← 第欧根尼·拉尔修

哲人言行录

§10.1.1-10.1.6

伊壁鸠鲁的生平、创立学派与论敌的诽谤

本节叙述了伊壁鸠鲁的身世、在萨摩斯的抚育背景、在雅典与科洛丰之间的辗转历程以及创立学派的经过,提及他的兄弟与追随者,并列举了来自斯多亚派等敌对者对他的诸多攻讦、伪作与毁谤。

← 上一节下一节 →

Ἐπίκουρος Νεοκλέους καὶ Χαιρεστράτης, Ἀθηναῖος, τῶν δήμων Γαργήττιος, γένους τοῦ τῶν Φιλαϊδῶν, ὥς φησι Μητρόδωρος ἐν τῷ Περὶ εὐγενείας. τοῦτόν φασιν ἄλλοι τε καὶ Ἡρακλείδης ἐν τῇ Σωτίωνος ἐπιτομῇ κληρουχησάντων Ἀθηναίων τὴν Σάμον1 ἐκεῖθι τραφῆναι· ὀκτωκαιδεκέτη δʼ ἐλθεῖν εἰς Ἀθήνας, Ξενοκράτους μὲν ἐν Ἀκαδημείᾳ, Ἀριστοτέλους δʼ ἐν Χαλκίδι διατρίβοντος. τελευτήσαντος δὲ Ἀλεξάνδρου τοῦ Μακεδόνος καὶ τῶν Ἀθηναίων ἐκπεσόντων ὑπὸ Περδίκκου μετελθεῖν εἰς Κολοφῶνα πρὸς τὸν πατέρα·

伊壁鸠鲁是尼奥克勒斯与海勒斯特拉忒之子,雅典人,属于加尔格托斯区,斐莱代宗族,正如梅特罗多洛在《论高贵出身》中所述。包括赫拉克利德在索提翁的《节录》中的记述在内,其他作者也说,当雅典人将萨摩斯岛分配为殖民地时,他是在那里被抚养长大的。十八岁时他来到雅典,当时克塞诺克拉底在学园任教,而亚里士多德在哈尔基斯。但马其顿的亚历山大去世后,雅典人被佩尔狄卡斯驱逐,于是他迁往科洛丰投奔父亲。

χρόνον δέ τινα διατρίψαντα αὐτόθι καὶ μαθητὰς ἀθροίσαντα πάλιν ἐπανελθεῖν εἰς Ἀθήνας ἐπὶ Ἀναξικράτους2· καὶ μέχρι μέν τινος κατʼ ἐπιμιξίαν τοῖς ἄλλοις φιλοσοφεῖν, ἔπειτα ἰδίᾳ ἀπο- 〈φαίνεσθαι〉 τὴν ἀπʼ αὐτοῦ κληθεῖσαν αἵρεσιν συστήσαντα. ἐφάψασθαι δὲ φιλοσοφίας αὐτός φησιν ἔτη γεγονὼς τετταρεσκαίδεκα. Ἀπολλόδωρος δʼ ὁ Ἐπικούρειος ἐν τῷ πρώτῳ περὶ τοῦ Ἐπικούρου βίου φησὶν ἐλθεῖν αὐτὸν ἐπὶ φιλοσοφίαν καταγνόντα τῶν γραμματιστῶν, ἐπειδὴ μὴ ἐδυνήθησαν ἑρμηνεῦσαι αὐτῷ τὰ περὶ τοῦ παρʼ Ἡσιόδῳ χάους. φησὶ δʼ Ἕρμιππος γραμματοδιδάσκαλον αὐτὸν γεγενῆσθαι, ἔπειτα μέντοι περιτυχόντα τοῖς Δημοκρίτου βιβλίοις ἐπὶ φιλοσοφίαν ᾆξαι·

他在那里逗留了一段时间并招聚了门徒,随后在阿那克西克拉特斯任执政官时再次返回雅典。起初的一段时间里,他与其他哲学家交往切磋,后来建立起以他的名字命名的学派,开始独立宣讲学说。他自己说十四岁时便涉足哲学。但伊壁鸠鲁学派的阿波罗多洛在《伊壁鸠鲁传》第一卷中说,他之所以转向哲学,是因为初等字学教师们无法向他解释赫西俄德所说的卡俄斯,他因而鄙视他们。赫尔米波斯则说,他曾是一名小学字师,但后来偶遇德谟克利特的著作,便狂热地投身于哲学。

διὸ καὶ τὸν Τίμωνα φάσκειν περὶ αὐτοῦ· "ὕστατος αὖ φυσικῶν καὶ κύντατος, ἐκ Σάμου ἐλθὼν γραμμαδιδασκαλίδης, ἀναγωγότατος ζωόντων." Συνεφιλοσόφουν δʼ αὐτῷ προτρεψαμένῳ καὶ οἱ ἀδελφοὶ τρεῖς ὄντες, Νεοκλῆς Χαιρέδημος Ἀριστόβουλος, καθά φησι Φιλόδημος ὁ Ἐπικούρειος ἐν τῷ δεκάτῳ τῆς τῶν φιλοσόφων συντάξεως· ἀλλὰ καὶ δοῦλος Μῦς ὄνομα, καθά φησι Μυρωνιανὸς ἐν Ὁμοίοις ἱστορικοῖς κεφαλαίοις. Διότιμος δʼ ὁ Στωικὸς δυσμενῶς ἔχων πρὸς αὐτὸν πικρότατα αὐτὸν διαβέβληκεν, ἐπιστολὰς φέρων πεντήκοντα ἀσελγεῖς ὡς Ἐπικούρου· καὶ ὁ τὰ εἰς Χρύσιππον ἀναφερόμενα ἐπιστόλια ὡς Ἐπικούρου συντάξας.

因此蒂蒙也谈到他说:“又是最后一位且最不知廉耻的自然哲学家,来自萨摩斯的卑微字师的劣子,活人中最缺乏教养之徒。”经他劝勉,他的三个兄弟——尼奥克勒斯、海勒德摩斯和阿里斯托布洛斯——也与他一同研习哲学,正如伊壁鸠鲁学派的菲洛德摩在《哲学家的编年史》第十卷中所述;甚至还有一个名叫米斯的奴隶也是如此,正如米罗尼亚诺在《历史平行要略》中所述。然而斯多亚派的狄奥提摩对他怀有敌意,拿出五十封托名伊壁鸠鲁的淫秽书信对他进行了极尽恶毒的诽谤;伪造托名克律西波的书信如同伊壁鸠鲁所写的那个人亦是如此。

ἀλλὰ καὶ οἱ περὶ Ποσειδώνιον τὸν στωικὸν καὶ Νικόλαος καὶ Σωτίων ἐν τῷ δωδεκάτῳ τῶν ἐπιγραφομένων Διοκλείων ἐλέγχων, ἅ ἐστι δʼ πρὸς τοῖς κʼ, καὶ Διονύσιος ὁ Ἁλικαρνασσεύς. καὶ γὰρ σὺν τῇ μητρὶ περιιόντα αὐτὸν ἐς τὰ οἰκίδια καθαρμοὺς ἀναγινώσκειν3, καὶ σὺν τῷ πατρὶ γράμματα διδάσκειν λυπροῦ τινος μισθαρίου. ἀλλὰ καὶ τῶν ἀδελφῶν ἕνα προαγωγεύειν, Λεοντίῳ καὶ συνεῖναι τῇ ἑταίρᾳ. τὰ δὲ Δημοκρίτου περὶ τῶν ἀτόμων καὶ Ἀριστίππου περὶ τῆς ἡδονῆς ὡς ἴδια λέγειν〈·〉 μὴ εἶναί τε γνησίως ἀστόν, ὡς Τιμοκράτης φησὶ καὶ Ἡρόδοτος ἐν τῷ Περὶ Ἐπικούρου ἐφηβείας. Μιθρῆν τε αἰσχρῶς κολακεύειν τὸν Λυσιμάχου διοικητήν, ἐν ταῖς ἐπιστολαῖς Παιᾶνα καὶ ἄνακτα καλοῦντα·

此外,斯多亚派的波塞多尼奥斯一系、尼古拉乌斯,以及索提翁在题为《狄奥克勒斯驳论》(共二十四卷)的第十二卷中,还有哈利卡尔那索斯的狄奥尼修斯也都对他加以诋毁。因为他们说,他曾与母亲走家串户念诵除祟经文,又与父亲为了微薄的报酬教授识字。不仅如此,他们还说他曾为兄弟之一拉皮条,并与名妓莱昂提翁同居;说他把德谟克利特关于原子的学说和阿里斯提波关于快乐的学说窃据为己有;说他并非真正的合法公民,正如蒂莫克拉特斯以及赫罗多托在《论伊壁鸠鲁的青年期》中所言;并且说他卑鄙地逢迎利西马科斯的司库官米特雷斯,在书信中称他为“佩安”和“君王”。

ἀλλὰ καὶ Ἰδομενέα καὶ Ἡρόδοτον καὶ Τιμοκράτην τοὺς ἔκπυστα αὐτοῦ τὰ κρύφια ποιήσαντας ἐγκωμιάζειν καὶ κολακεύειν αὐτὸ τοῦτο. ἔν τε ταῖς ἐπιστολαῖς πρὸς μὲν Λεόντιον Παιὰν ἄναξ, φίλον Λεοντάριον, οἵου κροτοθορύβου ἡμᾶς ἐνέπλησας ἀναγνόντας σου τὸ ἐπιστόλιον· πρὸς δὲ Θεμίσταν τὴν Λεοντέως γυναῖκα Οἷός τε φησίν εἰμί, ἐὰν μὴ ὑμεῖς πρός με ἀφίκησθε, αὐτὸς τρικύλιστος, ὅπου ἂν ὑμεῖς καὶ Θεμίστα παρακαλῆτε, ὠθεῖσθαι. πρὸς δὲ Πυθοκλέα ὡραῖον ὄντα Καθεδοῦμαι φησὶ προσδοκῶν τὴν ἱμερτὴν καὶ ἰσόθεόν σου εἴσοδον. καὶ πάλιν πρὸς Θεμίσταν γράφων νομίζειν αὐτῇ παραινεῖν, καθά φησι Θεόδωρος ἐν τῷ τετάρτῳ τῶν Πρὸς Ἐπίκουρον.

他们还说,他甚至对于揭露其秘密的伊多墨纽斯、赫罗多托和蒂莫克拉特斯,恰恰因其行径而加以颂扬和阿谀。在书信中,他对莱昂提翁写道:“君王佩安,亲爱的小莱昂提翁,读到你的书简,你使我们充溢了何等欢腾的鼓舞!”对莱昂提乌斯的妻子忒弥斯塔则说:“若是你们不来见我,我甘愿三度翻滚着,不管你们和忒弥斯塔在何处召唤,都直奔而去。”对正值妙龄的皮托克勒斯说:“我将坐等恭候你那令人向往而如神明般的降临。”在再次致信忒弥斯塔时,他也一直在逢迎劝诱她,正如狄奥多洛在《反驳伊壁鸠鲁》第四卷中所言。

καὶ ἄλλαις δὲ πολλαῖς ἑταίραις γράφειν, καὶ μάλιστα Λεοντίῳ, ἧς καὶ Μητρόδωρον ἐρασθῆναι. ἔν τε τῷ Περὶ τέλους γράφειν οὕτως· Οὐ γὰρ ἔγωγε ἔχω τί νοήσω τἀγαθόν4, ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς διʼ ἀφροδισίων καὶ τὰς διʼ ἀκροαμάτων καὶ τὰς διὰ μορφῆς. ἔν τε τῇ πρὸς Πυθοκλέα ἐπιστολῇ γράφειν Παιδείαν δὲ πᾶσαν, μακάριε, φεῦγε τἀκάτιον ἀράμενος. Ἐπίκτητός τε κιναιδολόγον αὐτὸν καλεῖ καὶ τὰ μάλιστα λοιδορεῖ. Καὶ μὴν καὶ Τιμοκράτης ἐν τοῖς ἐπιγραφομένοις Εὐφραντοῖς ὁ Μητροδώρου μὲν ἀδελφός, μαθητὴς δὲ αὐτοῦ τῆς σχολῆς ἐκφοιτήσας φησὶ δὶς αὐτὸν τῆς ἡμέρας ἐμεῖν ἀπὸ τρυφῆς, ἑαυτόν τε διηγεῖται μόγις ἐκφυγεῖν ἰσχῦσαι τὰς νυκτερινὰς ἐκείνας φιλοσοφίας καὶ τὴν μυστικὴν ἐκείνην συνδιαγωγήν.

他们还说他曾写信给许多其他名妓,尤其是梅特罗多洛也爱恋的莱昂提翁。在《论目的》中,他这样写道:“因为我委实不知道,若去除了味觉的快乐,去除了性爱的快乐,去除了听觉的快乐以及视觉形态带来的快乐,我还能把什么理解为善。”在致皮托克勒斯的信中他写道:“幸福的人啊,扬起你小舟之帆,逃离一切世俗教育吧。”爱比克泰德也称他为淫秽之徒,予以极尽辱骂。更有甚者,梅特罗多洛的兄弟蒂莫克拉特斯——他曾是其门徒但后来脱离了该学派——在题为《享乐者》的著作中说,伊壁鸠鲁因骄奢放纵每天呕吐两次,并叙述自己好不容易才得以逃脱那些夜间的哲学聚会和那种秘仪般的交往。

语法注4 条
  1. 10.1.1κληρουχησάντων Ἀθηναίων τὴν Σάμον

    属格独立结构。动词 κληρουχέω 在此带宾语 τὴν Σάμον,意为“当雅典人将萨摩斯岛分配占领为殖民地时”。

  2. 10.1.2ἐπὶ Ἀναξικράτους

    前置词 ἐπί 支配属格表示时间的固定公式,用于雅典执政官纪年:“在阿那克西克拉特斯担任执政官时期”。

  3. 10.1.4καὶ γὰρ σὺν τῇ μητρὶ περιιόντα αὐτὸν ἐς τὰ οἰκίδια καθαρμοὺς ἀναγινώσκειν

    带不定式的间接引语结构(宾格加不定式),承接前文提及的攻讦者(οἱ περὶ Ποσειδώνιον 等),省略了主述动词(如 λέγουσι)。从 §10.1.4 至 §10.1.6 前半部分,一系列不定式(ἀναγινώσκειν, διδάσκειν, προαγωγεύειν, συνεῖναι, λέγειν, κολακεύειν 等)均受此间接叙述统摄。

  4. 10.1.6Οὐ γὰρ ἔγωγε ἔχω τί νοήσω τἀγαθόν

    ἔχω +疑问词+深思熟虑虚拟式(deliberative subjunctive)的惯用句型:τί νοήσω(“我能/该把什么构想为……”)。τἀγαθόν 是 τὸ ἀγαθόν 的缩合式(crasis)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.1-10.1.6