← 第欧根尼·拉尔修

哲人言行录

§9.6.30-9.6.33

留基伯的生平与原子论宇宙学

本段记述了留基伯的出身与师承,并概述了他以原子与虚空为基础的宇宙生成论、天体与大地的构造以及日月食的成因学说。

← 上一节下一节 →

Λεύκιππος Ἐλεάτης, ὡς δέ τινες, Ἀβδηρίτης, κατʼ ἐνίους δὲ Μιλήσιος. οὗτος ἤκουσε Ζήνωνος. ἤρεσκε δʼ αὐτῷ ἄπειρα εἶναι τὰ πάντα καὶ εἰς ἄλληλα μεταβάλλειν, τό τε πᾶν εἶναι κενὸν καὶ πλῆρες [σωμάτων]. τούς τε κόσμους γίνεσθαι σωμάτων εἰς τὸ κενὸν ἐμπιπτόντων καὶ ἀλλήλοις περιπλεκομένων· ἔκ τε τῆς κινήσεως κατὰ τὴν αὔξησιν αὐτῶν γίνεσθαι τὴν τῶν ἀστέρων φύσιν. φέρεσθαι δὲ τὸν ἥλιον ἐν μείζονι κύκλῳ περὶ τὴν σελήνην· τὴν γῆν ὀχεῖσθαι περὶ τὸ μέσον δινουμένην· σχῆμά τʼ αὐτῆς τυμπανῶδες εἶναι. πρῶτός τε ἀτόμους ἀρχὰς ὑπεστήσατο. 〈καὶ〉 κεφαλαιωδῶς μὲν ταῦτα· ἐπὶ μέρους δʼ ὧδε ἔχει.

留基伯是厄利亚人,但据某些人说是阿布德拉人,据另一些人说是米利都人。他曾听过芝诺的讲学。他的主张是:万物是无限的,且相互转化;宇宙是虚空且充满[物体]的。诸世界是在物体坠入虚空并相互缠结时生成的;由于它们在增大过程中的运动,天体的本性由此产生。太阳在围绕月亮的一个更大的轨道中运行;大地围绕中心旋转着漂行;它的形状如鼓一般。他也是第一个假定原子为本原的人。概括而言便是这些;但就细节而言,情况如下。

Τὸ μὲν πᾶν ἄπειρόν φησιν, ὡς προείρηται· τούτου δὲ τὸ μὲν πλῆρες εἶναι, τὸ δὲ κενόν, 〈ἃ〉 καὶ στοιχεῖά φησι. κόσμους τε ἐκ τούτων ἀπείρους εἶναι καὶ διαλύεσθαι εἰς ταῦτα. γίνεσθαι δὲ τοὺς κόσμους οὕτω· φέρεσθαι κατʼ ἀποτομὴν ἐκ τῆς ἀπείρου πολλὰ σώματα παντοῖα τοῖς σχήμασιν εἰς μέγα κενόν, ἅπερ ἀθροισθέντα δίνην ἀπεργάζεσθαι μίαν, καθʼ ἣν προσκρούοντα 〈ἀλλήλοισ〉 καὶ παντοδαπῶς κυκλούμενα διακρίνεσθαι χωρὶς τὰ ὅμοια πρὸς τὰ ὅμοια. ἰσορρόπων δὲ διὰ τὸ πλῆθος μηκέτι δυναμένων περιφέρεσθαι1, τὰ μὲν λεπτὰ χωρεῖν εἰς τὸ ἔξω κενόν, ὥσπερ διαττώμενα· τὰ δὲ λοιπὰ συμμένειν καὶ περιπλεκόμενα συγκατατρέχειν ἀλλήλοις καὶ ποιεῖν πρῶτόν τι σύστημα σφαιροειδές.

正如前文所述,他说整体是无限的;其中一部分是充实的,另一部分是虚空的,他也称这两者为元素。诸世界由这些生成,数量无限,并分解为这些。世界的生成方式如下:形形色色的大量物体因截割而从无限者中被运入一片巨大的虚空中,聚集起来形成一个单一的旋涡;在其中,它们相互撞击并向各方向回旋,同类与同类各自被分选出来。但当由于数量庞大而无法再保持均势旋转时,微细的粒子便穿向外围的虚空,犹如被筛出一般;其余的则聚合在一起,相互缠结并一同奔流,构成了最初的某种球形系统。

τοῦτο δʼ οἷον ὑμένα ἀφίστασθαι, περιέχοντʼ ἐν ἑαυτῷ παντοῖα σώματα2· ὧν κατὰ τὴν τοῦ μέσου ἀντέρεισιν περιδινουμένων λεπτὸν γενέσθαι τὸν πέριξ ὑμένα, συρρεόντων ἀεὶ τῶν συνεχῶν κατʼ ἐπίψαυσιν τῆς δίνης. καὶ οὕτω γενέσθαι τὴν γῆν, συμμενόντων τῶν ἐνεχθέντων ἐπὶ τὸ μέσον. αὐτόν τε πάλιν τὸν περιέχοντα οἷον ὑμένα αὔξεσθαι κατὰ τὴν ἐπέκκρισιν τῶν ἔξωθεν σωμάτων· δίνῃ τε φερόμενον αὐτὸν ὧν ἂν ἐπιψαύσῃ, ταῦτα ἐπικτᾶσθαι. τούτων δέ τινα συμπλεκόμενα ποιεῖν σύστημα, τὸ μὲν πρῶτον κάθυγρον καὶ πηλῶδες, ξηρανθέντα καὶ περιφερόμενα σὺν τῇ τοῦ ὅλου δίνῃ, εἶτʼ ἐκπυρωθέντα τὴν τῶν ἀστέρων ἀποτελέσαι φύσιν.

这系统犹如一层薄膜般分离出来,在其内部包裹着各种各样的物体;当这些物体随着中心的抵抗力而回旋运转时,周围的薄膜变得纤薄,因为邻近的物体在触及旋涡时不断汇流而来。大地就是这样形成的,被运向中心者聚合在一起。此外,包围在外的那层类似薄膜的结构本身也因外来物体的附着而增大;它在旋涡中被带动,无论触及什么,都将其兼并摄取。其中某些物体相互交缠而形成一个系统,最初潮湿且呈泥泞状,但在干燥后,随着整体的旋涡一同旋转,接着燃烧起来,形成了天体的本性。

Εἶναι δὲ τὸν τοῦ ἡλίου κύκλον ἐξώτατον, τὸν δὲ τῆς σελήνης προσγειότατον, τῶν ἄλλων μεταξὺ τούτων. καὶ πάντα μὲν τὰ ἄστρα πυροῦσθαι διὰ τὸ τάχος τῆς φορᾶς, τὸν δʼ ἥλιον 〈καὶ〉 ὑπὸ τῶν ἀστέρων ἐκπυροῦσθαι· τὴν δὲ σελήνην τοῦ πυρὸς ὀλίγον μεταλαμβάνειν. ἐκλείπειν δʼ ἥλιον καὶ σελήνην 〈* * τὴν δὲ λόξωσιν τοῦ Ζῳδιακοῦ γενέσθαι〉 τῷ κεκλίσθαι τὴν γῆν πρὸς μεσημβρίαν3· τὰ δὲ πρὸς ἄρκτῳ ἀεί τε νίφεσθαι καὶ κατάψυχρα εἶναι καὶ πήγνυσθαι. καὶ τὸν μὲν ἥλιον ἐκλείπειν σπανίως, τὴν δὲ σελήνην συνεχές, διὰ τὸ ἀνίσους εἶναι τοὺς κύκλους αὐτῶν. εἶναί τε ὥσπερ γενέσεις κόσμου, οὕτω καὶ αὐξήσεις καὶ φθίσεις καὶ φθοράς, κατά τινα ἀνάγκην, ἣν ὁποία ἐστὶν 〈οὐ〉 διασαφεῖ.

太阳的轨道在最外层,月亮的轨道离大地最近,其他天体的轨道则介于其间。一切天体都因其运行的速度而发光发热,但太阳还会被群星进一步点燃,而月亮只分得少许的火。日食和月食发生[……黄道带的倾斜形成],是因为大地朝向南方倾斜;而北方区域则常年积雪、极度严寒并结冰。太阳很少发生日食,月食却十分频繁,这是由于它们的轨道不相等所致。正如世界有生成一样,世界也有生长、衰退和毁灭,这是遵照某种必然性,至于这是一种怎样的必然性,他并未阐明。

语法注3 条
  1. 9.6.31ἰσορρόπων δὲ διὰ τὸ πλῆθος μηκέτι δυναμένων περιφέρεσθαι

    ἰσορρόπων... δυναμένων 为属格绝对结构。ἰσορρόπων 意为“均势的”或“处于平衡状态的”,作该结构的逻辑主语修饰词,指大量物体因数量过多而无法再保持平衡回旋运转。

  2. 9.6.32τοῦτο δʼ οἷον ὑμένα ἀφίστασθαι, περιέχοντʼ ἐν ἑαυτῷ παντοῖα σώματα

    περιέχοντʼ 为阳性单数宾格分词 περιέχοντα,与前面的 οἷον ὑμένα(阳性名词,“犹如薄膜”)保持性数格一致,而非指中性主语 τοῦτο。它修饰薄膜,说明其在分离出来的同时将各类物体包容于其内部。

  3. 9.6.33τῷ κεκλίσθαι τὴν γῆν πρὸς μεσημβρίαν

    带定冠词的与格完成时被动态不定式 τῷ κεκλίσθαι 在此表示原因与格(dative of cause),以 τὴν γῆν 作为不定式的逻辑宾格主语,意为“由于大地向南方倾斜”,用于解释日食、月食以及黄道倾斜发生的原因。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.6.30-9.6.33