← 第欧根尼·拉尔修

哲人言行录

§9.11.98-9.11.102

原因、运动与善恶的否定及教条学派的反驳

详述了皮浪派关于否定原因、运动、学习、生成以及本性善恶的论证,最后记述了皮浪学派的著述传承及教条主义者对其自相矛盾的指责。

← 上一节下一节 →

καὶ τὸ αἴτιον οὖν ἐπινοοῖτʼ ἂν μόνον, ἐπεὶ εἴπερ ἐστὶν αἴτιον, ὀφείλει ἔχειν τὸ οὗ λέγεται αἴτιον, ἐπεὶ οὐκ ἔσται αἴτιον. καὶ ὥσπερ ὁ πατήρ, μὴ παρόντος τοῦ πρὸς ὃ λέγεται πατήρ, οὐκ ἂν εἴη πατήρ, οὑτωσὶ καὶ τὸ αἴτιον· οὐ πάρεστι δὲ πρὸς ὃ νοεῖται τὸ αἴτιον· οὔτε γὰρ γένεσις οὔτε φθορὰ οὔτʼ ἄλλο τι· οὐκ ἄρʼ ἐστὶν αἴτιον. καὶ μὴν εἰ ἔστιν αἴτιον, ἤτοι σῶμα σώματός ἐστιν αἴτιον ἢ ἀσώματον ἀσωμάτου· οὐδὲν δὲ τούτων· οὐκ ἄρʼ ἐστὶν αἴτιον. σῶμα μὲν οὖν σώματος οὐκ ἂν εἴη αἴτιον, ἐπείπερ ἀμφότερα τὴν αὐτὴν ἔχει φύσιν. καὶ εἰ τὸ ἕτερον αἴτιον λέγεται παρʼ ὅσον ἐστὶ σῶμα, καὶ τὸ λοιπόν, σῶμα ὄν, αἴτιον γενήσεται.

因此,原因也只能是被构想出来的;因为如果它确实是原因,就应当具有它被称作其原因的那个对象,否则它就不成其为原因。正如一个父亲,如果他据以被称为父亲的对应者不在场,他就不成其为父亲,原因也是如此;然而原因据以被构想的对应者并不在场;因为既不存在生成,也不存在毁灭,亦无任何其他事物;因此原因并不存在。再者,如果原因存在,要么物体是物体的因,要么非物体是非物体的因;但这二者都不是;因此原因不存在。首先,物体不可能是物体的因,因为二者具有相同的自然本性;如果其中一方就其是物体而言被称为因,那么余下的一方既然也是物体,也将成为因。

κοινῶς δʼ ἀμφοτέρων αἰτίων ὄντων, οὐδὲν ἔσται τὸ πάσχον. ἀσώματον δʼ ἀσωμάτου οὐκ ἂν εἴη αἴτιον διὰ τὸν αὐτὸν λόγον· ἀσώματον δὲ σώματος οὐκ ἔστιν αἴτιον, ἐπεὶ οὐδὲν ἀσώματον ποιεῖ σῶμα. σῶμα δʼ ἀσωμάτου οὐκ ἂν εἴη αἴτιον, ὅτι τὸ γενόμενον τῆς πασχούσης ὕλης ὀφείλει εἶναι1· μηδὲν δὲ πάσχον διὰ τὸ ἀσώματον εἶναι οὐδʼ ἂν ὑπό τινος γένοιτο· οὐκ ἔστι τοίνυν αἴτιον. ᾧ συνεισάγεται τὸ ἀνυποστάτους εἶναι τὰς τῶν ὅλων ἀρχάς· δεῖ γὰρ εἶναί τι τὸ ποιοῦν καὶ δρῶν. Ἀλλὰ μὴν οὐδὲ κίνησίς ἐστι· τὸ γὰρ κινούμενον ἤτοι ἐν ᾧ ἐστι τόπῳ κινεῖται ἢ ἐν ᾧ μὴ ἔστιν· καὶ ἐν ᾧ μέν ἐστι τόπῳ οὐ κινεῖται, ἐν ᾧ δʼ οὐκ ἔστιν οὐδὲ κινεῖται· οὐκ ἔστιν οὖν κίνησις.

然而如果二者共同成为因,就没有任何承受作用之物了。出于同样的原因,非物体也不可能是非物体的因;非物体也不是物体的因,因为没有任何非物体能产生物体;物体也不可能是非物体的因,因为生成之物应当属于受动质料;然而由于身为非物体而绝不受动之物,也不可能由任何事物生成。因此,原因并不存在。随之而来的结论是:万物的本原是无实质的;因为必须存在某种施加作用和活动之物。 此外,运动也不存在;因为被移动之物,要么在它所在的地方运动,要么在它不在的地方运动;然而在它所在的地方它并不运动,在它不在的地方它也不运动;因此运动不存在。

Ἀνῄρουν δὲ καὶ μάθησιν. εἴπερ, φασί, διδάσκεταί τι, ἤτοι τὸ ὂν τῷ εἶναι διδάσκεται ἢ τὸ μὴ ὂν τῷ μὴ εἶναι2. οὔτε δὲ τὸ ὂν τῷ εἶναι διδάσκεται —ἡ γὰρ τῶν ὄντων φύσις πᾶσι φαίνεται καὶ γινώσκεται—οὔτε τὸ μὴ ὂν τῷ μὴ ὄντι· τῷ γὰρ μὴ ὄντι οὐδὲν συμβέβηκεν, ὥστʼ οὐδὲ τὸ διδάσκεσθαι. Οὐδὲ μὴν γένεσίς ἐστι, φασίν. οὔτε γὰρ τὸ ὂν γίνεται, ἔστι γάρ, οὔτε τὸ μὴ ὄν, οὐδὲ γὰρ ὑφέστηκε· τὸ δὲ μὴ ὑφεστὼς μηδʼ ὂν οὐδὲ τὸ γίνεσθαι εὐτύχηκε.

他们还否定了学习。他们说,如果确有某物被教授,要么存在之物因其存在而被教授,要么不存在之物因其不存在而被教授。但是,存在之物并不因其存在而被教授——因为存在之物的自然本性对所有人都是显明且已知的——不存在之物也不因其不存在而被教授;因为对于不存在之物而言没有任何附随属性,从而被教授这一属性也不存在。 此外,他们说生成也不存在。因为存在之物并不生成,因为它是已经存在的;不存在之物也不生成,因为它甚至并不存在;而既无实体又不存在之物,根本连获得生成的机会都没有。

Φύσει τε μὴ εἶναι ἀγαθὸν ἢ κακόν· εἰ γάρ τί ἐστι φύσει ἀγαθὸν καὶ κακόν, πᾶσιν ὀφείλει ἀγαθὸν ἢ κακὸν ὑπάρχειν, ὥσπερ ἡ χιὼν πᾶσι ψυχρόν· κοινὸν δʼ οὐδὲν πάντων ἀγαθὸν ἢ κακόν ἐστιν· οὐκ ἄρα ἐστὶ φύσει ἀγαθὸν ἢ κακόν. ἤτοι γὰρ πᾶν τὸ ὑπό τινος δοξαζόμενον ῥητέον ἀγαθὸν ἢ οὐ πᾶν· καὶ πᾶν μὲν οὐ ῥητέον, ἐπεὶ τὸ αὐτὸ ὑφʼ οὗ μὲν δοξάζεται ἀγαθόν, ὡς ἡ ἡδονὴ ὑπὸ Ἐπικούρου· ὑφʼ οὗ δὲ κακόν, ὑπʼ Ἀντισθένους. συμβήσεται τοίνυν τὸ αὐτὸ ἀγαθόν τʼ εἶναι καὶ κακόν. εἰ δʼ οὐ πᾶν λέγομεν τὸ ὑπό τινος δοξαζόμενον ἀγαθόν, δεήσει ἡμᾶς διακρίνειν τὰς δόξας· ὅπερ οὐκ ἐνδεχόμενόν ἐστι διὰ τὴν ἰσοσθένειαν τῶν λόγων. ἄγνωστον οὖν τὸ φύσει ἀγαθόν.

而且不存在本性上的善或恶;因为如果真有某物本性上是善或恶的,它就应当对所有人而言都是善或恶,正如雪对所有人而言都是寒冷的一样;但是没有任何对所有人共同而言是善或恶的事物;因此不存在本性上的善或恶。因为要么必须称一切被人所认定的事物为善,要么并非一切;然而不能称一切为善,因为同一事物被某人认定为善,如伊壁鸠鲁认定快乐为善,却被另一人认定为恶,如安提斯泰尼。因此将导致同一事物既是善又是恶。如果说并非一切被人所认定的事物都是善,我们就必须对这些见解作出判定;然而由于诸论述的等力性,这是不可能的。因此,本性上的善是不可知的。

Ἔστι δὲ καὶ τὸν ὅλον τῆς συναγωγῆς αὐτῶν τρόπον συνιδεῖν ἐκ τῶν ἀπολειφθεισῶν συντάξεων. αὐτὸς μὲν γὰρ ὁ Πύρρων οὐδὲν ἀπέλιπεν, οἱ μέντοι συνήθεις αὐτοῦ Τίμων καὶ Αἰνεσίδημος καὶ Νουμήνιος καὶ Ναυσιφάνης καὶ ἄλλοι τοιοῦτοι. Οἷς ἀντιλέγοντες οἱ δογματικοί φασιν αὐτοὺς καταλαμβάνεσθαι καὶ δογματίζειν· ἐν ᾧ γὰρ δοκοῦσι διελέγχειν καταλαμβάνονται3· καὶ γὰρ ἐν τῷ αὐτῷ κρατύνουσι καὶ δογματίζουσι. καὶ γὰρ ὅτε φασὶ μηδὲν ὁρίζειν καὶ παντὶ λόγῳ λόγον ἀντικεῖσθαι, αὐτὰ ταῦτα καὶ ὁρίζονται καὶ δογματίζουσι.

从遗留下来的著述中,也可以了解他们这套汇集体系的整个面貌。因为皮浪本人没有留下任何著作,而他的同道者梯蒙、埃奈西德穆、努梅尼奥、瑙西法内以及其他类似的人则留下了著作。 教条主义者反驳他们说,他们自己就在进行把握并确立独断;因为正是在他们看似反驳的地方,他们自己在进行把握;事实上,就在同一处,他们在强化并确立独断。因为当他们说自己不做任何规定、并且任何论述都有相反论述与之对立时,他们正是在规定这些本身并确立独断。

语法注3 条
  1. 9.11.99τὸ γενόμενον τῆς πασχούσης ὕλης ὀφείλει εἶναι

    属格 τῆς πασχούσης ὕλης 作表性质或来源的谓词性属格(“应当属于受动的质料”),表示凡是被生成之物(τὸ γενόμενον)必须具备能够承受作用的质料性质。

  2. 9.11.100τῷ εἶναι διδάσκεται ἢ τὸ μὴ ὂν τῷ μὴ εἶναι

    与格 τῷ εἶναι 与 τῷ μὴ εἶναι 属于表示原因或角度的与格(“由于其存在/在存在这一角度上”)。下文并列的 τῷ μὴ ὄντι 亦同义,指“由于其不存在”。

  3. 9.11.102ἐν ᾧ γὰρ δοκοῦσι διελέγχειν καταλαμβάνονται

    动词 καταλαμβάνονται 承接前文教条主义者的指责 αὐτοὺς καταλαμβάνεσθαι,宜取中动态(“他们自己在进行把握”)。虽然语法上亦可作被动态解(“在看似反驳之处被当场抓获”),但作中动态更契合后文与 κρατύνουσι καὶ δογματίζουσι(强化并确立独断)并列构成的认识论批判。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.11.98-9.11.102