← 第欧根尼·拉尔修

哲人言行录

§9.12.109-9.12.112

蒂蒙的生平著作与逸事

本节记述了皮浪主义哲学家蒂蒙的出身、游历求学、多产的创作(尤其是三卷本讽刺诗《西利》),以及关于其晚年性格与言行的逸事。

← 上一节下一节 →

Ἀπολλωνίδης ὁ Νικαεὺς ὁ παρʼ ἡμῶν ἐν τῷ πρώτῳ τῶν Εἰς τοὺς Σίλλους ὑπομνήματι, ἃ προσφωνεῖ Τιβερίῳ Καίσαρι, φησὶ τὸν Τίμωνα εἶναι πατρὸς μὲν Τιμάρχου, Φλιάσιον δὲ τὸ γένος· νέον δὲ καταλειφθέντα χορεύειν, ἔπειτα καταγνόντα1 ἀποδημῆσαι εἰς Μέγαρα πρὸς Στίλπωνα· κἀκείνῳ συνδιατρίψαντα αὖθις ἐπανελθεῖν οἴκαδε καὶ γῆμαι. εἶτα πρὸς Πύρρωνα εἰς Ἦλιν ἀποδημῆσαι μετὰ τῆς γυναικὸς κἀκεῖ διατρίβειν ἕως αὐτῷ παῖδες ἐγένοντο, ὧν τὸν μὲν πρεσβύτερον Ξάνθον ἐκάλεσε καὶ ἰατρικὴν ἐδίδαξε καὶ διάδοχον τοῦ βίου κατέλιπε.

我们的同乡尼西亚的阿波罗尼德在题献给提比略·凯撒的《讽刺诗注》第一卷中说,蒂蒙的父亲是蒂马尔科斯,按出身是弗利乌斯人;他在年幼时成为孤儿,曾做过舞者,但后来鄙弃了这一行当,便远赴墨加拉投奔斯提尔彭;在与他共同研习之后,再次返回故乡并娶妻。随后他偕妻子前往伊利斯的皮浪处,并在那里居留,直到生育了子女;其中年长的一个儿子他取名为克桑托斯,传授他医术,并留下作为自己职业的继承人。

ὁ δʼ ἐλλόγιμος ἦν, ὡς καὶ Σωτίων ἐν τῷ ἑνδεκάτῳ φησίν. ἀπορῶν μέντοι τροφῶν ἀπῆρεν εἰς τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα· ἐν Χαλκηδόνι τε σοφιστεύων ἐπὶ πλέον ἀποδοχῆς ἠξιώθη· ἐντεῦθέν τε πορισάμενος ἀπῆρεν εἰς Ἀθήνας, κἀκεῖ διέτριβε μέχρι καὶ τελευτῆς, ὀλίγον χρόνον εἰς Θήβας διαδραμών. ἐγνώσθη δὲ καὶ Ἀντιγόνῳ τῷ βασιλεῖ καὶ Πτολεμαίῳ τῷ Φιλαδέλφῳ, ὡς αὐτὸς ἐν τοῖς ἰάμβοις αὑτῷ μαρτυρεῖ. Ἦν δέ, φησὶν ὁ Ἀντίγονος, καὶ φιλοπότης καὶ ἀπὸ τῶν φιλοσόφων εἰ σχολάζοι2 ποιήματα συνέγραφε καὶ ἔπη καὶ τραγῳδίας καὶ σατύρους καὶ δράματα κωμικὰ τριάκοντα, τὰ δὲ τραγικὰ ἑξήκοντα, σίλλους τε καὶ κιναίδους.

这个儿子也是位著名人物,正如索提翁在第十一卷中所说。然而蒂蒙因缺乏生计资财,前往赫勒斯滂与普罗庞提斯;在迦克墩靠教授修辞与辩论,受到了更高的礼遇与推崇;自此筹措到资财后,他前往雅典,除了曾短途走访底比斯片刻,一直居留雅典直至去世。他也为安提柯国王与托勒密·费拉德尔甫斯所知晓,这一点他自己在讽刺短诗中也作了见证。 安提柯说,他还嗜酒,并且一旦从哲学家们的交往中脱身闲暇,便创作诗篇:史诗、悲剧、萨梯剧,以及三十部喜剧剧本、六十部悲剧剧本,还有讽刺诗与猥亵调侃诗。

φέρεται δʼ αὐτοῦ καὶ καταλογάδην βιβλία εἰς ἐπῶν τείνοντα μυριάδας δύο3, ὧν καὶ Ἀντίγονος ὁ Καρύστιος μέμνηται, ἀναγεγραφὼς αὐτοῦ καὶ αὐτὸς τὸν βίον. τῶν δὲ σίλλων τρία ἐστίν, ἐν οἷς ὡς ἂν σκεπτικὸς ὢν πάντας λοιδορεῖ καὶ σιλλαίνει τοὺς δογματικοὺς ἐν παρῳδίας εἴδει. ὧν τὸ μὲν πρῶτον αὐτοδιήγητον ἔχει τὴν ἑρμηνείαν, τὸ δὲ δεύτερον καὶ τρίτον ἐν διαλόγου σχήματι. φαίνεται γοῦν ἀνακρίνων Ξενοφάνην τὸν Κολοφώνιον περὶ ἑκάστων, ὁ δʼ αὐτῷ διηγούμενός ἐστι· καὶ ἐν μὲν τῷ δευτέρῳ περὶ τῶν ἀρχαιοτέρων, ἐν δὲ τῷ τρίτῳ περὶ τῶν ὑστέρων· ὅθεν δὴ αὐτῷ τινες καὶ Ἐπίλογον ἐπέγραψαν.

世上还流传着他达两万行的散文著作,卡里斯托斯的安提柯也提到了这些著作,安提柯本人也撰写了蒂蒙的传记。《讽刺诗》共有三卷,在其中他以怀疑派的身份,采用戏拟的形式辱骂并嘲讽所有的教条主义者。其中第一卷采用自白叙述的表达方式,而第二卷与第三卷则采用对话形式。显然他在其中向科洛封的克塞诺芬尼盘问各项事情,而后者则向他一一叙述;在第二卷中涉及较早的思想家,在第三卷中则涉及较晚的思想家;因此有人甚至将第三卷题名为《后记》。

τὸ δὲ πρῶτον ταὐτὰ περιέχει πράγματα, πλὴν ὅτι μονοπρόσωπός ἐστιν ἡ ποίησις· ἀρχὴ δὲ αὐτῷ ἥδε, "ἕσπετε νῦν μοι ὅσοι πολυπράγμονές ἐστε σοφισταί." Ἐτελεύτησε δʼ ἐγγὺς ἐτῶν ἐνενήκοντα, ὥς φησιν ὁ Ἀντίγονος καὶ Σωτίων ἐν τῷ ἑνδεκάτῳ. τοῦτον ἐγὼ καὶ ἑτερόφθαλμον ἤκουσα, ἐπεὶ καὶ αὐτὸς αὑτὸν Κύκλωπα ἐκάλει. γέγονε καὶ ἕτερος Τίμων ὁ μισάνθρωπος. Ὁ δʼ οὖν φιλόσοφος καὶ φιλόκηπος ἦν σφόδρα καὶ ἰδιοπράγμων, ὡς καὶ Ἀντίγονός φησι. λόγος γοῦν εἰπεῖν Ἱερώνυμον τὸν περιπατητικὸν ἐπʼ αὐτοῦ, Ὡς παρὰ τοῖς Σκύθαις καὶ οἱ φεύγοντες τοξεύουσι καὶ οἱ διώκοντες, οὕτω τῶν φιλοσόφων οἱ μὲν διώκοντες θηρῶσι τοὺς μαθητάς, οἱ δὲ φεύγοντες, καθάπερ καὶ ὁ Τίμων.

第一卷包含相同的主题内容,只是其诗篇为单人独白形式;其开篇如下: “现在告诉我吧,凡是爱管闲事的智者们。” 他去世时将近年届九十岁,正如安提柯与索提翁在第十一卷中所述。我也听说他是独眼的,因为他自己也自称库克洛普斯。另有一位同名的蒂蒙,即那位厌世者。 无论如何,正如安提柯所说,这位哲学家极其喜爱园林,安分守己。据说漫步学派的希厄罗尼穆曾评论他说: “正如在斯基泰人那里,败逃者与追击者都开弓射箭一样,哲学家中也是有人通过追赶来捕获门徒,有人则通过退避来捕获,正如蒂蒙那样。”

语法注3 条
  1. 9.12.109καταγνόντα

    动词 καταγιγνώσκω 的不定过去时主动分词阳性单数宾格。在此语境下,它隐含以紧挨在前的 χορεύειν(担任舞者)为宾语,解为“鄙弃/看轻此职业”。

  2. 9.12.110ἀπὸ τῶν φιλοσόφων εἰ σχολάζοι

    连词 εἰ 后接祈愿语气 σχολάζοι 构成的反复/泛指条件从句。介词短语 ἀπὸ τῶν φιλοσόφων 表示“脱离哲学家(的交往/辩难)”,表明他每逢从哲学家们的纠缠中闲暇脱身,便投身于作诗。

  3. 9.12.111εἰς ἐπῶν τείνοντα μυριάδας δύο

    用于衡量散文著作(καταλογάδην βιβλία)篇幅的表述。此处的 ἔπος 并非指韵文诗行,而是古代抄本中用作长度计算标准的行数(stichoi),意为“达到两万行之多”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.12.109-9.12.112