← 第欧根尼·拉尔修

哲人言行录

§9.11.92-9.11.97

推翻真理标准与记号及原因的存在

皮浪派怀疑论者批判了独断地设立真理尺度的立场,主张无论是感觉还是思想都无法确立真理或说服力。进而,他们利用无穷倒退、分歧与相对性等论证,相继推翻了判定标准、记号以及原因的存在。

← 上一节下一节 →

τοὺς δʼ οἰομένους μὴ δεῖν ἐκ τῶν κατὰ περίστασιν κρίνειν τἀληθὲς μηδʼ ἐκ τῶν κατὰ φύσιν νομοθετεῖν, ἔλεγον αὐτοὺς μέτρα τῶν πάντων ὁρίζειν1, οὐχ ὁρῶντας ὅτι πᾶν τὸ φαινόμενον κατʼ ἀντιπερίστασιν καὶ διάθεσιν φαίνεται. ἤτοι γοῦν πάντʼ ἀληθῆ ῥητέον ἢ πάντα ψευδῆ. εἰ δʼ ἔνιά ἐστιν ἀληθῆ, τίνι διακριτέον; οὔτε γὰρ αἰσθήσει τὰ κατʼ αἴσθησιν, πάντων ἴσων αὐτῇ φαινομένων, οὔτε νοήσει διὰ τὴν αὐτὴν αἰτίαν. ἄλλη δὲ παρὰ ταύτας εἰς ἐπίκρισιν δύναμις οὐχ ὁρᾶται. ὁ οὖν, φασί, περί τινος διαβεβαιούμενος αἰσθητοῦ ἢ νοητοῦ πρότερον ὀφείλει τὰς περὶ τούτου δόξας καταστῆσαι· οἱ μὲν γὰρ ταῦτα, οἱ δὲ ταῦτα ἀνῃρήκασι. δεῖ δʼ ἢ διʼ αἰσθητοῦ ἢ νοητοῦ κριθῆναι. ἑκάτερα δὲ ἀμφισβητεῖται.

对于那些认为不应根据附带境况来判断真理,也不应根据自然本性来制定法则的人,他们说这些人是在自行规定万物的尺度,而没有看到一切显现之物都是依照境况的反制作用和自身状态而显现的。因此,要么必须说一切皆真,要么必须说一切皆假。但如果某些事物为真,当用什么来区分呢?因为感觉之物不能由感觉来区分,对感觉而言一切都显得平等;由于同样的原因,也不能由思想来区分;而在这些之外,并未见到有其他用于决断的能力。因此他们说,凡对某种可感之物或可思之物作出确断的人,必须首先确立关于它的诸种见解;因为有人否定了这些,有人否定了那些。并且它必须要么通过可感之物、要么通过可思之物来判断;但这二者都存在争议。

οὐδὲ τοίνυν δυνατὸν τὰς περὶ αἰσθητῶν ἢ νοητῶν ἐπικρῖναι δόξας· εἴ τε διὰ τὴν ἐν ταῖς νοήσεσι μάχην ἀπιστητέον πᾶσιν, ἀναιρεθήσεται τὸ μέτρον ᾧ δοκεῖ τὰ πάντα διακριβοῦσθαι· πᾶν οὖν ἴσον ἡγήσονται. ἔτι, φασίν, ὁ συζητῶν ἡμῖν τὸ φαινόμενον πιστός ἐστιν ἢ οὔ. εἰ μὲν οὖν πιστός ἐστιν, οὐδὲν ἕξει λέγειν πρὸς τὸν ᾧ φαίνεται τοὐναντίον· ὡς γὰρ αὐτὸς πιστός ἐστι τὸ φαινόμενον λέγων, οὕτω καὶ ὁ ἐναντίος· εἰ δʼ ἄπιστος, καὶ αὐτὸς ἀπιστηθήσεται τὸ φαινόμενον λέγων.

所以,要对关于可感之物或可思之物的各种见解作出裁断是不可能的。如果由于思想中的冲突而必须对一切不予信任,那么用以对万物作出精细区分的尺度就将被废除;因此他们将把一切都视为平等的。此外,他们说,与我们共同探讨显象的人是值得信任还是不值得信任呢?如果他是值得信任的,那么面对与其显象相反的人,他就无话可说了;因为正如他在陈述自己的显象时是可信的,对方也是如此;如果他不值得信任,那么他在陈述自己的显象时也将不被信任。

Τό τε πεῖθον οὐχ ὑποληπτέον ἀληθὲς ὑπάρχειν. οὐ γὰρ πάντας τὸ αὐτὸ πείθει οὐδὲ τοὺς αὐτοὺς συνεχές. γίνεται δὲ καὶ παρὰ τὰ ἐκτὸς ἡ πιθανότης, παρὰ τὸ ἔνδοξον τοῦ λέγοντος ἢ παρὰ τὸ φροντιστικὸν ἢ παρὰ τὸ αἱμύλον ἢ παρὰ τὸ σύνηθες ἢ παρὰ τὸ κεχαρισμένον. Ἀνῄρουν δὲ καὶ τὸ κριτήριον λόγῳ τοιῷδε. ἤτοι κέκριται καὶ τὸ κριτήριον ἢ ἄκριτόν ἐστιν. ἀλλʼ εἰ μὲν ἄκριτόν ἐστιν, ἄπιστον καθέστηκε καὶ διημάρτηκε τἀληθοῦς καὶ τοῦ ψεύδους· εἰ δὲ κέκριται, ἓν τῶν κατὰ μέρος γενήσεται κρινομένων, ὥστʼ ἂν τὸ αὐτὸ καὶ κρίνειν καὶ κρίνεσθαι καὶ τὸ κεκρικὸς τὸ κριτήριον ὑφʼ ἑτέρου κριθήσεται2 κἀκεῖνο ὑπʼ ἄλλου καὶ οὕτως εἰς ἄπειρον.

也不应当假定具有说服力之事本身即为真理;因为同一事物并非对所有人都具有说服力,对同一些人也并非始终具有说服力。而且说服力也会因外在因素而产生:由于说话者的声望,由于其精密周详,由于其机智巧辩,由于习常所见,或者由于令人愉悦。 他们还用如下的论证废除了判定标准:判定标准本身要么已经被判定,要么是未被判定的。但是,如果它是未被判定的,它就成了不可信之物,在真与假上都会产生差错;如果它是已经被判定的,它就将成为被判定的个别事物之一,以致同一事物既是判定者又是被判定者,而判定了判定标准的那个东西又将被另一事物所判定,而那另一事物又将被别的事物所判定,如此乃至无穷。

πρὸς τῷ καὶ διαφωνεῖσθαι τὸ κριτήριον, τῶν μὲν τὸν ἄνθρωπον κριτήριον εἶναι λεγόντων, τῶν δὲ τὰς αἰσθήσεις, ἄλλων τὸν λόγον, ἐνίων τὴν καταληπτικὴν φαντασίαν. καὶ ὁ μὲν ἄνθρωπος καὶ πρὸς αὑτὸν διαφωνεῖ καὶ πρὸς τοὺς ἄλλους, ὡς δῆλον ἐκ τῶν διαφόρων νόμων καὶ ἐθῶν. αἱ δʼ αἰσθήσεις ψεύδονται, ὁ δὲ λόγος διάφωνος. ἡ δὲ καταληπτικὴ φαντασία ὑπὸ νοῦ κρίνεται καὶ ὁ νοῦς ποικίλως τρέπεται. ἄγνωστον οὖν ἐστι τὸ κριτήριον καὶ διὰ τοῦτο ἡ ἀλήθεια.

此外,判定标准本身还存在分歧:有人称人是判定标准,有人称感觉是判定标准,另有人称理性是判定标准,还有人称是把握性表象。然而人既与自身不一致,又与他人不一致,这从不同的法律和习俗中便可明显看出;感觉会骗人,理性充满分歧;把握性表象由心灵来判断,而心灵又发生多样的变动。因此,判定标准是不可知的,由于这个缘故,真理也是不可知的。

Σημεῖόν τʼ οὐκ εἶναι3· εἰ γάρ ἐστι, φασί, σημεῖον, ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν· αἰσθητὸν μὲν οὖν οὐκ ἔστιν, ἐπεὶ τὸ αἰσθητὸν κοινόν ἐστι, τὸ δὲ σημεῖον ἴδιον. καὶ τὸ μὲν αἰσθητὸν τῶν κατὰ διαφοράν, τὸ δὲ σημεῖον τῶν πρός τι. νοητὸν δʼ οὐκ ἔστιν, ἐπεὶ τὸ νοητὸν ἤτοι φαινόμενόν ἐστι φαινομένου ἢ ἀφανὲς ἀφανοῦς ἢ ἀφανὲς φαινομένου ἢ φαινόμενον ἀφανοῦς· οὐδὲν δὲ τούτων ἐστίν· οὐκ ἄρʼ ἐστὶ σημεῖον. φαινόμενον μὲν οὖν φαινομένου οὐκ ἔστιν, ἐπεὶ τὸ φαινόμενον οὐ δεῖται σημείου· ἀφανὲς δʼ ἀφανοῦς οὐκ ἔστιν, ἐπεὶ δεῖ φαίνεσθαι τὸ ἐκκαλυπτόμενον ὑπό τινος·

此外,他们主张记号是不存在的。因为他们说,如果记号存在,它要么是可感的,要么是可思的。它绝不可能是可感的,因为可感之物是普遍共有的,而记号则是特有的;并且可感之物属于因差异而分类的事物,而记号则属于相对之物。它也不可能是可思的,因为可思的记号要么是显明之物的显明显号,要么是隐晦之物的隐晦记号,要么是显明之物的隐晦记号,要么是隐晦之物的显明显号。但它不是这其中的任何一种;因此,记号不存在。首先,它不是显明之物的显明显号,因为显明之物不需要记号;它也不是隐晦之物的隐晦记号,因为被某物所揭示的事物本身必须是显明的;

ἀφανὲς δὲ φαινομένου οὐ δύναται, καθότι δεῖ φαίνεσθαι τὸ ἑτέρῳ παρέξον ἀφορμὴν καταλήψεως· φαινόμενον δʼ ἀφανοῦς οὐκ ἔστιν, ὅτι τὸ σημεῖον τῶν πρός τι ὂν συγκαταλαμβάνεσθαι ὀφείλει τῷ οὗ ἐστι σημεῖον, τὸ δὲ μὴ ἔστιν4. οὐδὲν ἄρα τῶν ἀδήλων ἂν καταλαμβάνοιτο· διὰ γὰρ τῶν σημείων λέγεται τὰ ἄδηλα καταλαμβάνεσθαι. Ἀναιροῦσι δὲ τὸ αἴτιον ὧδε· τὸ αἴτιον τῶν πρός τι ἔστι· πρὸς γὰρ τὸ αἰτιατόν ἐστι· τὰ δὲ πρός τι ἐπινοεῖται μόνον, ὑπάρχει δʼ οὔ·

它也不能是显明之物的隐晦记号,因为要给另一事物提供把握的开端之物自身必须是显明的;它也不是隐晦之物的显明显号,因为记号作为相对之物,理应与其作为其记号的事物一同被把握,但事实并非如此。因此,任何不明显的事物都无法被把握;因为人们正是说不明显的事物是通过记号被把握的。 他们还像这样废除了原因:原因属于相对之物;因为它是相对于被引起之物而言的;然而相对之物只是被构想出来的,在实际中并不存在。

语法注4 条
  1. 9.11.92τοὺς δʼ οἰομένους μὴ δεῖν ... ἔλεγον αὐτοὺς μέτρα τῶν πάντων ὁρίζειν

    句首的 τοὺς οἰομένους 作为话题被主要动词 ἔλεγον 提前引入(前置宾格),随后不定式 ὁρίζειν 的逻辑主语由代词 αὐτούς 进行赘指与强调性复指。主句动词 ἔλεγον 的未明示主语承前指怀疑派学者。

  2. 9.11.94ὥστʼ ἂν τὸ αὐτὸ καὶ κρίνειν καὶ κρίνεσθαι καὶ τὸ κεκρικὸς τὸ κριτήριον ὑφʼ ἑτέρου κριθήσεται

    在由 ὥστε 引导的结果从句中,前半部分由 ἄν 搭配不定式(κρίνειν καὶ κρίνεσθαι)构成潜在推论(“以致同一事物可能既是判定者又是被判定者”),后半部分通过 καί 连接转入直陈语气将来时(κριθήσεται),形成由推测转入直接断言荒谬链条的语体转换。

  3. 9.11.96Σημεῖόν τʼ οὐκ εἶναι

    这是一个没有明显主句动词的“宾格加不定式”结构,作为间接引语概括列举怀疑论者的主张。其支配动词暗承前文 §9.11.94 中的 Ἀνῄρουν 或诸如 ἔλεγον / ἔφασαν 之类的否定与陈述动词。

  4. 9.11.97τὸ δὲ μὴ ἔστιν

    此处的 τὸ δέ 作为指示代词使用(“但这一点”),指代前述条件(即隐晦之物理应与记号一同被把握);μὴ ἔστιν 则直截指明该假定不成立(“而事实并非如此”),在否定独断论假设的语境中使用了否定词 μή。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.11.92-9.11.97