← 第欧根尼·拉尔修

哲人言行录

§9.4.24

萨摩斯的梅利索斯之事迹与哲学教义

萨摩斯的梅利索斯的承传与政治军事功绩,以及关于万有无限与不动、不可知论的哲学教义与其鼎盛期年代。

← 上一节下一节 →

Μέλισσος Ἰθαιγένους Σάμιος. οὗτος ἤκουσε Παρμενίδου· ἀλλὰ καὶ εἰς λόγους ἦλθεν Ἡρακλείτῳ· ὅτε καὶ συνέστησεν αὐτὸν τοῖς Ἐφεσίοις ἀγνοοῦσι1, καθάπερ Ἱπποκράτης Δημόκριτον Ἀβδηρίταις. γέγονε δὲ καὶ πολιτικὸς ἀνὴρ καὶ ἀποδοχῆς παρὰ τοῖς πολίταις ἠξιωμένος· ὅθεν ναύαρχος αἱρεθεὶς ἔτι καὶ μᾶλλον ἐθαυμάσθη διὰ τὴν οἰκείαν ἀρετήν. Ἐδόκει δʼ αὐτῷ τὸ πᾶν ἄπειρον εἶναι καὶ ἀναλλοίωτον καὶ ἀκίνητον καὶ ἓν ὅμοιον ἑαυτῷ καὶ πλῆρες· κίνησίν τε μὴ εἶναι, δοκεῖν δʼ εἶναι. ἀλλὰ καὶ περὶ θεῶν ἔλεγε μὴ δεῖν ἀποφαίνεσθαι· μὴ γὰρ εἶναι γνῶσιν αὐτῶν2. Φησὶ δʼ Ἀπολλόδωρος ἠκμακέναι αὐτὸν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα.

萨摩斯的伊泰盖尼斯之子梅利索斯。他曾听从巴门尼德受教,但也曾与赫拉克利特交谈;当时,正如希波克拉底将德谟克利特介绍给阿布德拉人一样,他也将赫拉克利特引荐给不理解他的以弗所人。他也是一位政治家,并在公民中备受敬重;因此,当选海军统帅后,他因其自身的卓越品质而受到进一步的赞扬。 他认为,万有是无限的、不可改变的、不动的、唯一的、自身同一的,并且是充实的;运动并不存在,只是看起来存在而已。此外他还说,关于诸神不应当妄作断言,因为不存在关于他们的知识。 阿波罗多洛斯说,他在第八十四届奥林匹亚节期间处于鼎盛期。

语法注2 条
  1. 9.4.24ὅτε καὶ συνέστησεν αὐτὸν τοῖς Ἐφεσίοις ἀγνοοῦσι

    代词 αὐτόν 指代前文的 Ἡρακλείτῳ。现在分词 ἀγνοοῦσι 作定语修饰 τοῖς Ἐφεσίοις,意为“不理解/不赏识(赫拉克利特)的以弗所人”。紧接着由 καθάπερ 引导的类比(希波克拉底向阿布德拉人引荐并维护被误解为疯癫的德谟克利特)证实了梅利索斯是为主格主语,将赫拉克利特引荐给以弗所人。

  2. 9.4.24μὴ γὰρ εἶναι γνῶσιν αὐτῶν

    在由 γάρ 引导的原因从句中,间接引语受主动词 ἔλεγε 的支配得以延续,使用不定式 εἶναι。属格 αὐτῶν 作名词 γνῶσιν 的宾格性属格,意为“关于诸神的知识”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.4.24