← 第欧根尼·拉尔修

哲人言行录

§9.11.103-9.11.108

依从显现的生活准则与中止判断的心神宁静

针对教条主义者指责其废除实际生活的批评,怀疑派反驳称他们承认受动显现与日常习俗作为生活准则,仅对非显明的教条主张中止判断,并将中止判断及随之而来的心神宁静确立为终极目的。

← 上一节下一节 →

πρὸς οὓς ἀποκρίνονται, Περὶ μὲν ὧν ὡς ἄνθρωποι πάσχομεν, ὁμολογοῦμεν· καὶ γὰρ ὅτι ἡμέρα ἐστὶ καὶ ὅτι ζῶμεν καὶ ἄλλα πολλὰ τῶν ἐν τῷ βίῳ φαινομένων διαγινώσκομεν· περὶ δʼ ὧν οἱ δογματικοὶ διαβεβαιοῦνται τῷ λόγῳ, φάμενοι κατειλῆφθαι, περὶ τούτων ἐπέχομεν ὡς ἀδήλων, μόνα δὲ τὰ πάθη γινώσκομεν. τὸ μὲν γὰρ ὅτι ὁρῶμεν ὁμολογοῦμεν καὶ τὸ ὅτι τόδε νοοῦμεν γινώσκομεν, πῶς δʼ ὁρῶμεν ἢ πῶς νοοῦμεν ἀγνοοῦμεν· καὶ ὅτι τόδε λευκὸν φαίνεται διηγηματικῶς λέγομεν, οὐ διαβεβαιούμενοι ὅτι καὶ ὄντως ἐστί. περὶ δὲ τῆς Οὐδὲν ὁρίζω φωνῆς καὶ τῶν ὁμοίων λέγομεν ὡς οὐ δογμάτων1·

对此他们回答说:“关于作为人我们在受动中所经验的事物,我们予以承认;因为现在是白天、我们活着以及生活中许多其他显现的事物,我们确实加以辨识。但是,关于教条主义者凭论述加以坚称、声称已予以把握的事物,对于这些,我们作为非显明之物而予以中止判断,而仅仅认识受动经验本身。因为我们确实在看,这一点我们承认;我们确实在思想这个,这一点我们认识;然而我们如何看或如何思想,我们并不知晓。并且,当说这物显现为白色时,我们是以叙述的方式陈述,并未断言它事实上果真如此。关于‘我不做任何规定’这句话及类似语句,我们声明它们并非教条;

οὐ γάρ εἰσιν ὅμοια τῷ λέγειν ὅτι σφαιροειδής ἐστιν ὁ κόσμος. ἀλλὰ γὰρ τὸ μὲν ἄδηλον, αἱ δʼ ἐξομολογήσεις εἰσί. ἐν ᾧ οὖν λέγομεν μηδὲν ὁρίζειν, οὐδʼ αὐτὸ τοῦτο ὁρίζομεν. Πάλιν οἱ δογματικοί φασιν καὶ τὸν βίον αὐτοὺς ἀναιρεῖν, ἐν ᾧ πάντʼ ἐκβάλλουσιν ἐξ ὧν ὁ βίος συνέστηκεν. οἱ δὲ ψεύδεσθαί φασιν αὐτούς· οὐ γὰρ τὸ ὁρᾶν ἀναιρεῖν, ἀλλὰ τὸ πῶς ὁρᾶν ἀγνοεῖν. καὶ γὰρ τὸ φαινόμενον τιθέμεθα, οὐχ ὡς καὶ τοιοῦτον ὄν. καὶ ὅτι τὸ πῦρ καίει αἰσθανόμεθα· εἰ δὲ φύσιν ἔχει καυστικὴν ἐπέχομεν.

因为它们并不等同于说宇宙是球形的。因为后者是非显明之事,而前者则是自白的陈词。因此,当我们说不做任何规定时,我们甚至也不把这一点本身当作规定。” 教条主义者再次声称,他们连生活本身也予以否定,因为他们驱逐了构成生活的一切要素。而怀疑派则说教条主义者在撒谎:“因为我们并非否定‘看’本身,而是不知道‘如何看’。事实上,我们确认显现之物,但并非确认它本来也具有如此的实质。而且火会灼烧,这一点我们感觉到了;但它是否具有灼烧的自然本性,我们则中止判断。

καὶ ὅτι κινεῖταί τις βλέπομεν, καὶ ὅτι φθείρεται πῶς δὲ ταῦτα γίνεται οὐκ ἴσμεν. μόνον οὖν, φασίν, ἀνθιστάμεθα πρὸς τὰ παρυφιστάμενα τοῖς φαινομένοις ἄδηλα. καὶ γὰρ ὅτε τὴν εἰκόνα ἐξοχὰς λέγομεν ἔχειν2, τὸ φαινόμενον διασαφοῦμεν· ὅταν δʼ εἴπωμεν μὴ ἔχειν αὐτὴν ἐξοχάς, οὐκέτι ὃ φαίνεται, ἕτερον δὲ λέγομεν· ὅθεν καὶ ὁ Τίμων ἐν τῷ Πύθωνί φησι μὴ ἐκβεβηκέναι τὴν συνήθειαν. καὶ ἐν τοῖς Ἰνδαλμοῖς οὕτω λέγει, "ἀλλὰ τὸ φαινόμενον πάντη σθένει οὗπερ ἂν ἔλθῃ." καὶ ἐν τοῖς Περὶ αἰσθήσεών φησι, τὸ μέλι ὅτι ἐστὶ γλυκὺ οὐ τίθημι, τὸ δʼ ὅτι φαίνεται ὁμολογῶ.

某人在运动,我们看得到;某人在消亡,我们也看得到;但这些究竟如何发生,我们并不知道。因此,我们所抵抗的,”他们说,“仅仅是那些附随于显现之物而立的非显明之物。事实上,当我们说绘画具有凹凸立体感时,我们是在说明显现的事物;而当我们说它并没有凹凸时,所说的就已不再是显现之物,而是别的东西了。”由此,梯蒙在《皮通》中也说自己并未逾越世俗惯常。他在《形象诗》中亦如此说道: “然而显现之物无论行至何处,皆全权统摄。” 在《论感觉》中他又说: “蜂蜜是甜的,对此我不予确立;但它显现为甜的,对此我予以承认。”

Καὶ Αἰνεσίδημος ἐν τῷ πρώτῳ τῶν Πυρρωνείων λόγων οὐδέν φησιν ὁρίζειν τὸν Πύρρωνα δογματικῶς διὰ τὴν ἀντιλογίαν, τοῖς δὲ φαινομένοις ἀκολουθεῖν. ταὐτὰ δὲ λέγει κἀν τῷ Κατὰ σοφίας κἀν τῷ Περὶ ζητήσεως. ἀλλὰ καὶ Ζεῦξις ὁ Αἰνεσιδήμου γνώριμος ἐν τῷ Περὶ διττῶν λόγων καὶ Ἀντίοχος ὁ Λαοδικεὺς καὶ Ἀπελλᾶς ἐν τῷ Ἀγρίππᾳ τιθέασι τὰ φαινόμενα μόνα. ἔστιν οὖν κριτήριον κατὰ τοὺς σκεπτικοὺς τὸ φαινόμενον, ὡς καὶ Αἰνεσίδημός φησιν· οὕτω δὲ καὶ Ἐπίκουρος. Δημόκριτος δὲ μηδὲν εἶναι τῶν φαινομένων, τὰ δὲ μὴ εἶναι.

埃奈西德穆在《皮浪学说论辩》第一卷中也说,皮浪由于反驳论述的对立,不做任何教条式的规定,而是顺从于显现之物。他在《反智慧》与《论探究》中也说了同样的话。不仅如此,埃奈西德穆的同窗宙克西斯在《论双重论辩》中、拉奥迪基亚的安条克、以及阿佩拉斯在《阿格里帕》中,都仅仅确立显现之物。因此,按照怀疑派的观点,准则便是显现之物,正如埃奈西德穆所言;伊壁鸠鲁也是如此主张。但德谟克利特则声称显现之物全无所有,它们并不存在。

πρὸς τοῦτο τὸ κριτήριον τῶν φαινομένων οἱ δογματικοί φασιν ὅτι ὅτʼ ἀπὸ τῶν αὐτῶν διάφοροι προσπίπτουσι φαντασίαι, ὡς ἀπὸ τοῦ πύργου ἢ στρογγύλου ἢ τετραγώνου, ὁ σκεπτικὸς εἰ μὲν οὐδετέραν προκρινεῖ, ἀπρακτήσει· εἰ δὲ τῇ ἑτέρᾳ κατακολουθήσει, οὐκέτι τὸ ἰσοσθενές, φασί, τοῖς φαινομένοις ἀποδώσει. πρὸς οὓς οἱ σκεπτικοί φασιν ὅτι ὅτε προσπίπτουσιν ἀλλοῖαι φαντασίαι, ἑκατέρας ἐροῦμεν φαίνεσθαι· καὶ διὰ τοῦτο τὰ φαινόμενα τιθέναι ὅτι φαίνεται. τέλος δὲ οἱ σκεπτικοί φασι τὴν ἐποχήν, ᾗ σκιᾶς τρόπον ἐπακολουθεῖ ἡ ἀταραξία, ὥς φασιν οἵ τε περὶ τὸν Τίμωνα καὶ Αἰνεσίδημον·

针对显现之物这一准则,教条主义者反驳说:当从同一对象投射出不同的表象时——例如从塔产生出圆或方的表象——怀疑派如果不偏向任何一方,就将无法行动;如果遵从其中一方,照他们的说法,就不再赋予显现之物以等力性。怀疑派对此回答说:当不同的表象投射而来时,我们会说每一方都“显现”;正是由于这个缘故,正因为它们显现,我们才确立显现之物。怀疑派声称,终极目的是中止判断,伴随它的乃是如影随形的心神宁静,正如梯蒙和埃奈西德穆一系的人所言;

οὔτε γὰρ τάδʼ ἑλούμεθα ἢ ταῦτα φευξόμεθα ὅσα περὶ ἡμᾶς ἐστι· τὰ δʼ ὅσα περὶ ἡμᾶς οὐκ ἔστιν, ἀλλὰ κατʼ ἀνάγκην, οὐ δυνάμεθα φεύγειν, ὡς τὸ πεινῆν καὶ διψῆν καὶ ἀλγεῖν· οὐκ ἔστι γὰρ λόγῳ περιελεῖν ταῦτα. λεγόντων δὲ τῶν δογματικῶν ὡς δυνήσεται βιοῦν ὁ σκεπτικὸς μὴ φεύγων τό, εἰ κελευσθείη, κρεουργεῖν τὸν πατέρα3, φασὶν οἱ σκεπτικοὶ ὡς δυνήσεται βιοῦν 〈ὥστε〉 * * περὶ τῶν δογματικῶν ζητήσεων ἐπέχειν, οὐ περὶ τῶν βιωτικῶν καὶ τηρητικῶν. ὥστε καὶ αἱρούμεθά τι κατὰ τὴν συνήθειαν καὶ φεύγομεν καὶ νόμοις χρώμεθα. τινὲς δὲ καὶ τὴν ἀπάθειαν, ἄλλοι δὲ τὴν πρᾳότητα τέλος εἰπεῖν φασι τοὺς σκεπτικούς.

“因为凡属于我们力所能及的范围内的,我们既不选取这些,也不逃避那些;而凡不属于我们力所能及的、出于必然的事物,我们则无法逃避,例如饥饿、口渴与痛苦;因为这些是无法靠论述消除的。”当教条主义者诘问怀疑派若在被命令时不逃避将父亲千刀万剐,他们又如何能够生活时,怀疑派回答说,可以通过中止对教条主义探究的判断、而不中止对日常与经验观察事务的判断而生活。“从而我们依照世俗习俗而有所取舍,并遵守法律。”有人还说,怀疑派将无情念视作终极目的,另一些人则说是温和敦厚。

语法注3 条
  1. 9.11.103περὶ δὲ τῆς Οὐδὲν ὁρίζω φωνῆς καὶ τῶν ὁμοίων λέγομεν ὡς οὐ δογμάτων

    引语“我不做任何规定”(Οὐδὲν ὁρίζω)直接作为名词 φωνῆς 的同格限定语。后半句的 ὡς οὐ δογμάτων 呼应前面的介词 περὶ 采取属格形式,连词 ὡς 表述说话者的主观界定或身份地位(“声明它们并非作为教条”)。

  2. 9.11.105ὅτε τὴν εἰκόνα ἐξοχὰς λέγομεν ἔχειν

    ἐξοχάς(“突出”、“凹凸起伏”)指绘画(εἰκών)中通过明暗透视法产生的立体感或浮雕感。在“宾格加不定式”结构(λέγομεν τὴν εἰκόνα ἔχειν)中,ἐξοχάς 作为 ἔχειν 的直接宾语。此处语境将日常陈述视觉上的显现表象(τὸ φαινόμενον)与对事物本质物理状态的哲学断言相对照。

  3. 9.11.108μὴ φεύγων τό, εἰ κελευσθείη, κρεουργεῖν τὸν πατέρα

    带冠词的不定式短语 τό... κρεουργεῖν τὸν πατέρα(“残杀/肢解自己的父亲”)充当分词 φεύγων 的直接宾语,中间插入了间接引语性质的希求法条件从句 εἰ κελευσθείη(“如果被命令的话”)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.11.103-9.11.108