← 第欧根尼·拉尔修

哲人言行录

§9.11.66-9.11.70

皮浪的逸事与怀疑学派诸称谓的由来

记述了皮浪在日常生活中的超然逸事及其面对肉体痛苦和危险时的淡然态度,并介绍了欧律洛科斯与菲隆等弟子的行迹,以及怀疑学派各称谓(探求派、怀疑派、悬搁派、困惑派、皮浪派)的由来源于相关争论。

← 上一节下一节 →

εὐσεβῶς δὲ καὶ τῇ ἀδελφῇ συνεβίω μαίᾳ οὔσῃ, καθά φησιν Ἐρατοσθένης ἐν τῷ Περὶ πλούτου καὶ πενίας, ὅτε καὶ αὐτὸς φέρων εἰς τὴν ἀγορὰν ἐπίπρασκεν1 ὀρνίθια, εἰ τύχοι, καὶ χοιρίδια, καὶ τὰ ἐπὶ τῆς οἰκίας ἐκάθαιρεν ἀδιαφόρως. λέγεται δὲ καὶ δέλφακα λούειν αὐτὸς ὑπʼ ἀδιαφορίας. καὶ χολήσας τι ὑπὲρ τῆς ἀδελφῆς, Φιλίστα δʼ ἐκαλεῖτο, πρὸς τὸν ἐπιλαβόμενον εἰπεῖν ὡς οὐκ ἐν γυναίῳ ἡ ἐπίδειξις τῆς ἀδιαφορίας. καὶ κυνός ποτʼ ἐπενεχθέντος διασοβηθέντα εἰπεῖν πρὸς τὸν αἰτιασάμενον, ὡς χαλεπὸν εἴη ὁλοσχερῶς ἐκδῦναι τὸν ἄνθρωπον· διαγωνίζεσθαι δʼ ὡς οἷόν τε πρῶτον μὲν τοῖς ἔργοις πρὸς τὰ πράγματα, εἰ δὲ μή, τῷ γε λόγῳ.

如埃拉托斯特尼在《论财富与贫困》中所述,他与身为接生婆的妹妹虔敬地生活在一起;那时他也常自己带着飞禽,或偶然带着乳猪,拿到市场上变卖,并且淡漠地打扫屋内的事务。据说他甚至因这种淡漠而亲自清洗母猪。有一次他为了妹妹——她名叫菲莉斯塔——而略微发怒,对指责他的人说,淡漠的表现并非用在一个弱女子身上的。又有一次,在遭遇恶犬扑来受惊躲闪后,他对责备他的人说,要彻底脱去人性是极为困难的,应当尽可能首先在行动上对抗这些处境,若不行,至少也要在言论上对抗。

Φασὶ δὲ καὶ σηπτικῶν φαρμάκων καὶ τομῶν καὶ καύσεων ἐπί τινος ἕλκους αὐτῷ προσενεχθέντων, ἀλλὰ μηδὲ τὰς ὀφρῦς συναγαγεῖν2. καὶ ὁ Τίμων δὲ διασαφεῖ τὴν διάθεσιν αὐτοῦ ἐν οἷς πρὸς Πύθωνα διέξεισιν. ἀλλὰ καὶ Φίλων ὁ Ἀθηναῖος, γνώριμος αὐτοῦ γεγονώς, ἔλεγεν ὡς ἐμέμνητο μάλιστα μὲν Δημοκρίτου, εἶτα δὲ καὶ Ὁμήρου, θαυμάζων αὐτὸν καὶ συνεχὲς λέγων, "οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν·" καὶ ὅτι σφηξὶ καὶ μυίαις καὶ ὀρνέοις εἴκαζε τοὺς ἀνθρώπους. προφέρεσθαι δὲ καὶ τάδε· "ἀλλά, φίλος, θάνε καὶ σύ· τίη ὀλοφύρεαι οὕτως; κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων·" καὶ ὅσα συντείνει εἰς τὸ ἀβέβαιον καὶ κενόσπουδον ἅμα καὶ παιδαριῶδες τῶν ἀνθρώπων.

人们还说,当他的某处溃疡被敷以腐蚀性药物、切开并施以烧灼时,他甚至眉头都不曾皱一下。蒂蒙也在与皮通对话的诗句中阐明了他的心境。不仅如此,与他结识的雅典人菲隆也常说,他最常忆起德谟克利特,其次是荷马,赞赏荷马并不断念诵: “正如树叶的一代,人类的一代亦是如此;”并且他常把人类比作黄蜂、苍蝇和飞鸟。他还常吟诵这几句诗: “可是,朋友,你也去死吧;你为何如此哀叹? 帕特罗克洛斯也已死去,他比你优秀得多;”以及所有指向人类的无常、虚妄的劳碌与幼稚的诗句。

Ποσειδώνιος δὲ καὶ τοιοῦτόν τι διέξεισι περὶ αὐτοῦ. τῶν γὰρ συμπλεόντων αὐτῷ ἐσκυθρωπακότων ὑπὸ χειμῶνος, αὐτὸς γαληνὸς ὢν ἀνέρρωσε τὴν ψυχήν3, δείξας ἐν τῷ πλοίῳ χοιρίδιον ἐσθίον καὶ εἰπὼν ὡς χρὴ τὸν σοφὸν ἐν τοιαύτῃ καθεστάναι ἀταραξίᾳ. μόνος δὲ Νουμήνιος καὶ δογματίσαι φησὶν αὐτόν. τούτου πρὸς τοῖς ἄλλοις καὶ μαθηταὶ γεγόνασιν ἐλλόγιμοι, ὧν Εὐρύλοχος· οὗ φέρεται ἐλάσσωμα τόδε. φασὶ γὰρ ὡς οὕτω παρωξύνθη ποτὲ ὥστε τὸν ὀβελίσκον ἄρας μετὰ τῶν κρεῶν ἕως τῆς ἀγορᾶς ἐδίωκε τὸν μάγειρον.

波希多尼奥斯也记述了关于他的这样一件事。当与他同船航行的人因风暴而神色沮丧时,他自己却面色平静,指着船上一头正在进食的乳猪鼓舞众人的心境,说智者应当安住于这样的宁静之中。然而唯独努梅尼奥说他也确立了教义。除其他人之外,他也有著名的门徒,其中有欧律洛科斯;关于此人流传着这样一个缺点:据说他有一次被激怒到如此地步,竟拿起串着肉的烤肉叉,一路追赶厨师直至市场。

καὶ ἐν Ἤλιδι καταπονούμενος ὑπὸ τῶν ζητούντων ἐν τοῖς λόγοις, ἀπορρίψας θοιμάτιον διενήξατο [πέραν] τὸν Ἀλφειόν. ἦν οὖν πολεμιώτατος τοῖς σοφισταῖς, ὡς καὶ Τίμων φησίν. Ὁ δὲ Φίλων τὰ πλεῖστα διελέγετο 〈ἑαυτῷ〉. ὅθεν καὶ περὶ τούτου φησὶν οὕτως· "ἢ τὸν ἀπʼ ἀνθρώπων αὐτόσχολον αὐτολαλητὴν οὐκ ἐμπαζόμενον δόξης ἐρίδων τε Φίλωνα." Πρὸς τούτοις διήκουε τοῦ Πύρρωνος Ἑκαταῖός τε ὁ Ἀβδηρίτης καὶ Τίμων ὁ Φλιάσιος ὁ τοὺς Σίλλους πεποιηκώς, περὶ οὗ λέξομεν, ἔτι τε Ναυσιφάνης 〈ὁ〉 Τήιος, οὗ φασί τινες ἀκοῦσαι Ἐπίκουρον. οὗτοι πάντες Πυρρώνειοι μὲν ἀπὸ τοῦ διδασκάλου, ἀπορητικοὶ δὲ καὶ σκεπτικοὶ καὶ ἔτι ἐφεκτικοὶ καὶ ζητητικοὶ ἀπὸ τοῦ οἷον δόγματος προσηγορεύοντο.

而在伊利斯,当他在辩论中被发难者逼迫得疲于应付时,他脱下外衣游过了阿尔菲奥斯河。因此正如蒂蒙所说,他对诡辩家们是极其敌视的。 而菲隆大多数时候都是与自己交谈;因此蒂蒙关于他也这样写道: “或是远离人群、自占闲暇、自言自语、 毫不顾念见解与纷争的菲隆。” 此外,聆听皮浪教导的还有阿夫德拉的赫卡泰奥斯,以及写下《讽刺诗》的弗利乌斯人蒂蒙(关于他我们将随后叙述),还有特奥斯人瑙西法内斯,有人说伊壁鸠鲁曾听过他的课。所有这些人因其老师而被称作皮浪派,又因其近似学说而被称作困惑派、怀疑派,以及悬搁派和探求派。

ζητητικοὶ μὲν οὖν ἀπὸ τοῦ πάντοτε ζητεῖν τὴν ἀλήθειαν, σκεπτικοὶ δʼ ἀπὸ τοῦ σκέπτεσθαι ἀεὶ καὶ μηδέποτε εὑρίσκειν, ἐφεκτικοὶ δʼ ἀπὸ τοῦ μετὰ τὴν ζήτησιν πάθους· λέγω δὲ τὴν ἐποχήν· ἀπορητικοὶ δʼ ἀπὸ τοῦ τοὺς δογματικοὺς ἀπορεῖν καὶ αὐτούς4. Πυρρώνειοι δὲ ἀπὸ Πύρρωνος. Θεοδόσιος δʼ ἐν τοῖς Σκεπτικοῖς κεφαλαίοις οὔ φησι δεῖν Πυρρώνειον καλεῖσθαι τὴν σκεπτικήν· εἰ γὰρ τὸ καθʼ ἕτερον κίνημα τῆς διανοίας ἄληπτόν ἐστιν, οὐκ εἰσόμεθα τὴν Πύρρωνος διάθεσιν· μὴ εἰδότες δὲ οὐδὲ Πυρρώνειοι καλοίμεθʼ ἄν. πρὸς τῷ μηδὲ πρῶτον εὑρηκέναι τὴν σκεπτικὴν Πύρρωνα μηδʼ ἔχειν τι δόγμα. λέγοιτο δʼ ἄν τις Πυρρώνειος ὁμότροπος.

被称为探求派,是由于他们总是探求真理;被称为怀疑派,是由于他们总是考察而从未发现;被称为悬搁派,是由于探求之后的状态——我指的就是悬搁判断;被称为困惑派,是由于独断论者和他们自己都陷入困惑;被称为皮浪派,则是由于皮浪。但狄奥多西在《怀疑论要旨》中说,不应把怀疑哲学称为皮浪派;因为如果另一个人心灵的活动是不可把握的,我们便不会知道皮浪的心境;若不知道,我们也无法被称为皮浪派。况且皮浪既未首先发现怀疑哲学,也不曾持有任何教义。然而,若有人作为同道者,或可被称为皮浪派。

语法注4 条
  1. 9.11.66ὅτε καὶ αὐτὸς φέρων εἰς τὴν ἀγορὰν ἐπίπρασκεν

    关系副词 ὅτε 引导一个时间从句,指代前文他与妹妹共同生活的时期(συνεβίω);καί 修饰 αὐτός,强调皮浪亲自带着物品去集市变卖。

  2. 9.11.67σηπτικῶν φαρμάκων καὶ τομῶν καὶ καύσεων ἐπί τινος ἕλκους αὐτῷ προσενεχθέντων, ἀλλὰ μηδὲ τὰς ὀφρῦς συναγαγεῖν

    全句受动词 φασί 统辖。在属格绝对结构(...προσενεχθέντων)之后引入连词 ἀλλά,构成让步从属语境与后置不定式短语(μηδὲ ... συναγαγεῖν)之间的转折对照,表示“即便施以……的手术,他却连眉头都不曾皱一下”。

  3. 9.11.68ἀνέρρωσε τὴν ψυχήν

    动词 ἀναρρώννυμι 既可作不及物动词表“恢复精力”,也可作及物动词表“鼓舞某人”。鉴于前文提到同行者因风暴而神情沮丧,且后文接有指向小猪并训导众人的分词(δείξας, εἰπών),此处取及物用法,意为鼓舞同行者的心境(τὴν ψυχήν 作集体/分配意义)。

  4. 9.11.70ἀπὸ τοῦ τοὺς δογματικοὺς ἀπορεῖν καὶ αὐτούς

    在带冠词的不定式结构 ἀπὸ τοῦ ... ἀπορεῖν 中,宾格短语 τοὺς δογματικούς 与 καὶ αὐτούς 共同作为不定式 ἀπορεῖν 的逻辑主语,意即“不仅独断论者陷入困惑,他们自己亦陷入困惑”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.11.66-9.11.70