- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.3.21-9.3.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-29
本段记述了埃利亚的巴门尼德的师承关系(听从色诺芬尼及与毕达哥拉斯学派阿梅尼亚斯的从游)、其自然学说与认识论(大地为球形、火与土两元素说、真理之路与意见之路、理性裁判说)以及其生平与著述的相关轶闻。
Ξενοφάνους δὲ διήκουσε Παρμενίδης Πύρητος Ἐλεάτης (τοῦτον Θεόφραστος ἐν τῇ Ἐπιτομῇ Ἀναξιμάνδρου φησὶν ἀκοῦσαι). ὅμως δʼ οὖν ἀκούσας καὶ Ξενοφάνους οὐκ ἠκολούθησεν αὐτῷ. ἐκοινώνησε δὲ καὶ Ἀμεινίᾳ Διοχαίτα τῷ Πυθαγορικῷ, ὡς ἔφη Σωτίων, ἀνδρὶ πένητι μέν, καλῷ δὲ καὶ ἀγαθῷ. ᾧ καὶ μᾶλλον ἠκολούθησε καὶ ἀποθανόντος ἡρῷον ἱδρύσατο γένους τε ὑπάρχων λαμπροῦ καὶ πλούτου1, καὶ ὑπʼ Ἀμεινίου ἀλλʼ οὐχ ὑπὸ Ξενοφάνους εἰς ἡσυχίαν προετράπη. Πρῶτος δʼ οὗτος τὴν γῆν ἀπέφαινε σφαιροειδῆ καὶ ἐν μέσῳ κεῖσθαι. δύο τε εἶναι στοιχεῖα, πῦρ καὶ γῆν, καὶ τὸ μὲν δημιουργοῦ τάξιν ἔχειν, τὴν δʼ ὕλης.
埃利亚的巴门尼德,是皮瑞斯之子,曾听从色诺芬尼受教(泰奥弗拉斯托斯在《节本》中称他听从的是阿那克西曼德)。然而,尽管他确实听从了色诺芬尼,却没有追随他。如索提翁所言,他还与毕达哥拉斯学派的狄奥凯塔斯之子阿梅尼亚斯交往,后者虽然贫穷,却是一位高贵良善之人。巴门尼德更愿意追随阿梅尼亚斯;在阿梅尼亚斯去世后,巴门尼德虽出身显贵且资财富有,仍为他建立了一座英雄祠,并且正是由于阿梅尼亚斯而非色诺芬尼,他才被引向了沉思静修的生活。 他是第一个断言大地是球形且居于中央的人。他还主张元素有两个,即火与土,前者居于造物者的位阶,后者居于质料的位阶。
γένεσίν τʼ ἀνθρώπων ἐξ ἡλίου πρῶτον γενέσθαι· αὐτὸν δὲ ὑπερέχειν τὸ θερμὸν καὶ τὸ ψυχρόν2, ἐξ ὧν τὰ πάντα συνεστάναι. καὶ τὴν ψυχὴν καὶ τὸν νοῦν ταὐτὸν εἶναι, καθὰ μέμνηται καὶ Θεόφραστος ἐν τοῖς Φυσικοῖς, πάντων σχεδὸν ἐκτιθέμενος τὰ δόγματα. δισσήν τε ἔφη τὴν φιλοσοφίαν, τὴν μὲν κατʼ ἀλήθειαν, τὴν δὲ κατὰ δόξαν. διὸ καί φησί που· "χρεὼ δέ σε πάντα πυθέσθαι ἠμὲν Ἀληθείης εὐκυκλέος ἀτρεμὲς ἦτορ, ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής." Καὶ αὐτὸς δὲ διὰ ποιημάτων φιλοσοφεῖ, καθάπερ Ἡσίοδός τε καὶ Ξενοφάνης καὶ Ἐμπεδοκλῆς. κριτήριον δὲ τὸν λόγον εἶπε· τάς τε αἰσθήσεις μὴ ἀκριβεῖς ὑπάρχειν. φησὶ γοῦν· "μηδέ σʼ ἔθος πολύπειρον ὁδὸν κατὰ τήνδε βιάσθω νωμᾶν ἄσκοπον ὄμμα καὶ ἠχήεσσαν ἀκουὴν καὶ γλῶσσαν, κρῖναι δὲ λόγῳ πολύδηριν ἔλεγχον3."
他还主张人类最初是由太阳生成的;太阳本身在热与冷上占有优势,而万物正是由热与冷组成的。正如泰奥弗拉斯托斯在《物理学学说》中阐述几乎所有学者的教义时所提及的那样,巴门尼德认为灵魂与心灵是同一的。他还主张哲学是双重的,一种依循真理,另一种依循意见。因此他在某处说道: “你当探究一切事物, 既探究圆满真理的坚定之心, 亦探究凡人的意见,其中并无真实的信念。” 他自己也是通过诗歌来从事哲学的,正如赫西俄德、色诺芬尼与恩培多克勒一样。他宣称理性是评判标准,并指出感官是不精确的。他至少说道: “切勿让积聚经验的习惯强迫你沿这条道路而行, 去转动无目的的眼睛与喧闹的耳朵 以及舌头;而要用理性来评判争讼纷纭的反驳。”
διὸ καὶ περὶ αὐτοῦ φησιν ὁ Τίμων· "Παρμενίδου τε βίην μεγαλόφρονος οὐ πολύδοξον, ὅς ῥʼ ἀπὸ φαντασίας ἀπάτης ἀνενείκατο νώσεις." εἰς τοῦτον καὶ Πλάτων τὸν διάλογον γέγραφε, Παρμενίδην ἐπιγράψας ἢ Περὶ ἰδεῶν. Ἤκμαζε δὲ κατὰ τὴν ἐνάτην καὶ ἑξηκοστὴν Ὀλυμπιάδα. καὶ δοκεῖ πρῶτος πεφωρακέναι τὸν αὐτὸν εἶναι Ἕσπερον καὶ Φωσφόρον, ὥς φησι Φαβωρῖνος ἐν πέμπτῳ Ἀπομνημονευμάτων· οἱ δὲ Πυθαγόραν· Καλλίμαχος δέ φησι μὴ εἶναι αὐτοῦ τὸ ποίημα. λέγεται δὲ καὶ νόμους θεῖναι τοῖς πολίταις, ὥς φησι Σπεύσιππος ἐν τῷ Περὶ φιλοσόφων. καὶ πρῶτος ἐρωτῆσαι τὸν Ἀχιλλέα λόγον, ὡς Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ. Γέγονε δὲ καὶ ἕτερος Παρμενίδης, ῥήτωρ τεχνογράφος.
因此梯蒙亦就他评论道: “以及心怀崇高、不耽虚妄的巴门尼德之力量, 他从幻象的欺瞒中挽回了思虑。” 柏拉图亦以此人为题撰写了对话录,题名为《巴门尼德》或《论理念》。 他在第六十九届奥林匹亚节期间处于鼎盛期。如法沃里努斯在《回忆录》第五卷中所言,他似乎是第一个查明黄昏之星与破晓之星为同一星体的人(另有人归功于毕达哥拉斯,但卡利马科斯声称那首诗并非巴门尼德之作)。正如斯珀西波斯在《论哲学家》中所言,据说他还曾为公民制定法律;又如法沃里努斯在《杂史》中所言,他是第一个提出阿喀琉斯论证的人。 还有另一位巴门尼德,是一位撰写修辞学技艺指南的修辞学家。
- 9.3.21γένους τε ὑπάρχων λαμπροῦ καὶ πλούτου
γένους λαμπροῦ 与 πλούτου 是动词 ὑπάρχων 的属格表语(表示出身与属性),在此分词短语中带有让步语气,意为“尽管出身显赫且家资丰渥”。
- 9.3.22αὐτὸν δὲ ὑπερέχειν τὸ θερμὸν καὶ τὸ ψυχρόν
此句为间接引语中的“宾格加不定式”结构。αὐτόν 在语义上指代前文的 ἥλιος(太阳),作不定式的主语;τὸ θερμὸν καὶ τὸ ψυχρόν 则作关系/限制宾格,修饰不及物动词 ὑπερέχειν(“在热与冷方面占优势”)。
- 9.3.22κρῖναι δὲ λόγῳ πολύδηριν ἔλεγχον
引诗(B7.5)末尾的不定式 κρῖναι 与前述否定祈使句(μηδέ ... βιάσθω)相对,在诗意上充当祈使命令(不定式代替命令式),意为“而要用理性来评判争讼纷纭的反驳”。
