- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.12.113-9.12.116
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-30
本节记叙了蒂蒙敏锐机智的性格、散漫草率的手稿保管习惯及其与阿尔克西劳等人的轶事,随后列举了自蒂蒙直至塞克斯图斯·恩丕里柯的皮浪主义怀疑派师承谱系。
Ἦν δὲ καὶ ὀξὺς νοῆσαι καὶ διαμυκτηρίσαι· φιλογράμματός τε καὶ τοῖς ποιηταῖς μύθους γράψαι ἱκανὸς καὶ δράματα συνδιατιθέναι. μετεδίδου δὲ τῶν τραγῳδιῶν Ἀλεξάνδρῳ καὶ Ὁμήρῳ. θορυβούμενός θʼ ὑπὸ τῶν θεραπαινῶν καὶ κυνῶν ἐποίει μηδέν, σπουδάζων περὶ τὸ ἠρεμάζειν. φασὶ δὲ καὶ Ἄρατον πυθέσθαι αὐτοῦ πῶς τὴν Ὁμήρου ποίησιν ἀσφαλῆ κτήσαιτο, τὸν δὲ εἰπεῖν, εἰ τοῖς ἀρχαίοις ἀντιγράφοις ἐντυγχάνοι καὶ μὴ τοῖς ἤδη διωρθωμένοις1. εἰκῆ τε αὐτῷ ἔκειτο τὰ ποιήματα, ἐνίοτε ἡμίβρωτα·
他领悟敏锐,且善于讽刺讥笑;他嗜好文辞,有能力为诗人们撰写情节构思,并合作编排戏剧。他还把自己的悲剧作品分赠给亚历山大和荷马。当受到侍女和狗的嘈杂打扰时,他便什么也不做,一心致力于保持清静。据说阿拉托斯曾向他打听,如何才能获得准确无误的荷马史诗文本,他回答说: “如果你查阅古代的抄本,而不是那些已经被校订过的抄本。” 他的诗篇在身边胡乱堆放,有时甚至被咬噬了一半;
ὥστε καὶ Ζωπύρῳ τῷ ῥήτορι ἀναγινώσκοντά τι ἐπιτυλίττειν καὶ κατὰ τὸ ἐπελθὸν διεξιέναι· ἐλθόντα τʼ ἐφʼ ἡμισείας, οὕτως εὑρεῖν τὸ ἀπόσπασμα τέως ἀγνοοῦντα2. τοσοῦτον ἦν ἀδιάφορος. ἀλλὰ καὶ εὔρους· ὡς μηδʼ ἀριστᾶν συγχωρεῖν. φασὶ δʼ αὐτὸν Ἀρκεσίλαον θεασάμενον διὰ τῶν Κερκώπων ἰόντα, εἰπεῖν, τί σὺ δεῦρο, ἔνθαπερ ἡμεῖς οἱ ἐλεύθεροι; συνεχές τε ἐπιλέγειν εἰώθει πρὸς τοὺς τὰς αἰσθήσεις μετʼ ἐπιμαρτυροῦντος τοῦ νοῦ ἐγκρίνοντας, "συνῆλθεν Ἀτταγᾶς τε καὶ Νουμήνιος." εἰώθει δὲ καὶ παίζειν τοιαῦτα. πρὸς οὖν τὸν θαυμάζοντα πάντα ἔφη, τί δʼ οὐ θαυμάζεις ὅτι τρεῖς ὄντες τέτταρας ἔχομεν ὀφθαλμούς; ἦν δʼ αὐτός τε ἑτερόφθαλμος καὶ ὁ Διοσκουρίδης μαθητὴς αὐτοῦ, καὶ ὁ πρὸς ὃν ἔλεγεν ὑγιής.
以至于在给修辞学家佐皮鲁斯朗读某篇作品时,他把卷轴卷起,凭着脑中闪现的念头随口叙述下去;等读到一半时,他才找到了那个段落,此前他对此竟全无察觉。他是如此随遇而安、漫不经心。然而他也健谈善辩,甚至不容对方吃早饭。据说当他看到阿尔克西劳走过刻尔科佩斯街区时,说道: “你到这儿来做什么,这儿可是我们自由人待的地方?” 面对那些赞同由理智加以证实的感官感觉的人,他经常引用一句俗话补充道: “斑鹧鸪与杓鹬碰到了一块儿。” 他还习惯开这类的玩笑。他对一个凡事都称奇的人说道: “我们一共三个人,却有四只眼睛,你为什么不对此感到惊奇呢?” 原来他自己与他的门徒狄奥斯库里德都是独眼,而他与之交谈的那个人则是双目健全的。
ἐρωτηθεὶς δέ ποθʼ ὑπὸ τοῦ Ἀρκεσιλάου διὰ τί παρείη ἐκ Θηβῶν, ἔφη, ἵνʼ ὑμᾶς ἀναπεπταμένους ὁρῶν γελῶ3. ὅμως δὲ καθαπτόμενος Ἀρκεσιλάου ἐν τοῖς σίλλοις ἐπῄνεκεν αὐτὸν ἐν τῷ ἐπιγραφομένῳ Ἀρκεσιλάου περιδείπνῳ. Τούτου διάδοχος, ὡς μὲν Μηνόδοτός φησι, γέγονεν οὐδείς, ἀλλὰ διέλιπεν ἡ ἀγωγὴ ἕως αὐτὴν Πτολεμαῖος ὁ Κυρηναῖος ἀνεκτήσατο. ὡς δʼ Ἱππόβοτός φησι καὶ Σωτίων, διήκουσαν αὐτοῦ Διοσκουρίδης Κύπριος καὶ Νικόλοχος Ῥόδιος καὶ Εὐφράνωρ Σελευκεὺς Πραΰλους τʼ ἀπὸ Τρωάδος, ὃς οὕτω καρτερικὸς ἐγένετο, καθά φησι Φύλαρχος ἱστορῶν, ὥστʼ ἀδίκως ὑπομεῖναι ὡς ἐπὶ προδοσίᾳ κολασθῆναι, μηδὲ λόγου τοὺς πολίτας καταξιώσας.
有一次阿尔克西劳问他为什么从底比斯来到这里,他回答说: “为了看着你们无拘无束、摊开展露的样子而发笑。” 尽管他在《讽刺诗》中抨击阿尔克西劳,却在题名为《阿尔克西劳的追悼宴》的著作中称赞了他。 按照梅诺多托斯的说法,他没有任何继承人,这一学派传统便告中断,直到昔兰尼的托勒密恢复了它。但正如希波博托斯与索提翁所说,塞浦路斯的狄奥斯库里德、罗得岛的尼科洛科斯、塞琉西亚的欧夫拉诺尔以及来自特罗阿斯的普劳鲁斯曾师从于他;正如历史学家菲拉尔科斯所述,这位普劳鲁斯极其坚韧不拔,以至于甘愿因莫须有的叛国罪名遭受不公正的刑罚,甚至认为那些公民根本不配得到他片语只字的申辩。
Εὐφράνορος δὲ διήκουσεν Εὔβουλος Ἀλεξανδρεύς, οὗ Πτολεμαῖος, οὗ Σαρπηδὼν καὶ Ἡρακλείδης, Ἡρακλείδου δʼ Αἰνεσίδημος Κνώσιος, ὃς καὶ Πυρρωνείων λόγων ὀκτὼ συνέγραψε βιβλία· οὗ Ζεύξιππος ὁ πολίτης, οὗ Ζεῦξις ὁ Γωνιόπους, οὗ Ἀντίοχος Λαοδικεὺς ἀπὸ Λύκου· τούτου δὲ Μηνόδοτος ὁ Νικομηδεύς, ἰατρὸς ἐμπειρικός, καὶ Θειωδᾶς Λαοδικεύς· Μηνοδότου δὲ Ἡρόδοτος Ἀριέως Ταρσεύς· Ἡροδότου δὲ διήκουσε Σέξτος ὁ ἐμπειρικός, οὗ καὶ τὰ δέκα τῶν Σκεπτικῶν καὶ ἄλλα κάλλιστα· Σέξτου δὲ διήκουσε Σατορνῖνος ὁ Κυθηνᾶς, ἐμπειρικὸς καὶ αὐτός.
欧夫拉诺尔的门徒是亚历山大里亚的欧布鲁斯;欧布鲁斯的门徒是托勒密;托勒密的门徒是萨耳珀冬和赫拉克利德;赫拉克利德的门徒是克诺索斯的海奈西德穆,海奈西德穆还撰写了八卷《皮浪主义论说》;海奈西德穆的门徒是同乡宙克西普斯;宙克西普斯的门徒是“弯脚”宙克西斯;宙克西斯的门徒是吕库斯河畔拉奥迪基亚的安条克;安条克的门徒是尼科美底亚的梅诺多托斯(一位经验派医生)和拉奥迪基亚的塞奥达斯;梅诺多托斯的门徒是塔尔苏斯人阿里埃乌斯之子赫罗多托斯;赫罗多托斯的门徒是经验派的塞克斯图斯,塞克斯图斯著有十卷《怀疑派论集》及其它诸多极为优秀的著作;塞克斯图斯的门徒是库特纳斯的萨图尔尼努斯,他本人也是一位经验派医生。
- 9.12.113εἰ τοῖς ἀρχαίοις ἀντιγράφοις ἐντυγχάνοι καὶ μὴ τοῖς ἤδη διωρθωμένοις
间接引语中的条件从句(仅保留祈愿语气从句,省略主句)。该句回应前文阿拉托斯的提问“πῶς ... κτήσαιτο”(如何能够获得……),其归结句(“就能获得”)根据上文语境省略。此处的祈愿语气(ἐντυγχάνοι)是因主述动词为过去时而发生转化的斜格祈愿语气(oblique optative)。
- 9.12.114ὥστε καὶ Ζωπύρῳ τῷ ῥήτορι ἀναγινώσκοντά τι ἐπιτυλίττειν καὶ κατὰ τὸ ἐπελθὸν διεξιέναι· ἐλθόντα τʼ ἐφʼ ἡμισείας, οὕτως εὑρεῖν τὸ ἀπόσπασμα τέως ἀγνοοῦντα
在由 ὥστε 引导的结果从句中,不定式(ἐπιτυλίττειν, διεξιέναι, εὑρεῖν)的逻辑主语(蒂蒙)以宾格形式出现,并带有分词修饰语(ἀναγινώσκοντα, ἐλθόντα, ἀγνοοῦντα)。与格词组 Ζωπύρῳ τῷ ῥήτορι 依附于分词 ἀναγινώσκοντα(“给修辞学家佐皮鲁斯朗读”)。副词 τέως(“在此之前/一直”)修饰分词 ἀγνοοῦντα。
- 9.12.115ἵνʼ ὑμᾶς ἀναπεπταμένους ὁρῶν γελῶ
由 ἵνα 接虚拟语气 γελῶ 构成的目的从句。完成时被动分词 ἀναπεπταμένους(源自 ἀναπετάννυμι,“敞开、展布”)在此处为比喻用法,形容学园派哲学家们“肆意摊开展露、闲散自得”或“自命不凡地张扬”的神态。
