- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.11.76-9.11.80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-30
文中论述了怀疑派口号“并不更甚于”及“对立言论”自身的自我消解特性与泻药的比喻,并依据艾尼西德谟阐述了导致悬置判断的十种论式,其中介绍了基于动物差异的第一种论式和基于人体特异体质的第二种论式。
ἀναιροῦσι δʼ οἱ σκεπτικοὶ καὶ αὐτὴν τὴν Οὐδὲν μᾶλλον φωνήν· ὡς γὰρ οὐ μᾶλλόν ἐστι πρόνοια ἢ οὐκ ἔστιν, οὕτω καὶ τὸ Οὐδὲν μᾶλλον οὐ μᾶλλόν ἐστιν ἢ οὐκ ἔστι. σημαίνει οὖν ἡ φωνή, καθά φησι καὶ Τίμων ἐν τῷ Πύθωνι, τὸ μηδὲν ὁρίζειν, ἀλλʼ ἀπροσθετεῖν. ἡ δὲ Παντὶ λόγῳ φωνὴ καὶ αὐτὴ συνάγει τὴν ἐποχήν· τῶν μὲν γὰρ πραγμάτων διαφωνούντων, τῶν δὲ λόγων ἰσοσθενούντων ἀγνωσία τῆς ἀληθείας ἐπακολουθεῖ· καὶ αὐτῷ δὲ τούτῳ τῷ λόγῳ λόγος ἀντίκειται, ὃς καὶ αὐτὸς μετὰ τὸ ἀνελεῖν τοὺς ἄλλους ὑφʼ ἑαυτοῦ περιτραπεὶς ἀπόλλυται1, κατʼ ἴσον τοῖς καθαρτικοῖς, ἃ τὴν ὕλην προεκκρίναντα καὶ αὐτὰ ὑπεκκρίνεται καὶ ἐξαπόλλυται.
不仅如此,怀疑派连“并不更甚于”这句话本身也予以消除;因为正如天命的存在并不更甚于其不存在一样,“并不更甚于”本身之存在亦并不更甚于其不存在。因此,正如蒂蒙在《皮同》中所言,这句话意味着“不作任何规定,亦不予任何同意”。而“对每一言论皆有一相反言论相对立”这句话本身亦能引致悬置判断;因为在事实互相冲突而诸种言论势均力敌之时,对真理的无知便随之而来;并且针对这言论本身亦有一相反言论相对立,这言论在消除了其他言论之后,自身亦被自身颠覆而归于消灭,正如同泻药一样,在先排除了体内的积滞物之后,自身亦被排出而消解。
Πρὸς ὅ φασιν οἱ δογματικοὶ * * μὴ αἴρειν τὸν λόγον, ἀλλὰ προσεπισχυρίζειν.2 μόνον οὖν διακόνοις ἐχρῶντο τοῖς λόγοις· οὐ γὰρ οἷόν τε ἦν μὴ λόγῳ λόγον ἀνελεῖν· καθʼ ὃν τρόπον εἰώθαμεν λέγειν τόπον μὴ εἶναι καὶ δεῖ πάντως τὸν τόπον εἰπεῖν, ἀλλʼ οὐ δογματικῶς, ἀποδεικτικῶς δέ· καὶ μηδὲν γίνεσθαι κατʼ ἀνάγκην καὶ δεῖ τὴν ἀνάγκην εἰπεῖν. τοιούτῳ τινὶ τρόπῳ τῆς ἑρμηνείας ἐχρῶντο· οἷα γὰρ φαίνεται τὰ πράγματα, μὴ τοιαῦτα εἶναι τῇ φύσει, ἀλλὰ μόνον φαίνεσθαι· ζητεῖν τʼ ἔλεγον οὐχ ἅπερ νοοῦσιν, ὅ τι γὰρ νοεῖται δῆλον, ἀλλʼ ὧν ταῖς αἰσθήσεσι μετίσχουσιν.
对此,教条派坚称[怀疑派]并未废除言论,反而使其更加坚固。然而怀疑派只是将言论作为仆役工具来使用;因为不用言论便无法消除言论;正如我们习惯于说“处所并不存在”,却终究不得不说出“处所”一词,但这并非作为教条,而是作为论证之用;又如说“无一事出于必然”,却终究不得不说出“必然”一词。他们采用的正是此类解释方式;因为事物展现成的样子,并非在本性上就是如此,而仅仅是呈现出这般模样;他们还说,他们所探求的并非他们所思想的事物本身(因为被思想者是显而易见的),而是他们通过感觉所参与的事物。
Ἔστιν οὖν ὁ Πυρρώνειος λόγος μήνυσίς τις τῶν φαινομένων ἢ τῶν ὁπωσοῦν νοουμένων, καθʼ ἣν πάντα πᾶσι συμβάλλεται καὶ συγκρινόμενα πολλὴν ἀνωμαλίαν καὶ ταραχὴν ἔχοντα εὑρίσκεται, καθά φησιν Αἰνεσίδημος ἐν τῇ εἰς τὰ Πυρρώνεια ὑποτυπώσει. πρὸς δὲ τὰς ἐν ταῖς σκέψεσιν ἀντιθέσεις προαποδεικνύντες καθʼ οὓς τρόπους πείθει τὰ πράγματα, κατὰ τοὺς αὐτοὺς ἀνῄρουν τὴν περὶ αὐτῶν πίστιν· πείθειν γὰρ τά τε κατʼ αἴσθησιν συμφώνως ἔχοντα καὶ τὰ μηδέποτε ἢ σπανίως γοῦν μεταπίπτοντα τά τε συνήθη καὶ τὰ νόμοις διεσταλμένα καὶ τὰ τέρποντα καὶ τὰ θαυμαζόμενα.
因此,皮浪学派的论述乃是对显现之物或无论以何种方式被思想之物的某种指示,依照这种指示,一切事物皆与一切事物互相比较,且在互相核对之后被发现包含有大量的反常与混乱,正如艾尼西德谟在《皮浪学说纲要》中所说的那样。而面对探讨中的种种对立,他们预先揭示事物借以令人信服的诸种方式,并依照这完全相同的方式消除了关于事物的信念;因为那些与感觉相一致的事物、那些从未或至少极少变易的事物、习以为常的事物、法律所规定的事物、令人愉悦的事物以及受人赞美的事物,皆具有说服力。
ἐδείκνυσαν οὖν ἀπὸ τῶν ἐναντίων τοῖς πείθουσιν ἴσας τὰς πιθανότητας. Αἱ δʼ ἀπορίαι κατὰ τὰς συμφωνίας τῶν φαινομένων ἢ νοουμένων, ἃς ἀπεδίδοσαν, ἦσαν κατὰ δέκα τρόπους, καθʼ οὓς τὰ ὑποκείμενα παραλλάττοντα ἐφαίνετο. τούτους δὲ τοὺς δέκα τρόπους τίθησιν. [Εἷς] πρῶτος ὁ παρὰ τὰς διαφορὰς τῶν ζῴων πρὸς ἡδονὴν καὶ ἀλγηδόνα καὶ βλάβην καὶ ὠφέλειαν. συνάγεται δὲ διʼ αὐτοῦ τὸ μὴ τὰς αὐτὰς ἀπὸ τῶν αὐτῶν προσπίπτειν φαντασίας καὶ τὸ διότι τῇ τοιαύτῃ μάχῃ ἀκολουθεῖ τὸ ἐπέχειν3· τῶν γὰρ ζῴων τὰ μὲν χωρὶς μίξεως γίνεσθαι, ὡς τὰ πυρίβια καὶ ὁ Ἀράβιος φοῖνιξ καὶ εὐλαί· τὰ δʼ ἐξ ἐπιπλοκῆς, ὡς ἄνθρωποι καὶ τὰ ἄλλα·
因此,他们从相反的事物出发,证明了与那些具有说服力之物等同的或然性。 他们所提出的关于显现之物或被思想之物的一致性的疑难,共有十种方式,依照这些方式,底层的实在之物显得各不相同。而他列出了这十种方式: 第一种方式是基于动物在快乐、痛苦、危害与益处方面的差异。通过这一方式得出:同样的显象并不会由同样的对象产生,且在这类冲突之后随之而来的便是悬置判断;因为在动物之中,有些是未经交配而产生的,如生于火中的虫、阿拉伯凤凰以及蛆虫;有些则是由交媾而产生的,如人类及其他动物;
καὶ τὰ μὲν οὕτως, τὰ δʼ οὕτως συγκέκριται· διὸ καὶ τῇ αἰσθήσει διαφέρει, ὡς κίρκοι μὲν ὀξύτατοι, κύνες δʼ ὀσφρητικώτατοι. εὔλογον οὖν τοῖς διαφόροις τοὺς ὀφθαλμοὺς διάφορα καὶ τὰ φαντάσματα προσπίπτειν· καὶ τῇ μὲν αἰγὶ τὸν θαλλὸν εἶναι ἐδώδιμον, ἀνθρώπῳ δὲ πικρόν, καὶ τὸ κώνειον ὄρτυγι μὲν τρόφιμον, ἀνθρώπῳ δὲ θανάσιμον, καὶ ὁ ἀπόπατος ὑῒ μὲν ἐδώδιμος, ἵππῳ δʼ οὔ. Δεύτερος ὁ παρὰ τὰς τῶν ἀνθρώπων φύσεις καὶ τὰς ἰδιοσυγκρισίας· Δημοφῶν γοῦν ὁ Ἀλεξάνδρου τραπεζοκόμος ἐν σκιᾷ ἐθάλπετο, ἐν ἡλίῳ δʼ ἐρρίγου.
而且有些是由这种方式构成,有些则是由那种方式构成;因此它们在感觉上也各不相同,例如鹰的视觉最为敏锐,犬的嗅觉最为灵敏。因此,对于不同的眼睛呈现出不同的显象,这是合乎情理的;并且对于山羊而言嫩枝是可食的,但对人类而言则是苦涩的,毒芹对鹌鹑而言是滋养物,但对人类而言则是致命的,粪便对猪而言是食物,但对马而言则不是。 第二种方式是基于人类的本性与特异体质;例如亚历山大的侍从德谟丰,在树荫下觉得温热,而在阳光下反而发抖。
- 9.11.76ὃς καὶ αὐτὸς μετὰ τὸ ἀνελεῖν τοὺς ἄλλους ὑφʼ ἑαυτοῦ περιτραπεὶς ἀπόλλυται
关系代词 ὃς 的先行词是前文的 λόγος(相对立的言论)。分词 περιτραπείς 具有被动或反身中动含义(“被颠覆/自我颠覆”),体现了怀疑派言论在反驳其他一切学说之后连同自身一并取消的“自反性颠覆”(peritropē)。紧随其后的泻药(καθαρτικοῖς)比喻生动地说明了这种机制。
- 9.11.77Πρὸς ὅ φασιν οἱ δογματικοὶ * * μὴ αἴρειν τὸν λόγον, ἀλλὰ προσεπισχυρίζειν.
抄本在 οἱ δογματικοὶ 之后标有残缺。不定式 μὴ αἴρειν ... ἀλλὰ προσεπισχυρίζειν 的逻辑主语是怀疑派(承前省略),表达了教条派的指责,即怀疑派并未废除论证,反而加固了论证。后文的 μόνον οὖν διακόνοις ἐχρῶντο τοῖς λόγοις 则是怀疑派对此提出的反驳与辩护。
- 9.11.79συνάγεται δὲ διʼ αὐτοῦ τὸ μὴ τὰς αὐτὰς ἀπὸ τῶν αὐτῶν προσπίπτειν φαντασίας καὶ τὸ διότι τῇ τοιαύτῃ μάχῃ ἀκολουθεῖ τὸ ἐπέχειν
动词 συνάγεται(被推导/得出)支配两个由 καὶ 并列的主语成分:带冠词的不定式短语 τὸ μὴ ... προσπίπτειν φαντασίας 以及被名词化的从句 τὸ διότι ... ἀκολουθεῖ τὸ ἐπέχειν。这里的 διότι 在希腊化时期常等同于 ὅτι(“……这一事实/这一点”)。两者共同构成推论的双重结论:同样的显象并不会由同样的对象产生,以及从这种冲突中必然得出悬置判断。
