← 第欧根尼·拉尔修

哲人言行录

§9.5.25-9.5.29

厄利亚的芝诺的生平与反抗僭主及学说

本节记述了厄利亚的芝诺的身世、师从巴门尼德的经历及其作为辩证法发明者的声誉,讲述了他反抗僭主的英勇事迹与壮烈牺牲、他对故乡厄利亚的热爱,以及他的悖论论证与自然哲学学说。

← 上一节下一节 →

Ζήνων Ἐλεάτης. τοῦτον Ἀπολλόδωρός φησιν εἶναι ἐν Χρονικοῖς [Πύρητος τὸν δὲ Παρμενίδην] φύσει μὲν Τελευταγόρου, θέσει δὲ Παρμενίδου 〈τὸν δὲ Παρμενίδην Πύρητος〉. περὶ τούτου καὶ Μελίσσου Τίμων φησὶ ταῦτα· "ἀμφοτερογλώσσου1 τε μέγα σθένος οὐκ ἀλαπαδνὸν Ζήνωνος πάντων ἐπιλήπτορος, ἠδὲ Μέλισσον, πολλῶν φαντασμῶν ἐπάνω, παύρων γε μὲν ἥσσω." Ὁ δὴ Ζήνων διακήκοε Παρμενίδου καὶ γέγονεν αὐτοῦ παιδικά. καὶ εὐμήκης ἦν, καθά φησι Πλάτων ἐν τῷ Παρμενίδῃ, ὁ δʼ αὐτὸς ἐν τῷ Σοφιστῇ καὶ ἐν τῷ Φαίδρῳ 〈αὐτοῦ μέμνηται〉 καὶ Ἐλεατικὸν Παλαμήδην αὐτὸν καλεῖ. φησὶ δʼ Ἀριστοτέλης εὑρετὴν αὐτὸν γενέσθαι διαλεκτικῆς, ὥσπερ Ἐμπεδοκλέα ῥητορικῆς.

厄利亚的芝诺。阿波罗多洛斯在《编年史》中说,他生父是特勒乌塔戈拉斯,而养父是巴门尼德(而巴门尼德是皮瑞斯之子)。关于他和梅利索斯,蒂蒙说了这样的话: “两面舌锋、评判一切之芝诺的 巨大而绝非脆弱的力量,以及梅利索斯, 超越了诸多幻象,却仍屈服于少数。” 芝诺曾聆听巴门尼德讲学,并成为他的恋童。他身材修长,正如柏拉图在《巴门尼德篇》中所说;同一位柏拉图在《智者篇》和《斐德罗篇》中也提及他,称他为“厄利亚的帕拉墨得斯”。亚里士多德说,他成为了辩证法的开创者,犹如恩培多克勒是修辞学的开创者一样。

Γέγονε δὲ ἀνὴρ γενναιότατος καὶ ἐν φιλοσοφίᾳ καὶ ἐν πολιτείᾳ· φέρεται γοῦν αὐτοῦ βιβλία πολλῆς συνέσεως γέμοντα. καθελεῖν δὲ θελήσας Νέαρχον τὸν τύραννον—οἱ δὲ Διομέδοντα—συνελήφθη, καθά φησιν Ἡρακλείδης ἐν τῇ Σατύρου ἐπιτομῇ. ὅτε καὶ ἐξεταζόμενος τοὺς συνειδότας καὶ περὶ τῶν ὅπλων2 ὧν ἦγεν εἰς Λιπάραν, πάντας ἐμήνυσεν αὐτοῦ τοὺς φίλους, βουλόμενος αὐτὸν ἔρημον καταστῆσαι· εἶτα περί τινων εἰπεῖν ἔχειν τινα 〈ἔφη〉 αὐτῷ πρὸς τὸ οὖς καὶ δακὼν οὐκ ἀνῆκεν ἕως ἀπεκεντήθη, ταὐτὸν Ἀριστογείτονι τῷ τυραννοκτόνῳ παθών.

无论在哲学上还是在政治事务中,他都是一个极其崇高的人。无论如何,他流传下来的著作充满了极大的智慧。他因意图推翻僭主涅阿耳科斯——有人则说是狄奥墨冬——而被捕,正如赫拉克利德在萨提洛斯的节本中所述。当时,当被拷问同谋者以及运往利帕拉的武器时,为了让僭主陷于孤立,他供出了僭主的所有朋友;随后他声称有话要对僭主附耳细说,咬住他的耳朵便不再松口,直至被刺身亡,遭遇了与刺杀僭主者阿里斯托革顿相同的命运。

Δημήτριος δέ φησιν ἐν τοῖς Ὁμωνύμοις τὸν μυκτῆρα αὐτὸν ἀποτραγεῖν. Ἀντισθένης δὲ ἐν ταῖς Διαδοχαῖς φησι μετὰ τὸ μηνῦσαι τοὺς φίλους ἐρωτηθῆναι πρὸς τοῦ τυράννου εἴ τις ἄλλος εἴη· τὸν δὲ εἰπεῖν, σὺ ὁ τῆς πόλεως ἀλιτήριος. πρός τε τοὺς παρεστῶτας φάναι· θαυμάζω ὑμῶν τὴν δειλίαν, εἰ τούτων ἕνεκεν ὧν νῦν ἐγὼ ὑπομένω, δουλεύετε τῷ τυράννῳ· καὶ τέλος ἀποτραγόντα τὴν γλῶτταν προσπτύσαι αὐτῷ· τοὺς δὲ πολίτας παρορμηθέντας αὐτίκα τὸν τύραννον καταλεῦσαι. ταὐτὰ δὲ σχεδὸν οἱ πλείους λαλοῦσιν. Ἕρμιππος δέ φησιν εἰς ὅλμον αὐτὸν βληθῆναι καὶ κατακοπῆναι.

德米特里在《同名者考》中说,他咬掉的是僭主的鼻子。安提斯泰尼在《传承录》中说,他在供出那些朋友后,被僭主询问是否还有其他人;他回答说: “你,城邦的灾殃之灵!” 并对周围站立的人说: “我惊异于你们的懦弱,竟为了免受我现在所承受的这些痛苦,而屈从于僭主的奴役!” 最后,他咬断自己的舌头吐向僭主;公民们随即受到鼓动,立刻用乱石砸死了僭主。大多数人所讲的大致相同。但赫米波斯说,他被扔进研钵中舂碎而死。

Καὶ εἰς αὐτὸν ἡμεῖς εἴπομεν οὕτως· "ἤθελες, ὦ Ζήνων, καλὸν ἤθελες ἄνδρα τύραννον κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν. ἀλλʼ ἐδάμης· δὴ γάρ δε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ κόψε. τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ." Γέγονε δὲ τά τε ἄλλα ἀγαθὸς ὁ Ζήνων, ἀλλὰ καὶ ὑπεροπτικὸς τῶν μειζόνων κατʼ ἴσον Ἡρακλείτῳ· καὶ γὰρ οὗτος τὴν πρότερον μὲν Ὑέλην, ὕστερον δʼ Ἐλέαν, Φωκαέων οὖσαν ἀποικίαν, αὑτοῦ δὲ πατρίδα, πόλιν εὐτελῆ καὶ μόνον ἄνδρας ἀγαθοὺς τρέφειν ἐπισταμένην ἠγάπησε μᾶλλον τῆς Ἀθηναίων μεγαλαυχίας3, οὐκ ἐπιδημήσας πώμαλα πρὸς αὐτούς, ἀλλʼ αὐτόθι καταβιούς.

对于他,我们也作诗如下: “芝诺啊,你怀抱着高尚的愿望,誓要斩除僭主, 使厄利亚解脱奴役之灾。 然而你被击败了;因为僭主抓住你,真的在研钵中 将你舂碎。我为何这样说?因为那只是肉体,而不是你!” 芝诺在其他方面是卓越的,但也与赫拉克利特一样,傲视显贵之人。因为这座原名许厄勒、后称厄利亚的波卡埃亚人殖民城邦,亦是他的故乡,虽是一座简朴且仅知哺育优秀人才的城邦,他却爱它胜过爱雅典人的虚夸自大,根本不曾前往他们那里客居,而是在本土度过了一生。

Οὗτος καὶ τὸν Ἀχιλλέα πρῶτος λόγον ἠρώτησε [Φαβωρῖνος δέ φησι Παρμενίδην] καὶ ἄλλους συχνούς. ἀρέσκει δʼ αὐτῷ τάδε· κόσμους εἶναι κενόν τε μὴ εἶναι· γεγενῆσθαι δὲ τὴν τῶν πάντων φύσιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, λαμβανόντων αὐτῶν εἰς ἄλληλα τὴν μεταβολήν· γένεσίν τε ἀνθρώπων ἐκ γῆς εἶναι καὶ ψυχὴν κρᾶμα ὑπάρχειν ἐκ τῶν προειρημένων κατὰ μηδενὸς τούτων ἐπικράτησιν4. Τοῦτόν φασι λοιδορούμενον ἀγανακτῆσαι· αἰτιασαμένου δέ τινος, φάναι ἐὰν μὴ λοιδορούμενος προσποιῶμαι, οὐδʼ ἐπαινούμενος αἰσθήσομαι. Ὅτι δὲ γεγόνασι Ζήνωνες ὀκτὼ ἐν τῷ Κιτιεῖ διειλέγμεθα. ἤκμαζε δʼ οὗτος κατὰ τὴν ἐνάτην 〈καὶ ἑβδομηκοστὴν〉 Ὀλυμπιάδα.

他也是最早提出“阿喀琉斯”论辩的人(尽管法沃里努斯说是巴门尼德),此外还提出了许多其他论证。他的学说如下:存在着诸世界,且不存在虚空;万物的本性源于热、冷、干、湿,它们彼此发生转变;人的生成源于大地,灵魂则是上述诸成分的混合物,其中没有任何一种占据主导地位。 据说他遭到辱骂时显得十分气愤;有人指责他,他便说: “如果我被辱骂时都不装作在意,那么受到赞美时我也将毫无所觉。” 关于共有八位名叫芝诺的人,我们已在关于基提翁的芝诺那一章中论及。而这位芝诺在第七十九届奥林匹亚节期间处于鼎盛期。

语法注4 条
  1. 9.5.25ἀμφοτερογλώσσου

    蒂蒙讽刺诗中修饰芝诺的复合形容词,指其能够就同一论题立论并驳论、兼具正反两面论辩才能(即辩证法才能)。

  2. 9.5.26ἐξεταζόμενος τοὺς συνειδότας καὶ περὶ τῶν ὅπλων

    被动态分词 ἐξεταζόμενος 同时带有一个表示审讯对象的直接宾格(τοὺς συνειδότας,“关于共谋者”)和一个介词短语(καὶ περὶ τῶν ὅπλων,“关于武器”),两者并列作为审问内容的补足成分。

  3. 9.5.28ἠγάπησε μᾶλλον τῆς Ἀθηναίων μεγαλαυχίας

    属格 τῆς Ἀθηναίων μεγαλαυχίας 为副词 μᾶλλον 所要求的比较属格,将动词 ἠγάπησε 的宾格宾语(质朴的故乡埃利亚)与雅典人的狂妄自大相对比。

  4. 9.5.29κατὰ μηδενὸς τούτων ἐπικράτησιν

    介词 κατά 与名词 ἐπικράτησιν(优势、主导)连用,构成表方式或状态的副词短语,意为“其中任何一种都不占优势”;τούτων 是依赖于 ἐπικράτησιν 的宾格性属格。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.5.25-9.5.29