- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.11.81-9.11.86
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-30
承接怀疑派的十种论式,本节从第二种论式(人身体质差异)的补充一直叙述至第八种论式(基于量与质的变化),通过感觉与规范的相对性论证了悬置判断的依据。
Ἄνδρων δʼ ὁ Ἀργεῖος, ὥς φησιν Ἀριστοτέλης, διὰ τῆς ἀνύδρου Λιβύης ὥδευεν ἄποτος. καὶ ὁ μὲν ἰατρικῆς, ὁ δὲ γεωργίας, ἄλλος δʼ ἐμπορίας ὀρέγεται· καὶ ταὐτὰ οὓς μὲν βλάπτει, οὓς δὲ ὠφελεῖ· ὅθεν ἐφεκτέον. Τρίτος ὁ παρὰ τὰς τῶν αἰσθητικῶν πόρων διαφοράς. τὸ γοῦν μῆλον ὁράσει μὲν ὠχρόν, γεύσει δὲ γλυκύ, ὀσφρήσει δʼ εὑῶδες ὑποπίπτει. καὶ ἡ αὐτὴ δὲ μορφὴ παρὰ τὰς διαφορὰς τῶν κατόπτρων ἀλλοία θεωρεῖται. ἀκολουθεῖ οὖν μὴ μᾶλλον εἶναι τοῖον τὸ φαινόμενον ἢ ἀλλοῖον.
又如阿尔戈斯的安德隆,正如亚里士多德所言,滴水未进地穿过了缺水的利比亚。不仅如此,有人渴望医术,有人渴望农业,另有人渴望商业;并且同样的事物伤害某些人,却有益于另一些人;因此应当悬置判断。 第三种方式是基于感觉通道的差异。例如苹果对视觉呈现为浅黄色,对味觉呈现为甜,对嗅觉则呈现为芳香。而且同一种形状由于镜子的差异而被看作各不相同的模样。因此顺理成章的结论是:显现之物是如此这般,并不比它是另一种模样更甚。
Τέταρτος ὁ παρὰ τὰς διαθέσεις καὶ κοινῶς παραλλαγάς, οἷον ὑγίειαν, νόσον, ὕπνον, ἐγρήγορσιν, χαράν, λύπην, νεότητα, γῆρας, θάρσος, φόβον, ἔνδειαν, πλήρωσιν, μῖσος, φιλίαν, θερμασίαν, ψύξιν· παρὰ τὸ πνεῖν, παρὰ τὸ πιεσθῆναι τοὺς πόρους. ἀλλοῖα οὖν φαίνεται τὰ προσπίπτοντα παρὰ τὰς ποιὰς διαθέσεις. οὐδὲ γὰρ οἱ μαινόμενοι παρὰ φύσιν ἔχουσι· τί γὰρ μᾶλλον ἐκεῖνοι ἢ ἡμεῖς;1 καὶ γὰρ ἡμεῖς τὸν ἥλιον ὡς ἑστῶτα βλέπομεν. Θέων δʼ ὁ Τιθοραιεὺς ὁ στωικὸς κοιμώμενος περιεπάτει ἐν τῷ ὕπνῳ καὶ Περικλέους δοῦλος ἐπʼ ἄκρου τοῦ τέγους.
第四种方式是基于身体状况以及通常的变异,例如健康、疾病、睡眠、清醒、喜悦、悲伤、青春、衰老、大胆、恐惧、匮乏、充实、仇恨、友爱、温热、寒冷;取决于呼吸,或取决于孔道受压迫。因此,呈现出来的表象由于特定状况的差异而显得各不相同。因为即便发狂的人也不是处于违背本性的状态中;因为他们凭什么比我们更是如此(违背本性)呢?事实上我们也把太阳看作静止不动的。而蒂托雷亚的斯多亚派哲人色翁在睡眠中睡着走动,伯里克利的奴隶则在屋顶边缘走动。
Πέμπτος ὁ παρὰ τὰς ἀγωγὰς καὶ τοὺς νόμους καὶ τὰς μυθικὰς πίστεις καὶ τὰς ἐθνικὰς συνθήκας καὶ δογματικὰς ὑπολήψεις. ἐν τούτῳ περιέχεται τὰ περὶ καλῶν καὶ αἰσχρῶν, περὶ ἀληθῶν καὶ ψευδῶν, περὶ ἀγαθῶν καὶ κακῶν, περὶ θεῶν καὶ γενέσεως καὶ φθορᾶς τῶν φαινομένων πάντων. τὸ γοῦν αὐτὸ παρʼ οἷς μὲν δίκαιον, παρʼ οἷς δὲ ἄδικον· καὶ ἄλλοις μὲν ἀγαθόν, ἄλλοις δὲ κακόν. Πέρσαι μὲν γὰρ οὐκ ἄτοπον ἡγοῦνται θυγατρὶ μίγνυσθαι, Ἕλληνες δʼ ἔκθεσμον. καὶ Μασσαγέται μέν, ὥς φησι καὶ Εὔδοξος ἐν τῇ πρώτῃ τῆς Περιόδου, κοινὰς ἔχουσι τὰς γυναῖκας, Ἕλληνες δʼ οὔ· Κίλικές τε λῃστείαις ἔχαιρον, ἀλλʼ οὐχ Ἕλληνες.
第五种方式是基于教化、法律、神话信仰、民族习俗和教条预设。其中包含关于美与丑、真与假、善与恶、神祇以及一切显现之物的产生与毁灭的探讨。至少,同样的事物在某些人看来是正义的,在另一些人看来是不义的;且对某些人是善的,对另一些人则是恶的。因为波斯人并不认为与女儿交媾是不合理的,但希腊人却视为非法。又如马萨格泰人,正如欧多克索斯在《环游记》第一卷中所说,共享妻子,但希腊人却不如此;奇里乞亚人喜好海盗行径,希腊人却不然。
θεούς τʼ ἄλλοι ἄλλους ἡγοῦνται· καὶ οἱ μὲν προνοεῖσθαι, οἱ δʼ οὔ. θάπτουσι δʼ Αἰγύπτιοι μὲν ταριχεύοντες, Ῥωμαῖοι δὲ καίοντες, Παίονες δʼ εἰς λίμνας ῥιπτοῦντες· ὅθεν περὶ τἀληθοῦς ἡ ἐποχή. Ἕκτος ὁ παρὰ τὰς μίξεις καὶ κοινωνίας, καθʼ ὃν εἰλικρινῶς οὐδὲν καθʼ αὑτὸ φαίνεται, ἀλλὰ σὺν ἀέρι, σὺν φωτί, σὺν ὑγρῷ, σὺν στερεῷ, θερμότητι, ψυχρότητι, κινήσει, ἀναθυμιάσεσιν, ἄλλαις δυνάμεσιν. ἡ γοῦν πορφύρα διάφορον ὑποφαίνει χρῶμα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ λύχνῳ. καὶ τὸ ἡμέτερον χρῶμα ἀλλοῖον ὑπὸ τὴν μεσημβρίαν φαίνεται καὶ ὑπὸ δύσιν· καὶ ὁ ἐν ἀέρι ὑπὸ δυοῖν κουφιζόμενος
人们对于神祇的认定也各不相同;有些人认为神主管造化照看人事,有些人则认为不然。在安葬方面,埃及人实行涂香防腐,罗马人实行火葬,派奥尼亚人则投于湖中;因此针对真理便产生了判断的悬置。 第六种方式是基于混合与联合,依照这种方式,没有任何事物是纯粹独立地自身显现的,而是与空气、光线、湿气、固体、热、冷、运动、蒸发气体及其他力量共同显现。例如贝紫在日光下、月光下和灯光下呈现出不同的色泽。我们自己的肤色在正午与日落时分也显得各不相同;在空气中需要两人抬起的
λίθος ἐν ὕδατι ῥᾳδίως μετατίθεται, ἤτοι βαρὺς ὢν καὶ ὑπὸ τοῦ ὕδατος κουφιζόμενος ἢ ἐλαφρὸς [ὢν] καὶ ὑπὸ τοῦ ἀέρος βαρυνόμενος2. ἀγνοοῦμεν οὖν τὸ κατʼ ἰδίαν, ὡς ἔλαιον ἐν μύρῳ. Ἕβδομος ὁ παρὰ τὰς ἀποστάσεις καὶ ποιὰς θέσεις καὶ τοὺς τόπους καὶ τὰ ἐν τοῖς τόποις. κατὰ τοῦτον τὸν τρόπον τὰ δοκοῦντʼ εἶναι μεγάλα μικρὰ φαίνεται, τὰ τετράγωνα στρογγύλα, τὰ ὁμαλὰ ἐξοχὰς ἔχοντα, τὰ ὀρθὰ κεκλασμένα, τὰ ὠχρὰ ἑτερόχροα. ὁ γοῦν ἥλιος παρὰ τὸ διάστημα μικρὸς φαίνεται· καὶ τὰ ὄρη πόρρωθεν ἀεροειδῆ καὶ λεῖα, ἐγγύθεν δὲ τραχέα.
石块,在水中却很容易移动,这要么是因为它本身重而被水减轻了重量,要么是因为它本身轻而被空气加重了分量。因此我们不知晓其各自固有的本性,正如不知晓香膏中的橄榄油一样。 第七种方式是基于距离、特定的方位、地点以及地点之中的事物。依照这种方式,被认为巨大的事物显得渺小,方形的事物显得圆润,平坦的事物显得有凸起,笔直的事物显得弯折,淡黄的事物显得具有不同的颜色。例如太阳由于距离的缘故显得渺小;群山从远处看如若空气且光滑,从近处看则险峻嶙峋。
ἔτι ὁ ἥλιος ἀνίσχων μὲν ἀλλοῖος, μεσουρανῶν δʼ οὐχ ὅμοιος. καὶ τὸ αὐτὸ σῶμα ἐν μὲν ἄλσει ἀλλοῖον, ἐν δὲ ψιλῇ γῇ ἕτερον· καὶ ἡ εἰκὼν παρὰ τὴν ποιὰν θέσιν, ὅ τε τῆς περιστερᾶς τράχηλος παρὰ τὴν στροφήν. ἐπεὶ οὖν οὐκ ἔνι ἔξω τόπων καὶ θέσεων ταῦτα κατανοῆσαι3, ἀγνοεῖται ἡ φύσις αὐτῶν. Ὄγδοος ὁ παρὰ τὰς ποσότητας καὶ ποιότητας αὐτῶν ἢ θερμότητας ἢ ψυχρότητας ἢ ταχύτητας ἢ βραδύτητας ἢ ὠχρότητας ἢ ἑτεροχροιότητας. ὁ γοῦν οἶνος μέτριος μὲν ληφθεὶς ῥώννυσι, πλείων δὲ παρίησιν· ὁμοίως καὶ ἡ τροφὴ καὶ τὰ ὅμοια.
再者,太阳升起时显出一种模样,升至中天时又并不相似。同一物体在树林中是一种模样,在开阔空旷的地面上则是另一种模样;画像由于特定的方位而显得各异,鸽子的颈部也因转动而显出不同。既然脱离了地点与方位便不可能理解这些事物,那么它们的本性便不可得知。 第八种方式是基于它们的量与质,或是基于冷热、快慢、淡黄或颜色的杂异。例如酒适量饮用能增强体力,过量饮用则使人瘫软;食物及类似的事物也是如此。
- 82οὐδὲ γὰρ οἱ μαινόμενοι παρὰ φύσιν ἔχουσι· τί γὰρ μᾶλλον ἐκεῖνοι ἢ ἡμεῖς;
短语 παρὰ φύσιν ἔχειν 意为“处于违背本性的状态”。随后的反问句 τί γὰρ μᾶλλον ἐκεῖνοι ἢ ἡμεῖς? 省略了谓语 παρὰ φύσιν ἔχουσιν,应理解为“他们凭什么比我们更是[处于违背本性的状态]呢?”。这一省略句直接体现了怀疑派的核心程式语 οὐδὲν μᾶλλον 的论证逻辑。
- 85ἤτοι βαρὺς ὢν καὶ ὑπὸ τοῦ ὕδατος κουφιζόμενος ἢ ἐλαφρὸς [ὢν] καὶ ὑπὸ τοῦ ἀέρος βαρυνόμενος
关联结构 ἤτοι ... ἤ 对比了关于石块内在性质与介质作用的两种对立假说。分词 ὢν(以及后项中补出的 ὢν)与并列分词 κουφιζόμενος / βαρυνόμενος 作原因副词性分词理解,构成了怀疑派式的二难推论:究竟是石块本身重而由水减轻了分量,还是石块本身轻而由空气加重了分量。
- 86οὐκ ἔνι ἔξω τόπων καὶ θέσεων ταῦτα κατανοῆσαι
ἔνι 为非人称动词 ἔνεστι 的缩短形式,与不定式 κατανοῆσαι 连用,表示“不可能……”。介词短语 ἔξω τόπων καὶ θέσεων 作为状语修饰 κατανοῆσαι,意为“脱离地点与方位”。
