ἱστορικοῖς ὑπομνήμασί φησι Πλάτωνα θελῆσαι συμφλέξαι τὰ Δημοκρίτου συγγράμματα, ὁπόσα ἐδυνήθη συναγαγεῖν, Ἀμύκλαν δὲ καὶ Κλεινίαν τοὺς Πυθαγορικοὺς κωλῦσαι αὐτόν, ὡς οὐδὲν ὄφελος1· παρὰ πολλοῖς γὰρ εἶναι ἤδη τὰ βιβλία. καὶ δῆλον δέ· πάντων γὰρ σχεδὸν τῶν ἀρχαίων μεμνημένος ὁ Πλάτων οὐδαμοῦ Δημοκρίτου διαμνημονεύει, ἀλλʼ οὐδʼ ἔνθʼ ἀντειπεῖν τι αὐτῷ δέοι, δῆλον 〈ὅτι〉 εἰδὼς ὡς πρὸς τὸν ἄριστον αὐτῷ τῶν φιλοσόφων 〈ὁ ἀγὼν〉 ἔσοιτο· ὅν γε καὶ Τίμων τοῦτον ἐπαινέσας τὸν τρόπον ἔχει· "οἷον Δημόκριτόν τε περίφρονα, ποιμένα μύθων, ἀμφίνοον λεσχῆνα μετὰ πρώτοισιν ἀνέγνων."

但德米特里说,是德谟克利特的亲属朗读了《大世界体系》,仅这部著作就被赏赐了一百塔兰同。希波博托斯也作了同样的叙述。 阿里斯托克塞诺斯在《历史杂记》中说,柏拉图曾想将德谟克利特的所有著作只要能搜集到的全都焚毁,但毕达哥拉斯学派的阿米克拉斯和克赖尼亚斯阻止了他,认为这毫无益处,因为这些书籍早已流传于许多人手中。这一点也是显而易见的:因为柏拉图几乎提到了所有古代哲学家,却唯独未在任何地方提及德谟克利特,甚至在理应予以反驳的地方也没有提及,显然是因为他深知自己将要交锋的是哲学家中最杰出的一位。蒂蒙也曾以这种方式赞扬他: “像德谟克利特这样心智卓绝、词章之牧者、 深思熟虑的清谈之士,我竟在最先列席者中读到。”

Γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῷ Μικρῷ διακόσμῳ, νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. συντετάχθαι δέ φησι τὸν Μικρὸν διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτακοσίοις. γεγόνοι δʼ ἄν, ὡς μὲν Ἀπολλόδωρος ἐν Χρονικοῖς, κατὰ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα· ὡς δὲ Θρασύλος ἐν τῷ ἐπιγραφομένῳ Τὰ πρὸ τῆς ἀναγνώσεως τῶν Δημοκρίτου βιβλίων, κατὰ τὸ τρίτον ἔτος τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς Ὀλυμπιάδος, ἐνιαυτῷ, φησί, πρεσβύτερος ὢν Σωκράτους. εἴη ἂν οὖν κατʼ Ἀρχέλαον τὸν Ἀναξαγόρου μαθητὴν καὶ τοὺς περὶ Οἰνοπίδην· καὶ γὰρ τούτου μέμνηται.

在年代上,正如他自己在《小世界体系》中所说,他在阿那克萨哥拉年老时还是个年轻人,比他小四十岁。他还说《小世界体系》是在特洛伊沦陷七百三十年后写成的。按照阿波罗多洛在《编年史》中的说法,他当生于第八十届奥林匹亚运动会期间;而按照斯拉苏卢斯在题为《德谟克利特著作导读》的著作中所述,他生于第七十七届奥林匹亚运动会的第三年,据他说比苏格拉底大一岁。因此,他应与阿那克萨哥拉的学生阿尔刻拉奥斯以及奥伊诺皮德斯等人同时代;因为他确实提到了后者。

μέμνηται δὲ καὶ τῆς περὶ τοῦ ἑνὸς δόξης τῶν περὶ Παρμενίδην καὶ Ζήνωνα, ὡς κατʼ αὐτὸν μάλιστα διαβεβοημένων, καὶ Πρωταγόρου τοῦ Ἀβδηρίτου, ὃς ὁμολογεῖται κατὰ Σωκράτην γεγονέναι. Φησὶ δʼ Ἀθηνόδωρος ἐν ὀγδόῃ Περιπάτων, ἐλθόντος Ἱπποκράτους πρὸς αὐτόν, κελεῦσαι κομισθῆναι γάλα· καὶ θεασάμενον τὸ γάλα εἰπεῖν εἶναι αἰγὸς πρωτοτόκου καὶ μελαίνης· ὅθεν τὴν ἀκρίβειαν αὐτοῦ θαυμάσαι τὸν Ἱπποκράτην. ἀλλὰ καὶ κόρης ἀκολουθούσης τῷ Ἱπποκράτει, τῇ μὲν πρώτῃ ἡμέρᾳ ἀσπάσασθαι οὕτω χαῖρε κόρη, τῇ δʼ ἐχομένῃ χαῖρε γύναι· καὶ ἦν ἡ κόρη τῆς νυκτὸς διεφθαρμένη.

他还提到了巴门尼德和芝诺等人的“一”的学说,认为这在当时极负盛名;他还提到了阿布德拉人普罗泰戈拉,公认他是与苏格拉底同时代的人。 雅典诺多洛在《逍遥录》第八卷中说,当希波克拉底来拜访他时,他吩咐端来牛奶;审视牛奶后他说,这是一头头胎的黑山羊的奶;希波克拉底因此惊叹于他的敏锐准确。此外,有一位少女跟随着希波克拉底,第一天德谟克利特向她打招呼说: “你好,少女!” 次日则说: “你好,妇人!” 而这名少女确实在夜间失去了童贞。

Τελευτῆσαι δὲ τὸν Δημόκριτόν φησιν Ἕρμιππος τοῦτον τὸν τρόπον. ἤδη ὑπέργηρων ὄντα πρὸς τῷ καταστρέφειν εἶναι. τὴν οὖν ἀδελφὴν λυπεῖσθαι ὅτι ἐν τῇ τῶν θεσμοφόρων ἑορτῇ μέλλοι τεθνήξεσθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴ οὐ ποιήσειν2 τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦσαι αὑτῷ προσφέρειν ἄρτους θερμοὺς ὁσημέραι. τούτους δὴ ταῖς ῥισὶ προσφέρων διεκράτησεν αὑτὸν τὴν ἑορτήν· ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖς δʼ ἦσαν, ἀλυπότατα τὸν βίον προήκατο, ὥς φησιν ὁ Ἵππαρχος, ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιούς. Ἡμεῖς τʼ εἰς αὐτὸν ἐν τῇ Παμμέτρῳ τοῦτον ἐποιήσαμεν τὸν τρόπον· "καὶ τίς ἔφυ σοφὸς ὧδε, τίς ἔργον ἔρεξε τοσοῦτον ὅσσον ὁ παντοδαὴς ἤνυσε Δημόκριτος; ὃς Θάνατον παρεόντα τρίʼ ἤματα δώμασιν ἔσχεν καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν." τοιοῦτος μὲν ὁ βίος τἀνδρός.

赫尔米普斯说德谟克利特是以如下方式去世的。他已极其衰老,濒临死亡。他的妹妹因他在地母节期间将死而悲伤,担心自己将无法向女神履行应尽的祭礼。但他叫她放心,并吩咐每天给他送来热面包。他将面包凑在鼻前吸气,借此度过了整个节日;当节日这几天——总共三天——过去后,正如希帕尔库斯所说,他在活了一百零九岁之后毫无痛苦地辞世。 我们在《全韵律诗集》中也为他作了如下的诗句: “谁能生来如此智慧,谁曾成就如此伟业, 堪与通晓一切的德谟克利特所为相比? 他在宅中将莅临的死神阻留了整整三日, 并用热面包的气息款待了死神。” 此人的生平大略如此。

Δοκεῖ δʼ αὐτῷ τάδε· ἀρχὰς εἶναι τῶν ὅλων ἀτόμους καὶ κενόν, τὰ δʼ ἄλλα πάντα νενομίσθαι3· ἀπείρους τε εἶναι κόσμους καὶ γενητοὺς καὶ φθαρτούς. μηδέν τε ἐκ τοῦ μὴ ὄντος γίνεσθαι μηδὲ εἰς τὸ μὴ ὂν φθείρεσθαι. καὶ τὰς ἀτόμους δὲ ἀπείρους εἶναι κατὰ μέγεθος καὶ πλῆθος, φέρεσθαι δʼ ἐν τῷ ὅλῳ δινουμένας, καὶ οὕτω πάντα τὰ συγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἀέρα, γῆν· εἶναι γὰρ καὶ ταῦτα ἐξ ἀτόμων τινῶν συστήματα· ἅπερ εἶναι ἀπαθῆ καὶ ἀναλλοίωτα διὰ τὴν στερρότητα. τόν τε ἥλιον καὶ τὴν σελήνην ἐκ τοιούτων λείων καὶ περιφερῶν ὄγκων συγκεκρίσθαι, καὶ τὴν ψυχὴν ὁμοίως· ἣν καὶ νοῦν ταὐτὸν εἶναι. ὁρᾶν δʼ ἡμᾶς κατʼ εἰδώλων ἐμπτώσεις.

他的学说如下:万物的本原是原子和虚空,其他一切事物都只被视为出于约定;存在着无数的世界,它们是有生有灭的。无物生于非存在,亦不消亡于非存在。原子在体积和数量上皆为无限,并在全宇宙中旋转运动,以此生成一切复合体,即火、水、气、土;因为这些也都是由某些原子构成的集合体;这些原子由于其坚固性而不受外物作用且不可改变。太阳和月亮是由这种平滑而圆的团块构成的,灵魂亦然;灵魂与心灵(奴斯)是同一回事。我们观看则是由于影像的冲入。

语法注3 条
  1. 9.7.40ὡς οὐδὲν ὄφελος

    连词 ὡς 后接名词短语 οὐδὲν ὄφελος,此处作为省略了系动词的名词句(相当于 ὡς οὐδὲν ὄφελός ἐστι)或充当绝对宾格结构,表示阻止行动的理由或判定(“认为毫无益处”)。

  2. 9.7.43καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴ οὐ ποιήσειν

    在 ὅτι 引导的间接引语从句中,将来时不定式 ποιήσειν 通过 καί 与祈愿式 μέλλοι 并列。其逻辑主语没有使用宾格代词,而是使用了主格代词 αὐτή,以此对比性地强调妹妹自身。

  3. 9.7.44τὰ δʼ ἄλλα πάντα νενομίσθαι

    完成时被动态不定式 νενομίσθαι 源自动词 νομίζω(按规约认定、视作),与作为客观实在的本原(ἀρχάς,即原子和虚空)形成对照,体现了德谟克利特关于自然与约定(φύσις 与 νόμος)的核心对立,即“其他一切事物都不过是出于约定俗成”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.7.40-9.7.44