- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.11.87-9.11.91
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-30
本节阐释了怀疑派十种方式中的第九与第十种方式,继而介绍了阿格里帕等人的五种方式(分歧、无穷倒退、相对性、假设、相互循环),并通过论证证明与判定标准的不可确立性来批判独断论者的荒谬。
Ἔνατος ὁ παρὰ τὸ ἐνδελεχὲς ἢ ξένον ἢ σπάνιον. οἱ γοῦν σεισμοὶ παρʼ οἷς συνεχῶς ἀποτελοῦνται οὐ θαυμάζονται, οὐδʼ ὁ ἥλιος, ὅτι καθʼ ἡμέραν ὁρᾶται. τὸν ἔνατον Φαβωρῖνος ὄγδοον, Σέξτος δὲ καὶ Αἰνεσίδημος δέκατον· ἀλλὰ καὶ τὸν δέκατον Σέξτος ὄγδοόν φησι, Φαβωρῖνος δὲ ἔνατον. Δέκατος ὁ κατὰ τὴν πρὸς ἄλλα σύμβλησιν, καθάπερ τὸ κοῦφον παρὰ τὸ βαρύ, τὸ ἰσχυρὸν παρὰ τὸ ἀσθενές, τὸ μεῖζον παρὰ τὸ ἔλαττον, τὸ ἄνω παρὰ τὸ κάτω. τὸ γοῦν δεξιὸν φύσει μὲν οὐκ ἔστι δεξιόν, κατὰ δὲ τὴν ὡς πρὸς τὸ ἕτερον σχέσιν νοεῖται· μετατεθέντος γοῦν ἐκείνου, οὐκέτʼ ἐστὶ δεξιόν.
第九种方式是基于持续性、新奇性或罕见性。例如地震在经常发生的地方并不令人惊奇,太阳也不令人惊奇,因为每天都能见到。法沃里努斯将第九种方式列为第八种,而塞克斯图斯和埃涅西德穆则列为第十种;塞克斯图斯又称第十种方式为第八种,法沃里努斯则称之为第九种。 第十种方式是基于与其他事物的对照比较,例如轻对比重,强对比弱,大对比小,上对比下。例如右侧依其本性并不是右,而是根据与另一事物的相对关系来构想的;一旦另一事物改变了位置,它就不再是右侧了。
ὁμοίως καὶ πατὴρ καὶ ἀδελφὸς ὡς πρός τι καὶ ἡμέρα ὡς πρὸς τὸν ἥλιον καὶ πάντα ὡς πρὸς τὴν διάνοιαν. ἄγνωστα οὖν τὰ πρός τι [ὡς] καθʼ ἑαυτά. καὶ οὗτοι μὲν οἱ δέκα τρόποι. Οἱ δὲ περὶ Ἀγρίππαν τούτοις ἄλλους πέντε προσεισάγουσι, τόν τʼ ἀπὸ τῆς διαφωνίας καὶ τὸν εἰς ἄπειρον ἐκβάλλοντα καὶ τὸν πρός τι καὶ τὸν ἐξ ὑποθέσεως καὶ τὸν διʼ ἀλλήλων. ὁ μὲν οὖν ἀπὸ τῆς διαφωνίας ὃ ἂν προτεθῇ ζήτημα παρὰ τοῖς φιλοσόφοις ἢ τῇ συνηθείᾳ, πλείστης μάχης καὶ ταραχῆς πλῆρες ἀποδεικνύει· ὁ δʼ εἰς ἄπειρον ἐκβάλλων οὐκ ἐᾷ βεβαιοῦσθαι τὸ ζητούμενον, διὰ τὸ ἄλλο ἀπʼ ἄλλου τὴν πίστιν λαμβάνειν καὶ οὕτως εἰς ἄπειρον.
同样,父亲与兄弟也是相对于某物而言的,白昼也是相对于太阳而言的,万事万物也是相对于思想而言的。因此,相对的事物就其自身而言是不可知的。这就是十种方式。 阿格里帕及其门徒在此之外又补充了另外五种方式:基于分歧的方式、导致无穷倒退的方式、基于相对性的方式、基于假设的方式,以及相互循环的方式。基于分歧的方式证明,无论在哲学家之间还是在日常习俗中提出何种探究课题,都充满了极大的争执与纷乱;导致无穷倒退的方式则不允许所探究的事项得到确证,因为一者从另一者处获得可信性,如此乃至无穷。
ὁ δὲ πρός τι οὐδέν φησι καθʼ ἑαυτὸ λαμβάνεσθαι, ἀλλὰ μεθʼ ἑτέρου. ὅθεν ἄγνωστα εἶναι. ὁ δʼ ἐξ ὑποθέσεως τρόπος συνίσταται, οἰομένων τινῶν τὰ πρῶτα τῶν πραγμάτων αὐτόθεν δεῖν λαμβάνειν ὡς πιστὰ καὶ μὴ αἰτεῖσθαι· ὅ ἐστι μάταιον· τὸ ἐναντίον γάρ τις ὑποθήσεται. ὁ δὲ διʼ ἀλλήλων τρόπος συνίσταται ὅταν τὸ ὀφεῖλον τοῦ ζητουμένου πράγματος εἶναι βεβαιωτικὸν χρείαν ἔχῃ τῆς ἐκ τοῦ ζητουμένου πίστεως, οἷον εἰ τὸ εἶναι πόρους τις βεβαιῶν διὰ τὸ ἀπορροίας γίνεσθαι, αὐτὸ τοῦτο παραλαμβάνοι πρὸς βεβαίωσιν το〈ῦ〉 ἀπορροίας γίνεσθαι.
基于相对性的方式断言,没有任何事物能被自身单独把握,而是必须与另一事物连结在一起;因此事物是不可知的。基于假设的方式确立于:有人认为事物的最开端应当直接作为可信之物加以接受,而不应予以质问;这是徒劳的,因为有人会做出相反的假设。相互循环的方式则确立于:当理应确证所探究之事物的前提本身,需要借助于所探究事物提供的可信性时;例如某人因有流出物的产生而确证细孔的存在,却又把细孔的存在拿来确证流出物的产生。
Ἀνῄρουν δʼ οὗτοι καὶ πᾶσαν ἀπόδειξιν καὶ κριτήριον καὶ σημεῖον καὶ αἴτιον καὶ κίνησιν καὶ μάθησιν καὶ γένεσιν καὶ τὸ φύσει τι εἶναι ἀγαθὸν ἢ κακόν. πᾶσα γὰρ ἀπόδειξις, φασίν, ἢ ἐξ ἀποδεδειγμένων σύγκειται χρημάτων ἢ ἐξ ἀναποδείκτων. εἰ μὲν οὖν ἐξ ἀποδεδειγμένων, κἀκεῖνα δεήσεταί τινος ἀποδείξεως κἀντεῦθεν εἰς ἄπειρον· εἰ δʼ ἐξ ἀναποδείκτων, ἤτοι πάντων ἢ τινῶν ἢ καὶ ἑνὸς μόνου δισταζομένου, καὶ τὸ ὅλον εἶναι ἀναπόδεικτον2. εἰ δὲ δοκεῖ, φασίν, ὑπάρχειν τινὰ μηδεμιᾶς ἀποδείξεως δεόμενα, θαυμαστοὶ τῆς γνώμης1, εἰ μὴ συνιᾶσιν ὅτι εἰς αὐτὸ τοῦτο πρῶτον, ὡς ἄρʼ ἐξ αὑτῶν ἔχει τὴν πίστιν, ἀποδείξεως χρή.
他们还推翻了一切证明、判定标准、记号、原因、运动、学习、生成,以及任何事物依其本性为善或为恶的说法。因为他们说,一切证明要么由已获证明的论据构成,要么由未经证明的论据构成。如果是由已获证明的论据构成,那些论据也将需要某种证明,由此导致无穷;如果是由未经证明的论据构成,无论是全部、部分还是哪怕仅有一个受到怀疑,整个证明也就是未被证明的。他们说,如果有人认为存在某些无需任何证明的事物,他们若是不能领会恰恰对于这一点(即这些事物本身即具备可信性)首先就需要证明,那么他们的见解真可谓荒谬可笑。
οὐδὲ γὰρ τὸ τέτταρα εἶναι τὰ στοιχεῖα ἐκ τοῦ τέτταρα εἶναι τὰ στοιχεῖα βεβαιωτέον. πρὸς τῷ καὶ τῶν κατὰ μέρος ἀποδείξεων ἀπιστουμένων ἄπιστον εἶναι καὶ τὴν γενικὴν ἀπόδειξιν3. ἵνα τε γνῶμεν ὅτι ἔστιν ἀπόδειξις, κριτηρίου δεῖ· καὶ ὅτι ἔστι κριτήριον, ἀποδείξεως δεῖ· ὅθεν ἑκάτερα ἀκατάληπτα ἀναπεμπόμενα ἐπʼ ἄλληλα. πῶς ἂν οὖν καταλαμβάνοιτο τὰ ἄδηλα, τῆς ἀποδείξεως ἀγνοουμένης; ζητεῖται δʼ οὐκ εἰ φαίνεται τοιαῦτα, ἀλλʼ εἰ καθʼ ὑπόστασιν οὕτως ἔχει. Εὐήθεις δὲ τοὺς δογματικοὺς ἀπέφαινον. τὸ γὰρ ἐξ ὑποθέσεως περαινόμενον οὐ σκέψεως ἀλλὰ θέσεως ἔχει λόγον. τοιούτῳ δὲ λόγῳ καὶ ὑπὲρ ἀδυνάτων ἔστιν ἐπιχειρεῖν.
因为元素有四种绝不能由元素有四种这一事实来确证。此外,当个别证明不被信任时,普遍的证明也是不可信的。为了让我们知晓存在证明,需要判定标准;而为了确知存在判定标准,又需要证明;因此二者相互指涉推诿,皆为不可把握。既然证明尚不可知,不明显的事物又怎能被理解呢?探究的并不是事物是否显现为如此,而是它们在实质上是否如此。 他们还指明独断论者是极其幼稚的。因为从假设中推导出的结论并不具有探究的性质,而只是主观设定的性质。依凭这种论调,人们甚至可以为不可能的事物进行辩护。
- 9.11.90θαυμαστοὶ τῆς γνώμης
带有讽刺意味的感叹表达,意为“他们的见解真是令人惊奇(荒谬可笑)”。属格 τῆς γνώμης 作为关涉属格(genitive of respect)或原因属格修饰形容词 θαυμαστοί,后者充当支配随后条件从句 εἰ μὴ συνιᾶσιν 的主句谓语。
- 9.11.90καὶ τὸ ὅλον εἶναι ἀναπόδεικτον
间接引语的延续,受前文说明动词 φασίν 支配。这是由 εἰ δʼ ἐξ ἀναποδείκτων 引导的条件句(省略了动词 σύγκειται)的归结从句,宾格 τὸ ὅλον 充当不定式 εἶναι 的逻辑主语。
- 9.11.91πρὸς τῷ καὶ τῶν κατὰ μέρος ἀποδείξεων ἀπιστουμένων ἄπιστον εἶναι καὶ τὴν γενικὴν ἀπόδειξιν
由介词 πρός 加上带中性与格冠词的不定式(πρὸς τῷ ... εἶναι)构成的短语,意为“加上/除……事实之外”。在不定式短语内部,τῶν κατὰ μέρος ἀποδείξεων ἀπιστουμένων 构成独立属格结构(表时间或原因),而 ἄπιστον 则是不定式逻辑主语 τὴν γενικὴν ἀπόδειξιν 的谓语形容词。
