← 第欧根尼·拉尔修

哲人言行录

§9.7.34-9.7.39

德谟克利特的出身、游历与早期事迹

本段记述了德谟克利特的出身、师承(东方智者、留基伯以及与阿那克萨哥拉的嫌隙)、游历各国、刻苦治学、是否曾访雅典、被誉为哲学“五项全能者”,以及归国后凭借朗诵《大世界体系》赢得声誉与公葬等事迹。

← 上一节下一节 →

Δημόκριτος Ἡγησιστράτου, οἱ δὲ Ἀθηνοκρίτου, τινὲς Δαμασίππου Ἀβδηρίτης ἤ, ὡς ἔνιοι, Μιλήσιος. οὗτος μάγων τινῶν διήκουσε καὶ Χαλδαίων, Ξέρξου τοῦ βασιλέως τῷ πατρὶ αὐτοῦ ἐπιστάτας καταλιπόντος, ἡνίκα ἐξενίσθη παρʼ αὐτῷ, καθά φησι καὶ Ἡρόδοτος· παρʼ ὧν τά τε περὶ θεολογίας καὶ ἀστρολογίας ἔμαθεν ἔτι παῖς ὤν. ὕστερον δὲ Λευκίππῳ παρέβαλε καὶ Ἀναξαγόρᾳ κατά τινας, ἔτεσιν ὢν αὐτοῦ νεώτερος τετταράκοντα. Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου ὡς οὐκ εἴησαν αὐτοῦ αἱ δόξαι αἵ τε περὶ ἡλίου καὶ σελήνης, ἀλλὰ ἀρχαῖαι, τὸν δʼ ὑφῃρῆσθαι.

德谟克利特是赫革西斯特拉托斯之子(或据某些人说是雅典诺克利托斯之子,又据某些人说是达马西普斯之子),为阿布德拉人,或如某些人所说是米利都人。他曾受教于某些东方三博士和迦勒底人,这是因为薛西斯王在其父家中受到款待时,将他们留给他父亲作为管事,正如希罗多德所记载的那样;他在尚为少年时,便从他们那里学习了神学与天文学。后来他追随了留基伯,并且据某些人说,还追随过阿那克萨哥拉,当时他比后者年轻四十岁。但法沃里努斯在《杂史》中说,德谟克利特谈及阿那克萨哥拉时,称关于太阳和月亮的学说并非阿那克萨哥拉本人的创见,而是古已有之,是他暗中窃取的。

διασύρειν τε αὐτοῦ τὰ περὶ τῆς διακοσμήσεως καὶ τοῦ νοῦ, ἐχθρῶς ἔχοντα πρὸς αὐτὸν ὅτι δὴ μὴ προσήκατο αὐτόν. πῶς οὖν κατά τινας ἀκήκοεν αὐτοῦ; Φησὶ δὲ Δημήτριος ἐν Ὁμωνύμοις καὶ Ἀντισθένης ἐν Διαδοχαῖς ἀποδημῆσαι αὐτὸν καὶ εἰς Αἴγυπτον πρὸς τοὺς ἱερέας γεωμετρίαν μαθησόμενον καὶ πρὸς Χαλδαίους εἰς τὴν Περσίδα καὶ εἰς τὴν Ἐρυθρὰν θάλασσαν γενέσθαι. τοῖς τε Γυμνοσοφισταῖς φασί τινες συμμῖξαι αὐτὸν ἐν Ἰνδίᾳ καὶ εἰς Αἰθιοπίαν ἐλθεῖν. τρίτον τε ὄντα ἀδελφὸν νείμασθαι τὴν οὐσίαν· καὶ οἱ μὲν πλείους φασὶ τὴν ἐλάττω μοῖραν ἑλέσθαι τὴν ἐν ἀργυρίῳ, χρείαν ἔχοντα 〈διὰ τὸ〉 ἀποδημῆσαι τούτου κἀκείνων δολίως ὑποπτευσάντων1.

他还贬损阿那克萨哥拉关于宇宙秩序与心灵(奴斯)的学说,对他怀有敌意,因为阿那克萨哥拉并未接纳他。既然如此,他又怎么会如某些人所说曾是他的门徒呢? 德米特里在《同名者考》中、安提斯泰尼在《学派继承录》中都说,他曾前往埃及的神官那里学习几何学,又前往波斯的迦勒底人那里,甚至去到了红海。有些人还说他在印度结识了裸体哲学家,并曾去过埃塞俄比亚。他是三兄弟中的老三,在分割家产时,多数人说他选择了折算为银钱的较小份财产,因为他出行需要费用,而他的兄弟们则居心不良地猜忌他。

ὁ δὲ Δημήτριος ὑπὲρ ἑκατὸν τάλαντά φησιν εἶναι αὐτῷ τὸ μέρος, ἃ πάντα καταναλῶσαι. λέγει δʼ ὅτι τοσοῦτον ἦν φιλόπονος ὥστε τοῦ περικήπου δωμάτιόν τι ἀποτεμόμενος κατάκλειστος ἦν· καί ποτε τοῦ πατρὸς αὐτοῦ πρὸς θυσίαν βοῦν ἀγαγόντος καὶ αὐτόθι προσδήσαντος, ἱκανὸν χρόνον μὴ γνῶναι, ἕως αὐτὸν ἐκεῖνος διαναστήσας προφάσει τῆς θυσίας καὶ τὰ περὶ τὸν βοῦν διηγήσατο. δοκεῖ δέ, φησί, καὶ Ἀθήναζε ἐλθεῖν καὶ μὴ σπουδάσαι γνωσθῆναι, δόξης καταφρονῶν. καὶ εἰδέναι μὲν Σωκράτη, ἀγνοεῖσθαι δὲ ὑπʼ αὐτοῦ· ἦλθον γάρ, φησίν, εἰς Ἀθήνας καὶ οὔτις με ἔγνωκεν.

但德米特里说他的份额超过一百塔兰同,他将这一切挥霍殆尽。他还说他勤奋过人,在环绕的园子里隔出一间小屋将自己反锁在内;有一次,他的父亲牵来一头公牛用于祭祀并拴在那里,他很长时间都没有发觉,直到父亲借着祭祀的由头将他叫起,并告知了关于公牛的事情。 他还说,德谟克利特似乎也去过雅典,但因蔑视虚名而未曾设法让自己扬名。他虽然认识苏格拉底,却未被苏格拉底所知;因为他说: “我来到了雅典,却无一人认识我。”

Εἴπερ οἱ Ἀντερασταὶ Πλάτωνός εἰσι, φησὶ Θρασύλος, οὗτος ἂν εἴη ὁ παραγενόμενος ἀνώνυμος, τῶν περὶ Οἰνοπίδην καὶ Ἀναξαγόραν ἕτερος, ἐν τῇ πρὸς Σωκράτην ὁμιλίᾳ διαλεγόμενος περὶ φιλοσοφίας, ᾧ, φησίν, ὡς πεντάθλῳ ἔοικεν ὁ φιλόσοφος2, καὶ ἦν ὡς ἀληθῶς ἐν φιλοσοφίᾳ πένταθλος· τὰ γὰρ φυσικὰ καὶ τὰ ἠθικὰ 〈ἤσκητο〉, ἀλλὰ καὶ τὰ μαθηματικὰ καὶ τοὺς ἐγκυκλίους λόγους καὶ περὶ τεχνῶν πᾶσαν εἶχεν ἐμπειρίαν. τούτου ἐστὶ καὶ τὸ λόγος ἔργου σκιή. Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τῇ Σωκράτους ἀπολογίᾳ μηδὲ ἐλθεῖν φησιν αὐτὸν εἰς Ἀθήνας. τοῦτο δὲ καὶ μεῖζον, εἴγε τοσαύτης πόλεως ὑπερεφρόνησεν, οὐκ ἐκ τόπου δόξαν λαβεῖν βουλόμενος, ἀλλὰ τόπῳ δόξαν περιθεῖναι προελόμενος.

“如果《情敌篇》是柏拉图的作品,”斯拉苏卢斯说,“那么其中那个来到现场的无名氏,有别于奥伊诺皮德斯与阿那克萨哥拉的同人,在与苏格拉底的交谈中讨论哲学的人,必定就是他了。在他看来,正如文中所言,哲学家犹如五项全能运动员;而他自己在哲学上也确确实实是一位五项全能者。因为他不仅研习了物理学和伦理学,还研习了数学与通识学问,并且对各项工艺拥有全部的经验。” 名言“言辞是行动的阴影”也出自他之口。 然而法勒隆的德米特里在《苏格拉底的申辩》中却说他根本没有去过雅典。如果他果真蔑视了如此伟大的城市,不欲从一个地方汲取声名,反而甘愿为一个地方带去声名,那么这反倒是一件更伟大的事了。

Δῆλον δὲ κἀκ τῶν συγγραμμάτων οἷος ἦν. δοκεῖ δέ, φησὶν ὁ Θρασύλος, ζηλωτὴς γεγονέναι τῶν Πυθαγορικῶν· ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται, θαυμάζων αὐτὸν ἐν τῷ ὁμωνύμῳ συγγράμματι. πάντα δὲ δοκεῖν παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δʼ ἂν ἀκηκοέναι, εἰ μὴ τὰ τῶν χρόνων ἐμάχετο. πάντως μέντοι τῶν Πυθαγορικῶν τινος ἀκοῦσαί φησιν αὐτὸν Γλαῦκος ὁ Ῥηγῖνος, κατὰ τοὺς αὐτοὺς χρόνους αὐτῷ γεγονώς. φησὶ δὲ καὶ Ἀπολλόδωρος ὁ Κυζικηνὸς Φιλολάῳ αὐτὸν συγγεγονέναι. Ἤσκει δέ, φησὶν ὁ Ἀντισθένης, καὶ ποικίλως δοκιμάζειν τὰς φαντασίας, ἐρημάζων ἐνίοτε καὶ τοῖς τάφοις ἐνδιατρίβων.

从他的著作中也可以清楚看出他是怎样的人。 斯拉苏卢斯说,他似乎成为了毕达哥拉斯学派的效法者;而且他还提及了毕达哥拉斯本人,在同名的著作中对他大加赞赏。他似乎从毕达哥拉斯那里汲取了一切,若非年代有所抵触,他甚至本会成为毕达哥拉斯的门徒。 无论如何,与他同时代的莱基翁人格劳科斯说他曾受教于某位毕达哥拉斯学派成员;基齐库斯的阿波罗多洛也说他曾与菲洛劳斯交往。 安提斯泰尼说,他还通过各种方式锻炼检验自己的表象,时而离群索居,留连于坟墓之间。

ἐλθόντα δή φησιν αὐτὸν ἐκ τῆς ἀποδημίας ταπεινότατα διάγειν, ἅτε πᾶσαν τὴν οὐσίαν καταναλωκότα· τρέφεσθαί τε διὰ τὴν ἀπορίαν ἀπὸ τἀδελφοῦ Δαμάσου. ὡς δὲ προειπών τινα τῶν μελλόντων εὐδοκίμησε, λοιπὸν ἐνθέου δόξης παρὰ τοῖς πλείστοις ἠξιώθη. νόμου δʼ ὄντος τὸν ἀναλώσαντα τὴν πατρῴαν οὐσίαν μὴ ἀξιοῦσθαι ταφῆς ἐν τῇ πατρίδι, φησὶν ὁ Ἀντισθένης συνέντα, μὴ ὑπεύθυνος γενηθείη πρός τινων φθονούντων καὶ συκοφαντούντων, ἀναγνῶναι αὐτοῖς τὸν Μέγαν διάκοσμον3, ὃς ἁπάντων αὐτοῦ τῶν συγγραμμάτων προέχει· καὶ πεντακοσίοις ταλάντοις τιμηθῆναι· μὴ μόνον δέ, ἀλλὰ καὶ χαλκαῖς εἰκόσι· καὶ τελευτήσαντʼ αὐτὸν δημοσίᾳ ταφῆναι, βιώσαντα ὑπὲρ τὰ ἑκατὸν ἔτη.

安提斯泰尼说,他旅行归来后生活极其卑微,因为他耗尽了所有财产;由于困窘,他靠兄弟达马索斯供养。但当他因预言某些未来之事而享有盛名后,自此在大多数人中被赋予了神圣般的声誉。当时有一项法律,规定挥霍祖产者不得在祖国安葬,安提斯泰尼说他觉察到了这一点,为了不遭到某些嫉妒与诬陷之人的问责,便向市民朗读了他的《大世界体系》,这是他所有著作中最杰出的一部;他因此获得了五百塔兰同的赏赐,不仅如此,还获得了青铜雕像;在他活了一百多岁去世后,国家为他举行了公葬。

语法注3 条
  1. 9.7.35χρείαν ἔχοντα 〈διὰ τὸ〉 ἀποδημῆσαι τούτου κἀκείνων δολίως ὑποπτευσάντων

    属格代词 τούτου 受支配于短语 χρείαν ἔχοντα(“因需要此物”),指代前文的 ἀργυρίῳ(银钱/现金)。随后的 κἀκείνων δολίως ὑποπτευσάντων 则是属格绝对结构,说明他的兄弟们阴险地猜忌其动机的情形。

  2. 9.7.37ᾧ, φησίν, ὡς πεντάθλῳ ἔοικεν ὁ φιλόσοφος

    关系代词 ᾧ 指向前文的“无名氏(ὁ παραγενόμενος ἀνώνυμος)”。其与格功能应理解为基准或观点的与格(“照其见解/依其所言”),而非 ἔοικεν 的直接补足成分(“哲学家所肖似的对象”);这与《情敌篇》(135e)中无名青年主张“哲学家如五项全能运动员”的语境一致。

  3. 9.7.39συνέντα, μὴ ὑπεύθυνος γενηθείη πρός τινων φθονούντων καὶ συκοφαντούντων, ἀναγνῶναι αὐτοῖς τὸν Μέγαν διάκοσμον

    宾格分词 συνέντα 在间接引语中充当不定式 ἀναγνῶναι 的逻辑主语(指德谟克利特)。插入的 μὴ ὑπεύθυνος γενηθείη 是表恐惧或戒备的从句(“以免遭人问责”),在历史时态序列中因而采用了祈愿语气 γενηθείη 而非连接语气。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.7.34-9.7.39