← 第欧根尼·拉尔修

哲人言行录

§9.11.71-9.11.75

怀疑派的先驱与核心用语的意义

文中列举了荷马、七贤人、早期哲学家与诗人们作为怀疑派的先驱,随后阐释了怀疑派否定一切教条的态度,以及“我们不作规定”、“并不更甚于”等核心公式的意义。

← 上一节下一节 →

Ταύτης δὲ τῆς αἱρέσεως ἔνιοί φασιν Ὅμηρον 〈·〉1, ἐπεὶ περὶ τῶν αὐτῶν πραγμάτων παρʼ ὁντινοῦν ἄλλοτʼ ἄλλως ἀποφαίνεται καὶ οὐδὲν ὁρικῶς δογματίζει περὶ τὴν ἀπόφασιν. ἔπειτα καὶ τὰ τῶν ἑπτὰ σοφῶν σκεπτικὰ εἶναι, οἷον τὸ Μηδὲν ἄγαν, καὶ Ἐγγύα, πάρα δʼ ἄτα· δηλοῦσθαι γὰρ τῷ βεβαίως καὶ πεπεισμένως διεγγυωμένῳ ἐπακολουθεῖν ἄτην. ἀλλὰ καὶ Ἀρχίλοχον καὶ Εὐριπίδην σκεπτικῶς ἔχειν, ἐν οἷς Ἀρχίλοχος μέν φησι· "τοῖος ἀνθρώποισι θυμός, Γλαῦκε Λεπτίνεω πάϊ, γίγνεται θνητοῖς ὁκοίην Ζεὺς ἐπʼ ἡμέρην ἄγει." Εὐριπίδης δέ· "(ὡ̓͂ Ζεῦ,) τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα δρῶμέν τε τοιάδʼ ἃ ʼν σὺ τυγχάνῃς θέλων."

有人说荷马是这一派别的始祖,因为对于同样的事情,他比任何人都更在不同的时候作出不同的表述,且在判断上毫无确定性的主张。其次,他们认为七贤人的格言也是具有怀疑意味的,例如“凡事勿过”,以及“立誓作保,灾祸临头”;因为这表明灾祸紧随着坚定且深信不疑地作保之人。不仅如此,阿尔基罗库斯和欧里庇得斯也被认为抱有怀疑态度,其中阿尔基罗库斯说: “凡人的心智啊,勒普提涅斯之子格劳科斯, 乃是随着宙斯所降下的每一天而变化的。” 欧里庇得斯则说: “宙斯啊,人们究竟为何说可怜的凡人具有智慧?因为我们全系于你,所做所为皆因你碰巧愿意如此。”

Οὐ μὴν ἀλλὰ καὶ Ξενοφάνης καὶ Ζήνων ὁ Ἐλεάτης καὶ Δημόκριτος κατʼ αὐτοὺς σκεπτικοὶ τυγχάνουσιν· ἐν οἷς Ξενοφάνης μέν φησι, "καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ ἴδεν οὐδέ τις ἔσται εἰδώς." Ζήνων δὲ τὴν κίνησιν ἀναιρεῖ λέγων, τὸ κινούμενον οὔτʼ ἐν ᾧ ἐστι τόπῳ κινεῖται οὔτʼ ἐν ᾧ μὴ ἔστι· Δημόκριτος δὲ τὰς ποιότητας ἐκβάλλων, ἵνα φησί, νόμῳ ψυχρόν, νόμῳ θερμόν, ἐτεῇ δὲ ἄτομα καὶ κενόν· καὶ πάλιν, ἐτεῇ δὲ οὐδὲν ἴδμεν· ἐν βυθῷ γὰρ ἡ ἀλήθεια. καὶ Πλάτωνα τὸ μὲν ἀληθὲς θεοῖς τε καὶ θεῶν παισὶν ἐκχωρεῖν, τὸν δʼ εἰκότα λόγον ζητεῖν. καὶ Εὐριπίδην λέγειν·

不仅如此,在他们看来,色诺芬尼、埃利亚的芝诺和德谟克利特也同样是怀疑派。其中色诺芬尼说: “确凿的真理,从未有人得见,亦不会有人知晓。” 芝诺则否定运动,说: “运动之物既不在其所在的处所运动,亦不在其不在的处所运动。” 德谟克利特排斥性质,说: “按习俗有冷,按习俗有热,但实则唯有原子与虚空。” 他又说: “实则我们一无所知;因为真理深藏于深渊之中。” 人们还说柏拉图将真理让予诸神及诸神之子,而自己只寻求近真的言论。欧里庇得斯也说:

"τίς δʼ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν νομίζεται βροτοῖς;" ἀλλὰ καὶ Ἐμπεδοκλέα· "οὕτως οὔτʼ ἐπιδερκτὰ τάδʼ ἀνδράσιν οὔτʼ ἐπακουστὰ οὔτε νόῳ περιληπτά·" καὶ ἐπάνω, "αὐτὸ μόνον πεισθέντες ὅτῳ προσέκυρσεν ἕκαστος·" ἔτι μὴν Ἡράκλειτον, μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλλώμεθα· καὶ Ἱπποκράτην [ἔπειτα] ἐνδοιαστῶς καὶ ἀνθρωπίνως ἀποφαίνεσθαι· καὶ πρὶν Ὅμηρον, "στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι·" καὶ "ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα·" καὶ "ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις·" τὴν ἰσοσθένειαν λέγων καὶ ἀντίθεσιν τῶν λόγων.

“谁知活着是否即是死去, 而在凡人看来死去反倒是活着?” 不仅如此,恩培多克勒也说: “如此看来,这些既非人们所能见,亦非所能闻, 亦非心灵所能领悟;”在此之前他还说: “各自只信服自己所碰巧遇上的事物。” 此外,赫拉克利特说: “不可对至关重大的事物妄加揣测”;希波克拉底也被认为是以存疑且合乎人性的方式作出表述;而在他们之前荷马说: “凡人的舌头是善变的,其中含有许多话语”;又说: “言辞的牧场广阔无边,此方彼方皆是”;又说: “你说出怎样的话,便会听见怎样的回话”;以此说明言论的势均力敌与互相对立。

Διετέλουν δὴ οἱ σκεπτικοὶ τὰ τῶν αἱρέσεων δόγματα πάντʼ ἀνατρέποντες, αὐτοὶ δʼ οὐδὲν ἀπεφαίνοντο δογματικῶς, ἕως δὲ τοῦ προφέρεσθαι τὰ τῶν ἄλλων καὶ διηγεῖσθαι μηδὲν ὁρίζοντες2, μηδʼ αὐτὸ τοῦτο. ὥστε καὶ τὸ μὴ ὁρίζειν ἀνῄρουν, λέγοντες οἷον Οὐδὲν ὁρίζομεν, ἐπεὶ ὥριζον ἄν· προφερόμεθα δέ, φασί, τὰς ἀποφάσεις εἰς μήνυσιν τῆς ἀπροπτωσίας, ὡς, εἰ καὶ νεύσαντας, τοῦτο ἐνεδέχετο δηλῶσαι3· διὰ τῆς οὖν Οὐδὲν ὁρίζομεν φωνῆς τὸ τῆς ἀρρεψίας πάθος δηλοῦται· ὁμοίως δὲ καὶ διὰ τῆς Οὐδὲν μᾶλλον καὶ τῆς Παντὶ λόγῳ λόγος ἀντίκειται καὶ τῶν ὁμοίων.

于是,怀疑派不断推翻一切学派的教条,而他们自己却不作任何教条式的断言,仅仅停留在引用和叙述他人的见解而不作任何规定,甚至连这一点本身也不加规定。因此他们连“不作规定”本身也取消了,例如说“我们不作任何规定”,因为否则他们便成了在作规定。“我们说出这些断言,”他们说,“乃是为了表明我们免于轻率,正如即便只是点头示意也能表明这一点那样。”因此,通过“我们不作任何规定”这句话,表明了心无偏向的状态;同样,通过“并不更甚于”以及“对每一言论皆有一相反言论相对立”以及诸如此类的说法,也表明了这一点。

λέγεται δὲ τὸ Οὐδὲν μᾶλλον καὶ θετικῶς, ὡς ὁμοίων τινῶν ὄντων· οἷον, Οὐδὲν μᾶλλον ὁ πειρατὴς κακός ἐστιν ἢ ὁ ψεύστης. ὑπὸ δὲ τῶν σκεπτικῶν οὐ θετικῶς ἀλλʼ ἀναιρετικῶς λέγεται, ὡς ὑπὸ τοῦ ἀνασκευάζοντος καὶ λέγοντος, Οὐ μᾶλλον ἡ Σκύλλα γέγονεν ἢ ἡ Χίμαιρα. αὐτὸ δὲ τὸ Μᾶλλον ποτὲ μὲν συγκριτικῶς ἐκφέρεται, ὡς ὅταν φῶμεν μᾶλλον τὸ μέλι γλυκὺ ἢ τὴν σταφίδα· ποτὲ δὲ θετικῶς καὶ ἀναιρετικῶς4, ὡς ὅταν φῶμεν, Μᾶλλον ἡ ἀρετὴ ὠφελεῖ ἢ βλάπτει· σημαίνομεν γὰρ ὅτι ἡ ἀρετὴ ὠφελεῖ, βλάπτει δʼ οὔ.

“并不更甚于”这句话有时也在肯定意义上使用,仿佛某些事物是均等的一样;例如“海盗的邪恶并不更甚于说谎者”。但怀疑派使用它时并非肯定性的,而是否定性的,就像辩驳者说“斯库拉的存在并不更甚于喀迈拉”那样。而“更”这个词本身,有时是在比较意义上表达的,例如我们说“蜂蜜比葡萄干更甜”;有时则是在肯定与否定意义上表达的,例如我们说“美德带来益处而非害处”;因为我们的意思是指美德带来益处,而不带来害处。

语法注4 条
  1. 9.11.71Ταύτης δὲ τῆς αἱρέσεως ἔνιοί φασιν Ὅμηρον 〈·〉

    尖括号标记的缺文处通常补入如 ἄρξαι 或 προπάτορα γεγονέναι 等不定式。Ὅμηρον 是带不定式宾格结构的主语,意指有人称荷马是该学派的开创者或先驱。

  2. 9.11.74ἕως δὲ τοῦ προφέρεσθαι τὰ τῶν ἄλλων καὶ διηγεῖσθαι μηδὲν ὁρίζοντες

    介词短语 ἕως τοῦ 连同不定式(προφέρεσθαι, διηγεῖσθαι)表示范围或限度(“仅停留在援引并叙述他人的见解”)。分词 μηδὲν ὁρίζοντες 与主语(怀疑派诸人)一致,修饰其陈述的方式(“不做任何断定/规定”)。

  3. 9.11.74ὡς, εἰ καὶ νεύσαντας, τοῦτο ἐνεδέχετο δηλῶσαι

    带省略的句式。εἰ καὶ νεύσαντας 表现为带有宾格分词的省略条件从句(“就仿佛即便只是点头示意,也能表明这一点那样”),将怀疑派自身作为隐含义动词的宾格主体。

  4. 9.11.75ποτὲ δὲ θετικῶς καὶ ἀναιρετικῶς

    副词短语 θετικῶς καὶ ἀναιρετικῶς 意为“一方面肯定、另一方面否定地”,正如后文的解释(“美德带来益处,而不带来害处”)所示。它指称一种肯定前项同时否定后项的复合用法,而非彼此矛盾的并立。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.11.71-9.11.75